← 阿庇安

米特拉达梯战争

§643-645

海罗尼亚会战与阿耳刻拉奥斯的溃败

在海罗尼亚战役中,阿耳刻拉奥斯仓促出击并企图包围罗马军队,但在苏拉的果断反击下全军溃败,其关闭营门的拙劣决策更致使部队遭受毁灭性屠杀。苏拉彻底巩固胜局并处置战利品,而仅携残兵逃往哈尔基斯的阿耳刻拉奥斯则沦为袭扰沿海岛屿的劫掠者。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§643

ὁ δʼ Ἀρχέλαος δυνηθεὶς ἂν καὶ ὣς ἀπὸ τοῦ χάρακος εὐσταθῶς ἀπομάχεσθαι,1 τάχα οἱ καὶ τῶν κρημνῶν ἐς τοῦτο συλλαμβανόντων, ἐξῆγε σὺν ἐπείξει καὶ διέτασσε μετὰ σπουδῆς τοσόνδε πλῆθος οὐ προεγνωκότων ἀνδρῶν, ἐν στενωτάτῳ μάλιστα γεγονὼς διὰ τὸν Σύλλαν ἤδη πλησιάζοντα. τοὺς δʼ ἱππέας πρώτους ἐπαγαγὼν μετὰ δρόμου πολλοῦ, διέτεμε τὴν φάλαγγα Ῥωμαίων ἐς δύο, καὶ εὐμαρῶς ἑκατέρους ἐκυκλοῦτο διὰ τὴν ὀλιγότητα. οἱ δʼ ἀπεμάχοντο μὲν ἐγκρατῶς, ἐς πάντας ἐπιστρεφόμενοι, μάλιστα δʼ ἐπόνουν οἱ περὶ Γάλβαν τε καὶ Ὁρτήσιον, καθʼ οὓς αὐτὸς ὁ Ἀρχέλαος ἐτέτακτο, τῶν βαρβάρων ὡς ἐν ὄψει στρατηγοῦ σὺν προθυμίᾳ σφοδρᾷ ἐπικειμένων, μέχρι τοῦ Σύλλα μεταχωροῦντος ἐς αὐτοὺς σὺν ἱππεῦσι πολλοῖς, ὁ Ἀρχέλαος ἀπὸ τῶν σημείων στρατηγικῶν ὄντων καὶ τοῦ κονιορτοῦ πλείονος αἰρομένου τεκμηράμενος εἶναι Σύλλαν τὸν ἐπιόντα, λύσας τὴν κύκλωσιν ἐς τάξιν ἀνεχώρει.2 ὁ δὲ τῶν τε ἱππέων τὸ ἄριστον ἄγων, καὶ δύο νεαλεῖς σπείρας ἐν τῇ παρόδῳ προσλαβών, αἳ ἐτετάχατο ἐφεδρεύειν, οὔπω τὸν κύκλον τοῖς πολεμίοις ἐξελίξασιν, οὐδʼ ἐς μέτωπον εὐσταθῶς διατεταγμένοις, ἐνέβαλε, καὶ θορυβήσας ἔκοψέ τε καὶ ἐς φυγὴν τραπέντας ἐδίωκεν. ἀρξαμένης δʼ ἐνταῦθα τῆς νίκης, οὐδὲ Μουρήνας ἠλίνυεν ἐπὶ τοῦ λαιοῦ τεταγμένος, ἀλλʼ ὀνειδίσας τοῖς ἀμφʼ αὑτὸν καὶ γενναίως ἐμπεσὼν ἐδίωκε κἀκεῖνος.

阿耳刻拉奥斯原本即使依凭营寨亦能稳固防守,且悬崖险阻在此事上或许亦能助他一臂之力,但他却因苏拉业已逼近而深陷极其狭隘的绝境,以致仓促率军出击,匆忙整列如此大批未作预先准备的兵卒。他率先率骑兵疾驰猛冲,将罗马人的方阵斩断为二,并因罗马兵少而轻易对两部展开包围。罗马人虽四面御敌、坚决还击,但加尔巴与霍尔滕西乌斯所部尤陷苦战,阿耳刻拉奥斯本人正部署在他们对面,蛮族士兵犹如在统帅眼皮底下一般极力猛攻;直到苏拉率大批骑兵转进驰援之时,阿耳刻拉奥斯根据将领的军旗以及扬起的更大尘烟推断来者正是苏拉,遂解除包围后撤以重整阵型。苏拉则率领骑兵精锐,沿途带上原本部署为预备队的两支齐整大队,趁敌军尚未解开环形队形、亦未面向前方稳固布阵之际发起猛攻,打乱其阵脚予以斩杀,并在敌人溃逃时一路追击。胜利既由此处开启,部署在左翼的穆雷纳亦未坐视,他斥责身旁众人,英勇杀入,亦展开追击。

