← 阿庇安

米特拉达梯战争

§748-750

亚细亚诸城邦的叛乱与奥尔科墨诺斯战役

小亚细亚的以弗所等城邦反抗米特里达梯,国王遂以宽免政策收买人心并展开残酷清洗。在希腊战场,苏拉在奥尔科墨诺斯战役中大破阿克拉奥斯统领的庞大军队,并强攻其营盘,彻底歼灭敌军主力。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§748

καὶ Χῖοι μὲν ὧδε ἐπεπράχεσαν, Ζηνόβιον δὲ Ἐφέσιοι μετὰ στρατιωτῶν προσιόντα ἐκέλευον ἐξοπλίσασθαί τε παρὰ ταῖς πύλαις καὶ σὺν ὀλίγοις ἐσελθεῖν. ὁ δʼ ὑπέστη μὲν ταῦτα, καὶ ἐσῆλθε πρὸς Φιλοποίμενα τὸν πατέρα Μονίμης τῆς ἐρωμένης Μιθριδάτου, ἐπίσκοπον Ἐφεσίων ἐκ Μιθριδάτου καθεστηκότα, καὶ συνελθεῖν οἱ τοὺς Ἐφεσίους ἐς ἐκκλησίαν ἐκήρυττεν. οἱ δὲ οὐδὲν χρηστὸν ἔσεσθαι παρʼ αὐτοῦ προσδοκῶντες ἐς τὴν ἐπιοῦσαν ἀνέθεντο,1 καὶ νυκτὸς ἀλλήλους ἀγείραντές τε καὶ παρακαλέσαντες, Ζηνόβιον μὲν ἐς τὸ δεσμωτήριον ἐμβαλόντες ἔκτειναν, καὶ τὰ τείχη κατεῖχον, καὶ τὸ πλῆθος συνελόχιζον, καὶ τὰ ἐκ τῶν ἀγρῶν συνέλεγον, καὶ τὴν πόλιν ὅλως διὰ χειρὸς εἶχον. ὧν πυνθανόμενοι Τραλλιανοὶ καὶ Ὑπαιπηνοὶ καὶ Μεσοπολῖται καί τινες ἄλλοι, τὰ Χίων πάθη δεδιότες, ὅμοια τοῖς Ἐφεσίοις ἔδρων. Μιθριδάτης δʼ ἐπὶ μὲν τὰ ἀφεστηκότα στρατιὰν ἐξέπεμπε, καὶ πολλὰ καὶ δεινὰ τοὺς λαμβανομένους ἔδρα· δείσας δὲ περὶ τοῖς λοιποῖς τὰς πόλεις τὰς Ἑλληνίδας ἠλευθέρου, καὶ χρεῶν ἀποκοπὰς αὐτοῖς ἐκήρυσσε, καὶ τοὺς ἐν ἑκάστῃ μετοίκους πολίτας αὐτῶν ἐποίει καὶ τοὺς θεράποντας ἐλευθέρους, ἐλπίσας, ὅπερ δὴ καὶ συνηνέχθη, τοὺς κατάχρεως καὶ μετοίκους καὶ θεράποντας, ἡγουμένους ἐν τῇ Μιθριδάτου ἀρχῇ βεβαίως τὰ δοθέντα αὐτοῖς ἕξειν, εὔνους αὑτῷ γενήσεσθαι. Μυννίων δὲ καὶ Φιλότιμος οἱ Σμυρναῖοι καὶ Κλεισθένης καὶ Ἀσκληπιόδοτος οἱ Λέσβιοι, βασιλεῖ γνώριμοι πάντες, ὁ δὲ Ἀσκληπιόδοτος αὐτὸν καὶ ξεναγήσας ποτέ, ἐπιβουλὴν ἐπὶ τὸν Μιθριδάτην συνετίθεσαν· ἧς αὐτὸς ὁ Ἀσκληπιόδοτος μηνυτὴς ἐγένετο, καὶ ἐς πίστιν ὑπὸ κλίνῃ τινὶ παρεσκεύασεν ἀκοῦσαι τοῦ Μυννίωνος. ἁλούσης δὲ τῆς ἐπιβουλῆς οἱ μὲν αἰκισθέντες ἐκολάσθησαν, ὑποψία δʼ ἐς τὰ ὅμοια πολλοὺς κατεῖχεν. ὡς δὲ καὶ Περγαμηνῶν τὰ αὐτὰ βουλεύοντες ὀγδοήκοντα ἄνδρες ἑάλωσαν, καὶ ἐν ἄλλαις πόλεσιν ἕτεροι, ζητητὰς ὁ Μιθριδάτης πανταχοῦ περιέπεμπεν, οἵ, τοὺς ἐχθροὺς ἐνδεικνύντων ἑκάστων, ἔκτειναν ἀμφὶ τοὺς χιλίους καὶ ἑξακοσίους ἄνδρας. ὧν οἱ κατηγορήσαντες οὐ πολὺ ὕστερον οἱ μὲν ὑπὸ Σύλλα ληφθέντες διεφθάρησαν, οἱ δὲ προανεῖλον ἑαυτούς, οἱ δʼ ἐς τὸν Πόντον αὐτῷ Μιθριδάτῃ συνέφευγον.

