← 阿庇安

米特拉达梯战争

§535-537

轰塌比雷埃夫斯城墙与苏拉的强攻

在雅典城围绕运粮队与攻城器械爆发交战之际,苏拉通过地道与攻城槌轰塌了比雷埃夫斯的部分城墙并展开猛攻,但阿耳刻拉奥斯奋勇抵抗并迅速抢筑半月形内防线,迫使苏拉放弃强攻转入长期封锁围困。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§535

πιεζομένων δʼ ἔτι μᾶλλον ὑπὸ τοῦ λιμοῦ τῶν ἐν ἄστει, πεσσοὶ πάλιν ἐμήνυον ὅτι πέμψοι νυκτὸς ἐς τὸ ἄστυ τροφάς. καὶ ὁ Ἀρχέλαος ὑπονοῶν τι περὶ τὸν σῖτον γίγνεσθαι μήνυμα καὶ προδοσίαν, ἅμα τὸν σῖτον ἔπεμπε, καί τινας ἐφίστη ταῖς πύλαις μετὰ πυρὸς ἐς τοὺς Ῥωμαίους ἐκδραμουμένους, εἰ Σύλλας γίγνοιτο περὶ τὸν σῖτον. καὶ συνέπεσεν ἄμφω, Σύλλᾳ μὲν ἑλεῖν τοὺς σιταγωγοῦντας, Ἀρχελάῳ δʼ ἐμπρῆσαί τινα τῶν μηχανημάτων. τοῦ δʼ αὐτοῦ χρόνου καὶ Ἀρκαθίας ὁ Μιθριδάτου υἱός, μεθʼ ἑτέρας στρατιᾶς ἐς Μακεδονίαν ἐμβαλών, οὐ δυσχερῶς ὀλίγων ὄντων τῶν ἐκεῖ Ῥωμαίων ἐκράτησε, καὶ Μακεδονίαν πᾶσαν ὑπηγάγετο, καὶ σατράπαις ἐπιτρέψας αὐτὸς ἐπὶ τὸν Σύλλαν ἐχώρει, μέχρι νοσήσας περὶ τὸ Τίσαιον ἐτελεύτησεν. ἐν δὲ τῇ Ἀττικῇ τῷ μὲν ἄστει πονουμένῳ σφόδρα ὑπὸ λιμοῦ πολλὰ ὁ Σύλλας ἐπετείχιζε φρούρια, τοῦ μὴ διαδιδράσκειν ἀλλʼ ἐμμένοντας ὑπὸ τοῦ πλήθους μᾶλλον ἐνοχλεῖσθαι·1

城中居民遭受饥馑的折磨愈甚,刻字的铅弹再次通报,称夜间将有粮食送入城内。阿耳刻拉奥斯亦怀疑关于运粮之事有人泄密叛卖,因而在运送粮食的同时,在城门处部署了一些手持火把者,以便苏拉若前去夺粮,便向罗马军发起突击。两件事果真同时发生:苏拉俘获了运粮队,而阿耳刻拉奥斯则焚毁了若干攻城器械。与此同时,米特拉达梯之子阿尔卡提亚斯率另一支大军侵入马其顿,因当地罗马驻军甚少而轻易取胜,将整个马其顿尽数征服,在将其托付给总督们之后,自己率军直扑苏拉,直至在蒂塞翁附近染病身亡。在阿提卡,针对因饥荒而苦不堪言的雅典城,苏拉在其周围筑起诸多堡垒围困,旨在防止居民逃亡,使其困守城中因人口众多而愈加困顿不堪。

