- 底本
- Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg014.humanitext-grc2:638-640
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
苏拉强攻因饥馑困顿的雅典城并实施了惨烈的屠杀与洗劫,随后迫使退守卫城的阿里斯提昂等人降服并处死主犯。紧接着,苏拉对比雷埃夫斯的防御工事发起猛攻,攻克城墙,迫使阿耳刻拉奥斯退守临海的堡垒。
αἰσθόμενος δὲ τοὺς ἐν ἄστει μᾶλλόν τι πεπιεσμένους, καὶ κτήνη πάντα καταθύσαντας, δέρματά τε καὶ βύρσας ἕψοντας καὶ λιχμωμένους τὸ γιγνόμενον ἐξ αὐτῶν, τινὰς δὲ καὶ τῶν ἀποθνησκόντων ἁπτομένους, ἐκέλευσε τῷ στρατῷ τὴν πόλιν περιταφρεύειν, ἵνα μηδὲ καθʼ ἕνα τις ἐκφεύγοι λανθάνων. ὡς δὲ καὶ τοῦτο ἐξείργαστο αὐτῷ, κλίμακας ἐπῆγεν ὁμοῦ καὶ τὸ τεῖχος διώρυττεν. τροπῆς δʼ ὡς ἐν ἀσθενέσιν ἀνδράσιν αὐτίκα γενομένης, ἐσέπεσεν ἐς τὴν πόλιν, καὶ εὐθὺς ἐν Ἀθήναις σφαγὴ πολλὴ ἦν καὶ ἀνηλεής· οὔτε γὰρ ὑποφεύγειν ἐδύναντο διʼ ἀτροφίαν, οὔτε παιδίων ἢ γυναικῶν ἔλεος ἦν, τοῦ Σύλλα τὸν ἐν ποσὶν1 ἀναιρεῖν κελεύοντος ὑπʼ ὀργῆς ὡς ἐπὶ ταχείᾳ δὴ καὶ ἐς βαρβάρους ἀλόγῳ μεταβολῇ καὶ πρὸς αὑτὸν ἀκράτῳ φιλονεικίᾳ. ὅθεν οἱ πλέονες, αἰσθανόμενοι τοῦ κηρύγματος, ἑαυτοὺς τοῖς σφαγεῦσιν ὑπερρίπτουν ἐς τὸ ἔργον. ὀλίγων δʼ ἦν ἀσθενὴς ἐς τὴν ἀκρόπολιν δρόμος· καὶ Ἀριστίων αὐτοῖς συνέφυγεν, ἐμπρήσας τὸ ᾠδεῖον, ἵνα μὴ ἑτοίμοις ξύλοις αὐτίκα ὁ Σύλλας ἔχοι τὴν ἀκρόπολιν ἐνοχλεῖν. ὁ δʼ ἐμπιπράναι μὲν τὴν πόλιν ἀπεῖπε, διαρπάσαι δὲ ἔδωκε τῷ στρατῷ· καὶ ἕτοιμοι σάρκες ἀνθρώπων ἐς τροφὴν ἐν πολλοῖς οἰκήμασιν ηὑρέθησαν. τῇ δὲ ἑξῆς ὁ Σύλλας τοὺς μὲν δούλους ἀπέδοτο, τοῖς δʼ ἐλευθέροις, ὅσοι νυκτὸς ἐπιλαβούσης οὐκ ἔφθασαν ἀναιρεθῆναι, πάμπαν οὖσιν ὀλίγοις, τὴν μὲν ἐλευθερίαν ἔφη διδόναι, ψῆφον δὲ καὶ χειροτονίαν τῶνδε μὲν ὡς οἱ πεπολεμηκότων2 ἀφαιρεῖσθαι, τοῖς δʼ ἐκγόνοις καὶ ταῦτα διδόναι.