奇奥斯人便遭受了这般下场,而当泽诺比乌斯率军逼近时,以弗所人命他在城门旁解除武装,仅带少数随从入城。他接受了这些条件,前往会见受米特里达梯任命为以弗所督办、国王宠妾莫妮梅的父亲菲洛波埃门,并宣告以弗所人聚集召开公民大会。然而,以弗所人料定从他那里不会得到任何善待,遂将会议延期至次日;在夜间,他们相互串联激励,将泽诺比乌斯投入监狱处死,并控制了城墙,将民众编为战队,从乡间收聚物资,彻底将城邦掌握在自己手中。特拉勒斯人、许派帕人、梅索波利斯人及若干其他城邦得知此事后,惧怕落得奇奥斯人一般的惨祸,亦纷纷仿效以弗所人的做法。米特里达梯对背叛的城邦派遣军队,对被擒获者施以诸般严酷的惩罚;但出于对其余城邦的忧虑,他宣布希腊各城邦为自由邦,向他们布告免除债务,并将各城邦的侨民升为公民,释放奴隶为自由人——他指望负债者、侨民和奴隶们料想在米特里达梯统治下才能稳固保有获赐之物,因而会归心于他,而事实也果真如此。与此同时,士麦那人明尼昂与菲洛提莫斯,以及莱斯博斯人克利斯提尼与阿斯克勒庇奥多托斯——他们皆为国王的旧识,阿斯克勒庇奥多托斯甚至曾款待过国王——密谋刺杀米特里达梯。然而阿斯克勒庇奥多托斯本人却出卖了密谋,为了提供实据,他安排国王藏匿于一张卧榻之下,偷听明尼昂的言论。密谋败露后,同谋者经受严刑拷打后被处决,而关于类似图谋的猜疑笼罩了许多人。当帕加马城中亦有谋划同类阴谋的八十人被捕、其他城邦亦有他人获罪时,米特里达梯向各地派出查办官;在人们彼此检举私仇的过程中,他们处死了约一千六百人。告发他人者不久之后,有的被苏拉擒获处死,有的事先自尽,有的则随米特里达梯本人逃往本都。

§749

γιγνομένων δὲ τῶνδε περὶ τὴν Ἀσίαν, ὀκτὼ μυριάδων στρατὸς ἤθροιστο τῷ Μιθριδάτῃ, καὶ αὐτὸν Δορύλαος πρὸς Ἀρχέλαον ἦγεν ἐς τὴν Ἑλλάδα, ἔχοντα τῶν προτέρων ἔτι μυρίους. ὁ δὲ Σύλλας ἀντεστρατοπέδευε μὲν Ἀρχελάῳ περὶ Ὀρχομενόν, ὡς δὲ εἶδε τῆς ἐπελθούσης ἵππου τὸ πλῆθος, ὤρυσσε τάφρους πολλὰς ἀνὰ τὸ πεδίον, εὖρος δέκα πόδας, καὶ ἐπιόντος αὐτῷ τοῦ Ἀρχελάου ἀντιπαρέταξεν. ἀσθενῶς δὲ τῶν Ῥωμαίων διὰ δέος τῆς ἵππου μαχομένων, ἐς πολὺ μὲν αὐτοὺς παριππεύων παρεκάλει καὶ ἐπέσπερχε σὺν ἀπειλῇ, οὐκ ἐπιστρέφων δʼ αὐτοὺς ἐς τὸ ἔργον οὐδʼ ὥς, ἐξήλατο τοῦ ἵππου, καὶ σημεῖον ἁρπάσας ἀνὰ τὸ μεταίχμιον ἔθει μετὰ τῶν ὑπασπιστῶν, κεκραγώς· εἴ τις ὑμῶν, ὦ Ῥωμαῖοι, πύθοιτο, ποῦ Σύλλαν τὸν στρατηγὸν ὑμῶν αὐτῶν προυδώκατε, λέγειν, ἐν Ὀρχομενῷ μαχόμενον.2 οἱ δʼ ἡγεμόνες αὐτῷ κινδυνεύοντι συνεξέθεον ἐκ τῶν ἰδίων τάξεων, συνεξέθεον δὲ καὶ ἡ ἄλλη πληθὺς αἰδουμένη, παλίωξίν τε εἰργάσαντο. καὶ τῆς νίκης ἀρχομένης, ἀναθορὼν αὖθις ἐπὶ τὸν ἵππον ἐπῄνει τὸν στρατὸν περιιὼν καὶ ἐπέσπερχεν, ἕως τέλεον αὐτοῖς τὸ ἔργον ἐξετελέσθη. καὶ τῶν πολεμίων ἀπώλοντο μὲν ἀμφὶ τοὺς μυρίους καὶ πεντακισχιλίους, καὶ τούτων ἦσαν οἱ μύριοι ἱππεῖς μάλιστα, καὶ σὺν αὐτοῖς ὁ παῖς Ἀρχελάου Διογένης· οἱ πεζοὶ δʼ ἐς τὸ στρατόπεδον συνέφυγον.