§536

τῷ δὲ Πειραιεῖ, τὸ χῶμα ἐς ὕψος ἐγείρας, τὰ μηχανήματα ἐπῆγεν. Ἀρχελάου δὲ τὸ χῶμα ὑπορύττοντος καὶ τὴν γῆν ὑποφέροντός τε καὶ ἐς πολὺ διαλανθάνοντος, τὸ χῶμα ὑφίζανεν ἄφνω· καὶ ταχείας αἰσθήσεως γενομένης οἱ Ῥωμαῖοι τὰ μηχανήματα ὑφεῖλκον καὶ τὸ χῶμα ἀνεπλήρουν. τῷ δʼ αὐτῷ τρόπῳ καὶ αὐτοὶ τὴν γῆν ἐς τὰ τείχη τεκμαιρόμενοι διώρυττον· ἀλλήλοις τε συμπίπτοντες κάτω ξίφεσι καὶ δόρασιν ἐκ χειρός, ὡς δυνατὸν ἦν ἐν σκότῳ, διεμάχοντο. ὁμοῦ δὲ ταῦτα ἐγίγνετο, καὶ ὁ Σύλλας ἀπὸ τῶν χωμάτων μηχανήμασι πολλοῖς τὸ τεῖχος ἐκριοκόπει, μέχρι μέρος αὐτοῦ καταβαλών, καὶ τὸν πλησιάζοντα πύργον ἐπειγόμενος ἐμπρῆσαι, πολλὰ μὲν ἠφίει πυρφόρα τοξεύματα ἐς αὐτόν, τοὺς δὲ εὐτολμοτάτους ἀνέπεμπεν ἐπὶ κλιμάκων. σπουδῆς δὲ πολλῆς γιγνομένης ἑκατέρωθεν ὅ τε πύργος ἐνεπίμπρατο, καὶ μέρος τι τοῦ τείχους ὀλίγον ὁ Σύλλας καταβαλὼν εὐθὺς ἐπέστησε φυλακεῖον· τά τε ὑπορωρυγμένα τοῦ τείχους θεμέλια, ξύλοις ἀνηρτημένα καὶ θείου καὶ στυππίου καὶ πίσσης γέμοντα, αὐτίκα πάντα ἐνεπίμπρη. τῶν δʼ ἄλλο παρʼ ἄλλο κατέπιπτε καὶ τοὺς ἐφεστῶτας αὐτοῖς συγκατέφερεν. ὅ τε θόρυβος οὗτος δὴ μάλιστα αἰφνίδιος καὶ πολὺς ὢν πάντῃ τοὺς τειχοφύλακας ἐτάραττεν, ὡς καὶ τὸ ὑπὸ σφίσιν αὐτίκα πεσούμενον·2 ὅθεν ἐς πάντα συνεχῶς ἐπιστρεφόμενοι τήν τε γνώμην ὕποπτον εἶχον ὑπὸ τοῦ δέους καὶ ἀσθενῶς τοὺς πολεμίους ἀπεμάχοντο.

对于比雷埃夫斯,苏拉将攻城土垒筑至极高处,推进了攻城器械。然而阿耳刻拉奥斯在土垒下方挖掘地道并运走泥土,长久未被察觉,致使土垒猝然塌陷;罗马人迅速察觉后,立即撤回器械并重新填平土垒。他们自己亦以同样的方法,估测城墙的方位挖掘地道;双方在地下相遇,在黑暗中倾尽所能,用刀剑与长矛展开近身肉搏。在这一切同时发生之际,苏拉从土垒上使用多台机械猛烈撞击城墙,直至撞坍其中一段;他急于焚毁邻近的塔楼,便向其倾泻大量火箭,并派最勇敢的兵士架梯登城。在双方激战之中,塔楼被烈火吞噬,苏拉轰塌了一小段城墙后立即设置了守卫阵地;同时,他将所有已被掏空、由木架支撑且填满硫磺、麻屑与沥青的城墙地基全数点燃。城墙一处接一处坍塌,将上面的守兵一同带倒摔落。这场骚乱突如其来且规模巨大,使各处的守城士兵陷入恐慌,以为自己脚下的城墙亦将立刻塌落;因此他们不断四顾惶恐,惊惧之下疑神疑鬼,抵御敌军的抵抗亦变得软弱无力。