§644

τρεπομένων δʼ ἤδη τῶν Ἀρχελάου κερῶν, οὐδʼ οἱ μέσοι τὴν τάξιν ἐφύλασσον, ἀλλʼ ἀθρόα πάντων ἐγίγνετο φυγή. ἔνθα δὴ πάντα ὅσα εἴκασεν ὁ Σύλλας, ἐνέπιπτε τοῖς πολεμίοις· οὐ γὰρ ἔχοντες ἀναστροφὴν εὐρύχωρον οὐδὲ πεδίον ἐς φυγήν, ἐπὶ τοὺς κρημνοὺς ὑπὸ τῶν διωκόντων ἐωθοῦντο, καὶ αὐτῶν οἱ μὲν ἐξέπιπτον πρὸς αὐτόν, οἱ δʼ εὐβουλότερον ἐς τὸ στρατόπεδον ἐφέροντο. Ἀρχέλαος δʼ αὐτοὺς προλαβών, ἀπειρότατα δὴ τότε μάλιστα συμφορῶν πολεμικῶν, ἀπέκλειε, καὶ ἐπιστρέφειν ἐς τοὺς πολεμίους ἐκέλευεν. οἱ δʼ ἀνέστρεφον μὲν ἐκ προθυμίας, οὔτε δὲ στρατηγῶν ἢ ἐπιστατῶν ἐς διάταξιν ἔτι σφίσι παρόντων, οὔτε τὰ σημεῖα ἕκαστοι τὰ ἑαυτῶν ἐπιγιγνώσκοντες ὡς ἐν ἀκόσμῳ τροπῇ διερριμμένοι, χωρίου τε καὶ ἐς φυγὴν καὶ ἐς μάχην ἀποροῦντες, στενωτάτου τότε μάλιστα αὐτοῖς διὰ τὴν δίωξιν γενομένου, ἐκτείνοντο μετʼ ἀργίας, οἱ μὲν ὑπὸ τῶν πολεμίων, οὐδὲν ἀντιδρᾶσαι φθάνοντες, οἱ δὲ ὑπὸ σφῶν αὐτῶν ὡς ἐν πλήθει καὶ στενοχωρίᾳ θορυβούμενοι. πάλιν τε κατέφυγον ἐπὶ τὰς πύλας, καὶ εἰλοῦντο περὶ αὐτὰς ἐπιμεμφόμενοι τοῖς ἀποκλείουσιν. θεούς τε πατρίους αὐτοῖς καὶ τὴν ἄλλην οἰκειότητα σὺν ὀνείδει προύφερον, ὡς οὐχ ὑπὸ τῶν ἐχθρῶν μᾶλλον ἢ τῶνδε ὑπερορώντων αὑτοὺς ἀναιρούμενοι, ἔστε μόλις αὐτοῖς ὁ Ἀρχέλαος, ὀψὲ τῆς χρείας,3 ἀνεῴγνυ τὰς πύλας καὶ ὑπεδέχετο μετʼ ἀταξίας ἐστρέχοντας. οἱ δὲ Ῥωμαῖοι ταῦτα συνιδόντες, καὶ παρακαλέσαντες τότε μάλιστα ἀλλήλους, δρόμῳ τοῖς φεύγουσι συνεσέπιπτον ἐς τὸ στρατόπεδον, καὶ τὴν νίκην ἐς τέλος ἐξειργάσαντο.

随着阿耳刻拉奥斯的两翼溃散,中军亦不再坚守阵型,全军陷入全面溃逃。在此,苏拉所预料的一切果然悉数降临于敌军头上:他们既无宽敞之地回旋,亦无平原可供逃跑,被追击者推挤向悬崖绝壁,其中一部分人坠落崖下,另一部分人则较为明智地奔向军营。然而阿耳刻拉奥斯抢先赶到营寨,在战祸面前表现得最为缺乏经验,竟将他们拒之门外,命令他们反身迎敌。士兵们虽极力转身,但既无将领或军官在场重整队形,在混乱的溃逃中散乱不堪的士兵亦各自认不出所属的军旗,且无论逃跑抑或交战皆无地立足——此地因敌军追击而在当时对他们变得最为狭隘——遂毫无还手之力地惨遭杀戮,一部分人根本来不及作出任何反击便被敌人斩杀,另一部分人则在人多地狭的骚乱中自相残杀。他们再次逃回营门,挤作一团,斥责关闭营门之人。他们满怀怨愤地向其搬出先祖的神灵与同胞之谊,声称自己与其说是被敌人所杀,不如说是被蔑视自己的同胞所害;直到最后,阿耳刻拉奥斯在已然为时太晚之际才勉强为他们打开营门,接纳狼狈奔入的溃兵。罗马人见此情景,更加相互激励,与逃兵一同狂奔杀入营寨,彻底锁定了全盘胜利。

