- 底本
- Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg014.humanitext-grc2:746-747
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
得知海罗尼亚惨败后,米特里达梯因惧怕叛乱而大肆屠杀加拉太诸封君,却遭幸存者反抗驱逐;随后他又向奇奥斯人问罪,派兵强占该城,勒索巨额罚金,并最终将全体居民强制迁往黑海。
Μιθριδάτης δʼ ἐπεὶ τοσῆσδε ἥττης ἐπύθετο, κατεπλάγη μὲν αὐτίκα καὶ ἔδεισεν ὡς ἐπὶ ἔργῳ τοσούτῳ, στρατιὰν δʼ ὅμως ἄλλην ἀπὸ τῶν ὑπʼ αὐτὸν ἐθνῶν ἁπάντων κατὰ σπουδὴν συνέλεγεν. νομίσας δʼ ἄν τινας αὑτῷ διὰ τὴν ἧτταν ἢ νῦν, ἢ εἴ τινα καιρὸν ἄλλον εὕροιεν, ἐπιθήσεσθαι,1 τοὺς ὑπόπτους οἱ πάντας πρὶν ὀξύτερον γενέσθαι τὸν πόλεμον, ἀνελέγετο. καὶ πρῶτα μὲν τοὺς Γαλατῶν τετράρχας, ὅσοι τε αὐτῷ συνῆσαν ὡς φίλοι καὶ ὅσοι μὴ κατήκουον αὐτοῦ, πάντας ἔκτεινε μετὰ παίδων καὶ γυναικῶν χωρὶς τριῶν τῶν διαφυγόντων, τοῖς μὲν ἐνέδρας ἐπιπέμψας, τοὺς δʼ ἐπὶ διαίτῃ μιᾶς νυκτός, οὐχ ἡγούμενος αὐτῶν οὐδένα οἱ βέβαιον, εἰ πλησιάσοι Σύλλας, ἔσεσθαι. σφετερισάμενος δʼ αὐτῶν τὰς περιουσίας, φρουρὰς ἐσῆγεν ἐς τὰς πόλεις, καὶ σατράπην ἐς τὸ ἔθνος Εὔμαχον ἔπεμψεν· ὃν αὐτίκα τῶν τετραρχῶν οἱ διαφυγόντες, στρατιὰν ἀγείραντες ἀπὸ τῶν ἀγρῶν, ἐξέβαλον αὐταῖς φρουραῖς2 διώκοντες ἐκ Γαλατίας. καὶ Μιθριδάτῃ περιῆν Γαλατῶν ἔχειν τὰ χρήματα μόνα. Χίοις δὲ μηνίων ἐξ οὗ τις αὐτῶν ναῦς ἐς τὴν βασιλικὴν ἐν τῇ περὶ Ῥόδον ναυμαχίᾳ λαθοῦσα ἐνέβαλε, πρῶτα μὲν ἐδήμευσε τὰ ὄντα Χίοις τοῖς ἐς Σύλλαν φυγοῦσιν, ἑξῆς δʼ ἔπεμπε τοὺς τὰ Ῥωμαίων ἐρευνησομένους ἐν Χίῳ. καὶ τρίτον Ζηνόβιος στρατιὰν ἄγων ὡς ἐς τὴν Ἑλλάδα διαβαλῶν, τὰ τείχη τῶν Χίων, καὶ ὅσα ἄλλα ἐρυμνὰ χωρία, τῆς νυκτὸς κατέλαβε, καὶ ταῖς πύλαις φρουρὰν ἐπιστήσας ἐκήρυσσε τοὺς μὲν ξένους ἀτρεμεῖν, Χίους δὲ ἐς ἐκκλησίαν συνελθεῖν, ὡς διαλεξόμενος αὐτοῖς τι παρὰ τοῦ βασιλέως. ἐπεὶ δὲ συνῆλθον, ἔλεξεν ὅτι βασιλεὺς ὕποπτον