苏拉察觉到城中居民更加穷蹙,已将全部牲畜宰杀殆尽,甚至煮沸生皮与皮革以舔食其汁水,有些人甚至开始食用死者尸体,遂命令全军环城挖掘壕沟,以免任何一人悄然脱逃。此项工程告成之后,他一边架起云梯,一边开挖城墙地基。对于极度虚弱之人,溃败瞬间发生,苏拉遂破城而入,雅典城内随即展开了一场浩大而残酷的屠杀;因饥馑衰弱,他们既无法逃跑,妇女与儿童亦未蒙丝毫怜悯,盖因苏拉愤恨于他们迅速且无理地倒向蛮族,并对自己抱持毫无节制的敌意,遂下令斩杀一切挡道之人。因此大多数人得知这一号令后,便主动迎向屠夫的刀刃自取死路。仅有少数人虚弱地奔向卫城;阿里斯提昂亦与他们一同逃奔,行前纵火焚毁了剧场,以免苏拉立刻获得现成木料用来攻打卫城。苏拉禁止焚毁该城,但听任军队洗劫掠夺;在许多屋舍中,皆发现了备作口粮的人肉。次日,苏拉将奴隶悉数变卖,而对那些入夜前未及被杀的极少数自由人,声称赐予他们自由,但以曾向自己开战为由剥夺其投票与表决权,却将这些权利赋予其后代。
ὧδε μὲν ἄδην εἶχον αἱ Ἀθῆναι κακῶν· ὁ δὲ Σύλλας τῇ μὲν ἀκροπόλει φρουρὰν ἐπέστησεν, ᾗ τὸν Ἀριστίωνα καὶ τοὺς συμπεφευγότας λιμῷ καὶ δίψει πιεσθέντας ἐξεῖλεν οὐ μετὰ πολύ. καὶ αὐτῶν ὁ Σύλλας Ἀριστίωνα μὲν καὶ τοὺς ἐκείνῳ δορυφορήσαντας ἢ ἀρχήν τινα ἄρξαντας, ἢ ὁτιοῦν ἄλλο πράξαντας παρʼ ἃ πρότερον ἁλούσης τῆς Ἑλλάδος ὑπὸ Ῥωμαίων αὐτοῖς διετέτακτο, ἐκόλασε θανάτῳ, τοῖς δὲ ἄλλοις συνέγνω, καὶ νόμους ἔθηκεν ἅπασιν ἀγχοῦ τῶν πρόσθεν αὐτοῖς ὑπὸ Ῥωμαίων ὁρισθέντων. συνηνέχθη δʼ ἐκ τῆς ἀκροπόλεως χρυσίου μὲν ἐς τεσσαράκοντα λίτρας μάλιστα, ἀργύρου δʼ ἐς ἑξακοσίας. καὶ τάδε μὲν ἀμφὶ τὴν ἀκρόπολιν ὀλίγον ὕστερον ἐγένετο·
雅典所受的灾祸至此已极。苏拉在卫城部署驻军封锁,不久便将困于饥渴的阿里斯提昂及其同逃者悉数俘获。在这些人中,阿里斯提昂以及凡担任过其侍卫、出任过官职,或做过任何违背昔日希腊被罗马人征服时所受条规之事者,苏拉皆处以死刑;对其余之人则予以宽赦,并为所有人制定了与其先前由罗马人所定法度大体相近的法律。从卫城缴获的黄金约四十罗马磅,白银约六百罗马磅。卫城的这些事变发生于稍后之时。
ὁ δὲ Σύλλας αὐτίκα τοῦ ἄστεος ληφθέντος, οὐ περιμένων ἔτι τὸν Πειραιᾶ διὰ πολιορκίας ἐξελεῖν, κριοὺς ὁμοῦ καὶ βέλη καὶ ἀκόντια ἐπῆγεν, ἄνδρας τε πολλοὺς οἳ διώρυσσον ὑπὸ χελώναις τὰ τείχη, καὶ σπείρας αἳ τοὺς ἐπὶ τῶν τειχῶν ἀκοντίζουσαί τε καὶ τοξεύουσαι θαμινὰ ἀνέκοπτον. καὶ κατήρειψέ τι τοῦ μηνοειδοῦς, ὑγροτέρου καὶ ἀσθενεστέρου ἔτι ὄντος ἅτε νεοδμήτου. ὑπιδομένου δὲ τοῦτο ἔτι πρότερον Ἀρχελάου, καὶ προοικοδομήσαντος ἔνδοθεν ὅμοια πολλά, τὸ μὲν ἔργον ἦν τῷ Σύλλᾳ διηνεκὲς ἐμπίπτοντι ἐς ἕτερον ὅμοιον ἐξ ἑτέρου, ὁρμῇ δʼ ἀπαύστῳ καὶ στρατοῦ μεταβολῇ πυκνῇ χρώμενος,3 καὶ περιθέων αὐτούς, καὶ παρακαλῶν ἐπὶ τὸ ἔργον ὡς ἐν τῷδε ἔτι λοιπῷ τῆς ὅλης ἐλπίδος καὶ κέρδους τῶν προπεπονημένων ὄντος· οἱ δὲ καὶ αὐτοὶ τῷ ὄντι τοῦτο σφίσιν ἡγούμενοι τέλος εἶναι πόνων, καὶ ἐς τὸ ἔργον αὐτὸ ὡς μέγα δὴ καὶ λαμπρόν, τοιῶνδε τειχῶν κρατῆσαι, φιλοτιμούμενοι, προσέκειντο βιαίως, μέχρι καταπλαγεὶς αὐτῶν τὴν ὁρμὴν ὁ Ἀρχέλαος ὡς μανιώδη καὶ ἄλογον ἐξέλιπεν αὐτοῖς τὰ τείχη, ἐς δέ τι τοῦ Πειραιῶς ἀνέδραμεν ὀχυρώτατόν τε καὶ θαλάσσῃ περίκλυστον, ᾧ ναῦς οὐκ ἔχων ὁ Σύλλας οὐδʼ ἐπιχειρεῖν ἐδύνατο.
然而在雅典城陷落之后,苏拉不再等待通过封锁迫降比雷埃夫斯,立即调集撞锤以及飞矢与投枪,派大批士兵在掩体下挖掘城墙地基,并调遣各步兵队不断向城墙上的守兵投枪放箭将其击退。由于新筑的半月形城墙尚显松软脆弱,他成功将其摧毁了一段。然而阿耳刻拉奥斯早先便料及此事,并在内侧预先修筑了多处同样的防御墙,致使苏拉每攻破一处便又遭遇另一处同样的工事,陷入无休止的苦战;然而苏拉凭借不懈的攻势和频繁的轮换部队,奔走于士卒之间,激励他们奋战,称一切希望与往昔辛劳的报偿皆悬于此役;而士卒们自己亦确信此乃劳苦的终结,并以攻克如此城壁这般伟大而显赫的事业为荣,遂狂暴地向前猛攻,直到阿耳刻拉奥斯被他们近乎疯狂且无理的冲劲所震慑,向他们弃守了城墙,退避至比雷埃夫斯一处最为坚固且为海水所环绕的阵地;因苏拉没有舰船,甚至无法对此处发起进攻。
- 638τὸν ἐν ποσὶν
成语性表达,字面为“脚下之人”,引申为“眼前之人”或“遇见的任何人”。此处充当 ἀναιρεῖν 的宾语,生动体现了格杀勿论的无差别屠杀命令。
- 638ὡς οἱ πεπολεμηκότων
代词 οἱ 为间接反身代词(第三人称单数与格),指代苏拉本人(“向他”)。ὡς 与修饰 τῶνδε 的属格分词 πεπολεμηκότων 连用,表示苏拉剥夺其权利的主观依据或理由(“以他们曾与自己开战为由”)。
- 640ὁρμῇ δʼ ἀπαύστῳ καὶ στρατοῦ μεταβολῇ πυκνῇ χρώμενος
破格句(破格语法):主格分词(χρώμενος、περιθέων、παρακαλῶν)原本预设苏拉为主语,但句中并未出现与其对应的限定动词,句式在中途直接转向了以士兵为主语的分句 οἱ δὲ ... προσέκειντο βιαίως。叙述重心由此自然地从苏拉的督战转向了士卒的猛烈突击。
