← 阿庇安

米特拉达梯战争

§641-642

苏拉的追击与海罗尼亚近郊之战

阿耳刻拉奥斯聚拢庞大军力自温泉关移驻福基斯,苏拉焚毁比雷埃夫斯后率劣势兵力尾随追踪。见阿耳刻拉奥斯在海罗尼亚附近的陡峭险地扎营,苏拉占领邻近开阔平原迫其决战,并击退了敌军骑兵与战车的突击。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§641

ἐντεῦθεν ὁ μὲν Ἀρχέλαος ἐπὶ Θεσσαλίαν διὰ Βοιωτῶν ἀνεζεύγνυ, καὶ συνῆγεν ἐς Θερμοπύλας τὰ λοιπὰ τοῦ τε ἰδίου στρατοῦ παντός, ὃν ἔχων ἦλθε, καὶ τοῦ σὺν Δρομιχαίτῃ παραγεγονότος. συνῆγε δὲ καὶ τὸ σὺν Ἀρκαθίᾳ τῷ παιδὶ τοῦ βασιλέως ἐς Μακεδονίαν ἐμβαλόν, ἀκραιφνέστατον δὴ καὶ πλῆρες ὂν τόδε μάλιστα, καὶ οὓς αὐτίκα ἄλλους ὁ Μιθριδάτης ἀπέστειλεν· οὐ γὰρ διέλιπεν ἐπιπέμπων. ὁ μὲν δὴ ταῦτα σὺν ἐπείξει συνῆγεν, ὁ δὲ Σύλλας τὸν Πειραιᾶ τοῦ ἄστεος μᾶλλον ἐνοχλήσαντά οἱ1 κατεπίμπρη, φειδόμενος οὔτε τῆς ὁπλοθήκης οὔτε τῶν νεωσοίκων οὔτε τινὸς ἄλλου τῶν ἀοιδίμων. καὶ μετὰ τοῦτʼ ἐπὶ τὸν Ἀρχέλαον ᾔει διὰ τῆς Βοιωτίας καὶ ὅδε. ὡς δʼ ἐπλησίασαν ἀλλήλοις, οἱ μὲν ἐκ Θερμοπυλῶν ἄρτι μετεχώρουν ἐς τὴν Φωκίδα, Θρᾷκές τε ὄντες καὶ ἀπὸ τοῦ Πόντου καὶ Σκύθαι καὶ Καππαδόκαι Βιθυνοί τε καὶ Γαλάται καὶ Φρύγες, καὶ ὅσα ἄλλα τῷ Μιθριδάτῃ νεόκτητα γένοιτο, πάντες ἐς δώδεκα μυριάδας ἀνδρῶν· καὶ στρατηγοὶ αὐτῶν ἦσαν μὲν καὶ κατὰ μέρος ἑκάστῳ, αὐτοκράτωρ δʼ Ἀρχέλαος ἐπὶ πᾶσιν. Σύλλας δʼ ἦγεν Ἰταλιώτας, καὶ Ἑλλήνων ἢ Μακεδόνων ὅσοι ἄρτι πρὸς αὐτὸν ἀπὸ Ἀρχελάου μετετίθεντο, ἢ εἴ τι ἄλλο περίοικον, οὐδʼ ἐς τριτημόριον τὰ πάντα τῶν πολεμίων.

由此,阿耳刻拉奥斯经由玻俄提亚撤兵前往色萨利,并在温泉关集结了他所率领的原有全部军队的残余,以及与德罗米凯特斯一同前来的部队的残余。他还汇集了随国王之子阿尔卡提亚斯侵入马其顿的部队——此部尤为齐整且兵力充实——以及米特里达梯立即派来的其他部队;盖因米特里达梯源源不断地增派军力。阿耳刻拉奥斯匆忙集结这些力量,苏拉则将比市区更令他苦恼的比雷埃夫斯付之一炬,既未放过军械库与船坞,亦未宽恕任何其他闻名遐迩的景观。此后,苏拉亦率军穿过玻俄提亚向阿耳刻拉奥斯进发。当两军相距渐近时,敌军正从温泉关移防福基斯,由色雷斯人、来自本都者、斯基泰人、卡帕多细亚人、比提尼亚人、加拉太人和弗里吉亚人,以及米特里达梯新征服的一切民族组成,全军共计约十二万人。他们各部分虽各设有将领,但阿耳刻拉奥斯为统领全军的最高指挥官。苏拉所率领的则是意大利诸族之兵,以及刚从阿耳刻拉奥斯阵营投向他的希腊人或马其顿人,抑或临近地区的其他部族,总数尚不及敌军的三分之一。

§642

Ἀντικαταστάντες δʼ ἀλλήλοις, ὁ μὲν Ἀρχέλαος ἐξέταττεν ἐς μάχην ἀεὶ προκαλούμενος, ὁ δὲ Σύλλας ἐβράδυνε, τὰ χωρία καὶ τὸ πλῆθος τῶν ἐχθρῶν περισκοπούμενος. ἀναχωροῦντι δʼ ἐς Χαλκίδα τῷ Ἀρχελάῳ παρακολουθῶν καιρὸν ἐπετήρει καὶ τόπον. ὡς δὲ αὐτὸν εἶδε περὶ Χαιρώνειαν ἐν ἀποκρήμνοις στρατοπεδευόμενον, ἔνθα μὴ κρατοῦσιν ἀποχώρησις οὐδεμία ἦν,2 πεδίον αὐτὸς εὐρὺ πλησίον καταλαβὼν εὐθὺς ἐπῆγεν ὡς καὶ ἄκοντα βιασόμενος ἐς μάχην Ἀρχέλαον· ἐν ᾧ σφίσι μὲν ὕπτιον καὶ εὐπετὲς ἐς δίωξιν καὶ ἀναχώρησιν ἦν πεδίον, Ἀρχελάῳ δὲ κρημνοὶ περιέκειντο, οἳ τὸ ἔργον οὐκ εἴων ἐν οὐδενὶ κοινὸν ὅλου τοῦ στρατοῦ γενέσθαι, συστῆναι διὰ τὴν ἀνωμαλίαν οὐκ ἔχοντος·3 τραπεῖσί τε αὐτοῖς ἄπορος διὰ τῶν κρημνῶν ἐγίγνετο ἡ φυγή. ὁ μὲν δὴ τοιοῖσδε λογισμοῖς τῇ δυσχωρίᾳ μάλιστα πιστεύων, ἐπῄει ὡς οὐδὲν ἐσομένου χρησίμου τοῦ πλήθους Ἀρχελάῳ· ὁ δʼ οὐκ ἐγνώκει μὲν αὐτῷ τότε συμπλέκεσθαι, διὸ καὶ ἀμελῶς ἐστρατοπέδευσεν, ἐπιόντος δὲ ἤδη τῆς δυσχωρίας ὀψὲ καὶ μόγις ᾐσθάνετο, καὶ προύπεμπέ τινας ἱππέας ἐς κώλυσιν αὐτοῦ. τραπέντων δʼ ἐκείνων καὶ ἐς τοὺς κρημνοὺς καταρριφθέντων, ἑξήκοντα αὖθις ἔπεμψεν ἅρματα, εἰ δύναιτο μετὰ ῥύμης κόψαι καὶ διαρρῆξαι τὴν φάλαγγα τῶν πολεμίων. διαστάντων δὲ τῶν Ῥωμαίων, τὰ μὲν ἅρματα ὑπὸ τῆς φορᾶς ἐς τοὺς ὀπίσω παρενεχθέντα τε καὶ δυσεπίστροφα ὄντα πρὸς τῶν ὑστάτων περιστάντων αὐτὰ καὶ ἐσακοντιζόντων διεφθείρετο·

双方对峙之际,阿耳刻拉奥斯列阵再三挑战,苏拉则暂缓交锋,仔细审察地形与敌军数量。在阿耳刻拉奥斯向哈尔基斯撤退时,苏拉紧紧尾随,窥伺有利的时机与地点。当见到阿耳刻拉奥斯在海罗尼亚附近的陡峭之地扎营,此处对不胜者而言根本无路可退,苏拉自己遂占据邻近的一片广阔平原,立即进军,意欲迫使阿耳刻拉奥斯即使违背本意亦不得不交战;在此处,对他们自身而言有平坦且无论追击还是撤退皆十分便利的平原,而阿耳刻拉奥斯四面皆是悬崖,因地势崎岖无法聚拢队形,致使悬崖绝壁无论如何都不容全军展开协同作战;且一旦溃败,穿越悬崖逃跑亦无路可走。苏拉正是出于此类考量,极其信赖此恶劣地形之利,认定大军对阿耳刻拉奥斯起不到丝毫作用,遂发起进击。阿耳刻拉奥斯当时本无与他交锋之意,故而疏忽扎营,直到敌人业已进逼,方才迟缓而勉强地察觉地形不利,遂派遣部分骑兵上前阻遏敌人。然而当这些骑兵被击溃并被推下悬崖后,他又派出六十辆战车,企图借冲击的势头冲垮并击破敌方的方阵。但罗马人分开队形,战车因冲力被带至后方,且转向困难,终被包围上来并投掷标枪的后队士兵悉数摧毁。

语法注3 条
  1. 641τοῦ ἄστεος μᾶλλον ἐνοχλήσαντά οἱ

    τοῦ ἄστεος 为比较级副词 μᾶλλον 所统辖的比较属格(“比市区更甚”)。分词 ἐνοχλήσαντα 作定语修饰 τὸν Πειραιᾶ,与格代词 οἱ(即 αὐτῷ,指苏拉)作动词 ἐνοχλέω 的间接宾语,解释了苏拉彻底焚毁该地而非城区的动机。

  2. 642ἔνθα μὴ κρατοῦσιν ἀποχώρησις οὐδεμία ἦν

    由关系副词 ἔνθα(“在……之处”)引导的关系从句。μὴ κρατοῦσιν 为带有条件否定词 μὴ 的实质化现在分词与格(“对于不能得胜者 / 若不胜”),点明阿耳刻拉奥斯营地致命的地形缺陷:一旦受挫便毫无退路。

  3. 642συστῆναι διὰ τὴν ἀνωμαλίαν οὐκ ἔχοντος

    表原因的分词结构,修饰前文的 ὅλου τοῦ στρατοῦ(“由于全军无法……”)。ἔχω + 不定词(συστῆναι)为表示能力或可能性的惯用结构(相当于 possum,“能够”),全句意为“由于地形崎岖不平而无法聚集成阵”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg014.humanitext-grc2:641-642