ἔχει τὴν πόλιν διὰ τοὺς ῥωμαΐζοντας, παύσεται δὲ ἐὰν τά τε ὅπλα παραδῶτε καὶ ὅμηρα τῶν παίδων τοὺς ἀρίστους. οἱ μὲν δὴ κατειλημμένην σφῶν τὴν πόλιν ὁρῶντες ἔδοσαν ἄμφω, καὶ Ζηνόβιος αὐτὰ ἐς Ἐρυθρὰς ἐξέπεμψεν ὡς αὐτίκα τοῖς Χίοις γράψοντος τοῦ βασιλέως·
米特里达梯得知如此惨败的消息后,面对如此变故,当下惊恐万状,但仍迅速从属下各族中紧急召集另一支军队。他料想必有人会因这次战败而在此刻、抑或寻得其他时机袭击自己,遂赶在战事更加白热化之前,开始清除所有令人生疑之人。首先,对于加拉太人的诸位封君,无论是以朋友身份归附于他的,还是不肯服从他的,除逃脱的三人之外,全部连同妻儿一并诛杀;他对一部分人派遣伏兵截杀,对另一部分人则在一夜的宴饮中加以杀害;因为他认为,一旦苏拉逼近,这些人中没有一个会对他保持忠诚。他侵吞了他们的财产,在各城池进驻守军,并派遣欧马科斯作为总督统治该部族;但逃脱的封君立即从乡野聚集军队,连同守军一并驱逐,将他逐出加拉太。米特里达梯在加拉太人身上所得的唯有金钱而已。 至于奇奥斯人,米特里达梯因在罗得岛海战中其一艘战船误撞皇家旗舰而对其怀恨在心,他先是没收了投奔苏拉的奇奥斯人的财产,接着派人搜查在奇奥斯境内的罗马人产业。第三步,泽诺比乌斯率军假称渡海前往希腊,乘夜占领了奇奥斯人的城墙以及其他所有要塞;他在各城门布设卫兵,宣告外邦人保持安静,而奇奥斯人则齐集公民大会,声称要向他们传达国王的旨意。待他们聚集后,他声称国王因城中亲罗马分子而对该城起疑,但只要他们缴械并交出贵族子弟作为人质,国王便不再怀疑。奇奥斯人见城池已被占领,遂将两者悉数交出;泽诺比乌斯将其送往埃律特莱,声称国王即刻便会致信奇奥斯人。
ἐπιστολὴ δὲ ἧκε Μιθριδάτου τάδε λέγουσα· εὖνοι καὶ νῦν ἐστὲ Ῥωμαίοις, ὧν ἔτι πολλοὶ παρʼ ἐκείνοις εἰσί, καὶ τὰ ἐγκτήματα Ῥωμαίων καρποῦσθε, ἡμῖν οὐκ ἀναφέροντες. ἔς τε τὴν ἐμὴν ναῦν ἐν τῇ περὶ Ῥόδον ναυμαχίᾳ τριήρης ὑμετέρα ἐνέβαλέ τε καὶ κατέσεισεν. ὃ ἐγὼ περιέφερον ἑκὼν ἐς μόνους τοὺς κυβερνήτας, εἰ δύναισθε σώζεσθαι καὶ ἀγαπᾶν.3 λανθάνοντες δὲ καὶ νῦν τοὺς ἀρίστους ὑμῶν ἐς Σύλλαν διεπέμψατε, καὶ οὐδένα αὐτῶν ὡς οὐκ ἀπὸ τοῦ κοινοῦ ταῦτα πράττοντα ἐνεδείξατε οὐδʼ ἐμηνύσατε, ὃ τῶν οὐ συμπεπραχότων ἔργον ἦν. τοὺς οὖν ἐπιβουλεύοντας μὲν τῇ ἐμῇ ἀρχῇ, ἐπιβουλεύσαντας δὲ καὶ τῷ σώματι, οἱ μὲν ἐμοὶ φίλοι ἐδικαίουν ἀποθανεῖν, ἐγὼ δʼ ὑμῖν τιμῶμαι δισχιλίων ταλάντων.4 τοσαῦτα μὲν ἡ ἐπιστολὴ περιεῖχεν, οἱ δʼ ἐβούλοντο μὲν ἐς αὐτὸν πρεσβεῦσαι, Ζηνοβίου δὲ κατακωλύοντος, ὅπλων τε ἀφῃρημένοι, καὶ παίδων σφίσι τῶν ἀρίστων ἐχομένων, στρατιᾶς