§645

Ἀρχέλαος δὲ καὶ ὅσοι ἄλλοι κατὰ μέρος ἐξέφυγον, ἐς Χαλκίδα συνελέγοντο, οὐ πολὺ πλείους μυρίων ἐκ δώδεκα μυριάδων γενόμενοι. Ῥωμαίων δὲ ἔδοξαν μὲν ἀποθανεῖν πεντεκαίδεκα ἄνδρες, δύο δʼ αὐτῶν ἐπανῆλθον. τοῦτο μὲν δὴ Σύλλᾳ καὶ Ἀρχελάῳ τῷ Μιθριδάτου στρατηγῷ τῆς περὶ Χαιρώνειαν μάχης τέλος ἦν, διʼ εὐβουλίαν δὴ μάλιστα Σύλλα καὶ διʼ ἀφροσύνην Ἀρχελάου τοιόνδε ἑκατέρῳ γενόμενον. Σύλλας δὲ πολλῶν μὲν αἰχμαλώτων πολλῶν δʼ ὅπλων καὶ λείας κρατῶν, τὰ μὲν ἀχρεῖα σωρευθέντα, διαζωσάμενος ὡς ἔθος ἐστὶ Ῥωμαίοις, αὐτὸς ἐνέπρησε τοῖς ἐνυαλίοις θεοῖς, ἀναπαύσας δὲ τὴν στρατιὰν ἐπʼ ὀλίγον, ἐς τὸν Εὔριπον σὺν εὐζώνοις ἐπὶ τὸν Ἀρχέλαον ἠπείγετο. Ῥωμαίων δὲ ναῦς οὐκ ἐχόντων, ἀδεῶς τὰς νήσους περιέπλει τὰ παράλια πορθῶν. Ζακύνθῳ δʼ ἐκβὰς παρεστρατοπέδευσεν. καὶ τινῶν Ῥωμαίων, οἳ ἐπεδήμουν, νυκτὸς ἐπιθεμένων αὐτῷ, κατὰ τάχος ἐσβὰς αὖθις ἀνήγετο ἐς Χαλκίδα, λῃστεύοντι μᾶλλον ἢ πολεμοῦντι ἐοικώς.

阿耳刻拉奥斯及其他个别逃脱者在哈尔基斯集结,十二万人中仅余万余人出头。罗马方面据称有十五人阵亡,但其中两人后来生还。这便是苏拉与米特里达梯的统帅阿耳刻拉奥斯在海罗尼亚之战的结局,两人的结局之所以如此,主要归因于苏拉的深谋远虑与阿耳刻拉奥斯的鲁莽愚昧。苏拉捕获了众多战俘,缴获了大量兵器与战利品,他将无用之物堆积起来,按罗马人的习俗束紧外袍,亲手点火献祭给战神;稍事休整军队后,他率轻装部队奔赴欧里普斯海峡追击阿耳刻拉奥斯。但由于罗马人没有船只,阿耳刻拉奥斯肆无忌惮地在各岛屿间穿梭巡航,劫掠沿海地区。他在扎昆索斯岛登陆并扎营,但由于当地逗留的部分罗马人在夜间对其发起突袭,他仓皇登船再度撤回哈尔基斯,其举动宛如海盗而非行军打仗之人。

语法注3 条
  1. 643δυνηθεὶς ἂν καὶ ὣς ἀπὸ τοῦ χάρακος εὐσταθῶς ἀπομάχεσθαι

    分词 δυνηθείς 与 ἄν 连用,相当于潜势或与事实相反的条件句结果从句(等同于 ἐδύνατο ἄν 或 δύναιτο ἄν),在此带有让步意味:“尽管他本可以即使如此亦依凭营寨稳固防守”,与后文的主动词 ἐξῆγε 形成鲜明对比。

  2. 643μέχρι τοῦ Σύλλα μεταχωροῦντος ἐς αὐτοὺς σὺν ἱππεῦσι πολλοῖς, ὁ Ἀρχέλαος ... ἀνεχώρει

    连词 μέχρι 引导时间状语从句 ὁ Ἀρχέλαος ... ἀνεχώρει(“直到阿耳刻拉奥斯……后撤”),其后紧接插入独立属格短语 τοῦ Σύλλα μεταχωροῦντος ἐς αὐτοὺς σὺν ἱππεῦσι πολλοῖς(“当苏拉率大批骑兵向他们转进之时”,其中 τοῦ 为专有名词 Σύλλα 的冠词)以交代背景。

  3. 644ὀψὲ τῆς χρείας

    时间副词 ὀψέ 支配表示关联或分离的属格 τῆς χρείας 的惯用表达,字面意为“对于需要而言已晚”,即“为时太晚而无济于事”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg014.humanitext-grc2:643-645