正当小亚细亚发生这些变故之际,米特里达梯已集结了八万大军,多律拉奥斯率领这支军队前往希腊与阿克拉奥斯会合,后者手中尚有一万旧部。苏拉在奥尔科墨诺斯附近与阿克拉奥斯对垒;当他见到来袭的敌骑漫山遍野时,便在平原上挖掘了数道宽达十英尺的壕堑,待阿克拉奥斯进攻时列阵相迎。但由于罗马士兵惧怕骑兵而战斗消极,苏拉策马巡行良久,不断激励并施加威胁以催促奋战。见即便如此仍无法使他们投入战斗,他遂翻身下马,夺过一面军旗,与持盾侍从一同冲入两军阵线之间,高声喊道: “罗马人啊,若有人问你们在何处背弃了你们自己的统帅苏拉,就说是他在奥尔科墨诺斯血战之时!” 诸位军官见他身陷险境,纷纷脱离各自阵列随他冲出,其余将士亦因羞愧而一并杀出,形成了反扑之势。战局初露胜机,苏拉再次翻身上马,巡行各营称赞激励将士,直至他们彻底克敌制胜。敌军阵亡约一万五千人,其中近万人为骑兵,阿克拉奥斯之子狄奥根尼斯亦在其中;步兵则溃逃入其营盘。