τε βαρβαρικῆς τοσαύτης ἐφεστώσης, οἰμώζοντες ἔκ τε ἱερῶν κόσμους καὶ τὰ τῶν γυναικῶν πάντα ἐς τὸ πλήρωμα τῶν δισχιλίων ταλάντων συνέφερον. ὡς δὲ καὶ ταῦτʼ ἐπεπλήρωτο, αἰτιασάμενος τὸν σταθμὸν ἐνδεῖν ὁ Ζηνόβιος ἐς τὸ θέατρον αὐτοὺς συνεκάλει, καὶ τὴν στρατιὰν περιστήσας μετὰ γυμνῶν ξιφῶν ἀμφί τε τὸ θέατρον αὐτὸ καὶ τὰς ἀπʼ αὐτοῦ μέχρι τῆς θαλάσσης ὁδοὺς ἦγε τοὺς Χίους, ἀνιστὰς ἕκαστον ἐκ τοῦ θεάτρου, καὶ ἐνετίθετο ἐς τὰς ναῦς, ἑτέρωθι μὲν τοὺς ἄνδρας, ἑτέρωθι δʼ αὐτῶν τὰ γύναια καὶ τὰ παιδία, βαρβαρικῶς ὑπὸ τῶν ἀγόντων ὑβριζόμενα. ἀνάσπαστοι δʼ ἐντεῦθεν ἐς Μιθριδάτην γενόμενοι διεπέμφθησαν ἐς τὸν Πόντον τὸν Εὔξεινον.
米特里达梯的信函随即送达,内容如下: “你们如今依然亲善罗马人,你们中仍有许多人在他们那里,你们享用罗马人的地产收益,却不向我们上缴。在罗得岛海战中,你们的三列桨座战船撞击了我的船只并造成剧烈震动。我当时故意将罪责全推给舵手,本希望你们得以保全并知足安分。然而你们如今仍暗中派遣要人前往苏拉处,却未曾将他们中任何一人告发指控为非经城邦公意行事,而这本是不曾同谋者的应有之举。因此,对于图谋反叛我的统治、甚至图谋谋害我人身者,我的近臣虽主张处死,我却对你们课以两千塔兰同的罚金。” 信中内容大略如此。奇奥斯人本欲遣使向他陈情,却遭泽诺比乌斯阻拦;他们武器已被剥夺,贵胄子弟被扣为人质,又面临如此庞大的蛮族军队压境,只得哀号着将神庙的饰物与妇女所有的珍宝全部凑集起来,以凑足两千塔兰同之数。待这笔款项亦凑齐后,泽诺比乌斯却诬称分量不足,将他们召集至剧场。他令军队拔剑环守剧场本身及通往海边的道路,强令奇奥斯人一一自剧场起立押走,将他们载入船中,男人们置于一处,妇孺则置于另一处,遭到押送兵卒极尽野蛮的凌辱。他们自此被强行掳往米特里达梯处,随后被发配往黑海。
- 746νομίσας δʼ ἄν τινας αὑτῷ διὰ τὴν ἧτταν ἢ νῦν, ἢ εἴ τινα καιρὸν ἄλλον εὕροιεν, ἐπιθήσεσθαι
置于 νομίσας δʼ 之后的小词 ἄν 与间接引语中的将来时不定式 ἐπιθήσεσθαι 构成潜在语气(“料想必有人会袭击自己”)。它同时统摄两种假设情况:ἢ νῦν(“或在此时”)与条件希求法从句 ἢ εἴ τινα καιρὸν ἄλλον εὕροιεν(“或寻得其他时机”)。
- 746αὐταῖς φρουραῖς
带有代词 αὐτός 的与格,表示伴随与包含(“连同守军一并”),属典型的伴随性与格(sociative dative)。
- 747εἰ δύναισθε σώζεσθαι καὶ ἀγαπᾶν
带有希求法 δύναισθε 的条件从句,表达间接的期望或目的(“寄望你们得以保全并知足安分”),用以说明主句动词 περιέφερον(转移过错)的动机。
- 747τιμῶμαι δισχιλίων ταλάντων
中动相动词 τιμῶμαι 为法庭用语,意为“评估/课处(罚金)”,支配表示价格或刑罚的属格 δισχιλίων ταλάντων(“两千塔兰同”),与格 ὑμῖν 则表示受罚对象。