§750

καὶ δείσας ὁ Σύλλας μὴ πάλιν αὐτὸν ὁ Ἀρχέλαος, οὐκ ἔχοντα ναῦς, ἐς Χαλκίδα ὡς πρότερον διαφύγοι, τὸ πεδίον ὅλον ἐκ διαστημάτων ἐνυκτοφυλάκει. καὶ μεθʼ ἡμέραν, στάδιον οὐχ ὅλον ἀποσχὼν τοῦ Ἀρχελάου, τάφρον αὐτῷ περιώρυσσεν οὐκ ἐπεξιόντι. καὶ παρεκάλει τότε μάλιστα τὴν ἑαυτοῦ στρατιὰν ἐκπονῆσαι τοῦ παντὸς πολέμου τὸ ἔτι λείψανον ὡς τῶν πολεμίων αὐτὸν οὐδʼ ὑφισταμένων, καὶ ἐπῆγεν αὐτὴν ἐπὶ τὸ χαράκωμα τοῦ Ἀρχελάου. ὅμοια δʼ ἐκ μεταβολῆς ἐγίγνετο καὶ παρὰ τοῖς πολεμίοις ὑπʼ ἀνάγκης, τῶν ἡγεμόνων αὐτοὺς περιθεόντων, καὶ τὸν παρόντα κίνδυνον προφερόντων τε, καὶ ὀνειδιζόντων εἰ μηδʼ ἀπὸ χάρακος ἀπομαχοῦνται3 τοὺς ἐχθροὺς ὀλιγωτέρους ὄντας. ὁρμῆς δὲ καὶ βοῆς ἑκατέρωθεν γενομένης, πολλὰ μὲν ἐγίγνετο ἐπʼ ἀμφοῖν ἔργα πολέμου, γωνίαν δέ τινα τοῦ χαρακώματος οἱ Ῥωμαῖοι, τὰς ἀσπίδας σφῶν ὑπερσχόντες, ἤδη διέσπων, καὶ οἱ βάρβαροι καταθορόντες ἀπὸ τοῦ χαρακώματος ἔσω τῆς γωνίας περιέστησαν αὐτὴν ὡς τοῖς ξίφεσιν ἀμυνούμενοι τοὺς ἐστρέχοντας. οὐδέ τις ἐτόλμα, μέχρι Βάσιλλος ὁ τοῦ τέλους ταξίαρχος ἐσήλατο πρῶτος καὶ τὸν ὑπαντήσαντα ἔκτεινεν. τότε δʼ αὐτῷ συνεσέπιπτεν ὁ στρατὸς ἅπας, καὶ φυγὴ τῶν βαρβάρων ἐγίγνετο καὶ φόνος, τῶν μὲν καταλαμβανομένων, τῶν δʼ ἐς τὴν ἐγγὺς λίμνην ὠθουμένων τε καὶ νεῖν οὐκ ἐπισταμένων, ἀξύνετα βαρβαριστὶ τοὺς κτενοῦντας παρακαλούντων. Ἀρχέλαος δʼ ἐν ἕλει τινὶ ἐκρύφθη, καὶ σκάφους ἐπιτυχὼν ἐς Χαλκίδα διέπλευσεν. καὶ εἴ τις ἦν ἄλλη Μιθριδάτου στρατιὰ κατὰ μέρος ποι διατεταγμένη, πάντας αὐτοὺς ἐκάλει κατὰ σπουδήν.

苏拉因手中无船,惧怕阿克拉奥斯如先前一般再次逃往哈尔基斯,遂夜间在整座平原上设岗值守。天明之后,他进至距阿克拉奥斯不到一斯塔德处,趁敌军不敢出战,在其营盘周围开挖壕沟。此时他极力号召己方军队一鼓作气消灭全场战争的最后残敌,因为敌人连抵挡都做不到;随后他率军向阿克拉奥斯的营垒栅栏发起强攻。而在形势陡变之下,敌军阵营中亦出于无奈出现了类似景象:将领们四处奔走,申明迫在眉睫的危机,并斥责士兵为何连倚仗营垒都无法击退人数少于自己的敌人。双方发起了冲击与呐喊,阵线各处展开了激烈的交战;罗马人将盾牌顶在头上,开始撕裂营垒的一角,而蛮族士兵从栅栏上跳入拐角内侧,拔剑环守,企图抵御冲入者。无人敢于率先闯入,直至大队的军团副官巴西路斯率先跃入,斩杀了当面之敌。此时全军随他一齐涌入,蛮族大溃并遭到屠杀;一部分人被追上斩首,另一部分人被挤入邻近的湖中,因不习水性,用难解的蛮族言语向将要杀死他们的人乞命。阿克拉奥斯潜藏于一片沼泽中,觅得一艘小舟渡往哈尔基斯。若米特里达梯还有其他分驻各处的军队,他便火速传召其悉数集结。

语法注3 条
  1. 748ἐς τὴν ἐπιοῦσαν ἀνέθεντο

    动词 ἀνατίθημι 的中间位不定过去时 ἀνέθεντο 与表示时间的前置词短语 ἐς τὴν ἐπιοῦσαν(省略 ἡμέραν)构成的习语,意为“将(公民大会/决议)推迟至次日”。上下文中的宾语在此省略。

  2. 749λέγειν, ἐν Ὀρχομενῷ μαχόμενον

    不定式 λέγειν 具有命令功能(命令性不定式),表达对士兵的直接命令“去说……”。紧随其后的分词 μαχόμενον 在语法上与作为 προυδώκατε 宾语的宾格 Σύλλαν 一致,表示情况:“是在他于奥尔科墨诺斯血战之时背弃了他”。

  3. 750εἰ μηδʼ ἀπὸ χάρακος ἀπομαχοῦνται

    连词 εἰ 连同将来时直陈式 ἀπομαχοῦνται 依附于分词 ὀνειδιζόντων(斥责),引导一个表示非难内容或缘由的名词性从句:“斥责他们连……都不能击退”。此处并非一般假定条件句,而是表达对既成事实之愤慨与责难的用法。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg014.humanitext-grc2:748-750