§537

καὶ ὁ Σύλλας αὐτοῖς ὧδε ἔχουσιν ἐπικείμενος ἀπαύστως, καὶ τῶν ἰδίων τὸ ἀεὶ πονοῦν ἐναλλάσσων, ἑτέρους ἐφʼ ἑτέροις ἀκμῆτας ἐπῆγε σὺν κλίμαξι καὶ βοῇ καὶ παρακελεύσει, προτρέπων ἅμα καὶ ἀπειλῶν καὶ παρακαλῶν ὡς ἐν τῷδε τῷ βραχεῖ τοῦ παντὸς αὐτοῖς κριθησομένου.3 ἀντεπῆγε δὲ καὶ ὁ Ἀρχέλαος ἑτέρους ἀντὶ τῶν τεθορυβημένων, ἀνακαινίζων καὶ ὅδε τὸ ἔργον ἀεί, καὶ παρακαλῶν ἅμα καὶ ἐποτρύνων ἅπαντας ὡς ἐν ὀλίγῳ σφίσιν ἔτι τῆς σωτηρίας οὔσης. πολλῆς δὲ σπουδῆς καὶ προθυμίας ἑκατέρωθεν αὖθις ἅπασιν ἐγγενομένης φερεπονώτατος ἦν· καὶ ὁ φόνος ἴσος καὶ ὅμοιος ἐξ ἑκατέρων, ἕως ὁ Σύλλας ἔξωθεν ἐπιών, καὶ μᾶλλόν τι κάμνων, ἀνεκάλει τῇ σάλπιγγι τὴν στρατιάν, καὶ θαυμάσας πολλοὺς ἀπῆγεν. ὁ δʼ Ἀρχέλαος αὐτίκα νυκτὸς τὰ πεπτωκότα τοῦ τείχους ᾠκοδόμει, μηνοειδῆ αὐτοῖς πολλὰ περιθεὶς ἔνδοθεν. οἷς ἔτι νεοδμήτοις ὁ Σύλλας αὖθις ἐπεχείρει παντὶ τῷ στρατῷ, νομίσας ἀσθενῆ καὶ ὑγρὰ ἔτι ὄντα ῥᾳδίως κατερείψειν. κάμνων δὲ ὡς ἐν στενῷ, καὶ βαλλόμενος ἄνωθεν ἔκ τε μετώπου καὶ τῶν κεραιῶν ὡς ἐν μηνοειδέσι χωρίοις, τοῦ μὲν ἐπιχειρεῖν ἔτι τῷ Πειραιεῖ πάμπαν ἀπεῖχε τῇ γνώμῃ,4 καὶ ἐς πολιορκίαν, ὡς λιμῷ παραστησόμενος αὐτούς, καθίστατο·

苏拉趁他们处于这般境地发起持续不断的猛攻,并不断轮换己方疲惫的士兵,以梯子、呐喊和号令连续不断地派上生力军,兼施鼓动、威吓与激励,称一切胜败皆将在此短暂的一刻为他们决定。阿耳刻拉奥斯亦调遣新部队替换那些陷入混乱的人,不断重整战局,同样激励并催促所有人,称他们的得救如今全系于毫厘之间。双方将士再次激发起巨大的奋勇与热情,战事变得极其艰苦难耐;两军的伤亡不相上下,直到从城外进攻、消耗更大的苏拉以号角召回军队,并在嘉奖了诸多勇士后引军撤退。阿耳刻拉奥斯随即在当夜抢修了城墙倒塌的部分,并在其内侧围绕修筑了多处半月形的防御工事。在这些工事刚刚筑成之际,苏拉以为其脆弱且泥灰未干,定能轻易摧毁,遂再次率全军发起强攻。然而他们在狭窄处受制苦战,且因处于半月形阵地,从正面及两翼角状高处皆遭受来自上方的猛烈飞石飞矢轰击,苏拉遂在心意上彻底放弃了继续强攻比雷埃夫斯的图谋,转而实行围困,意图通过饥荒迫使敌军屈服。

语法注4 条
  1. 535τοῦ μὴ διαδιδράσκειν ἀλλʼ ἐμμένοντας ὑπὸ τοῦ πλήθους μᾶλλον ἐνοχλεῖσθαι

    由属格定冠词 τοῦ 引导的表示目的的冠词不定式结构。不定式 διαδιδράσκειν 与 ἐνοχλεῖσθαι 由 ἀλλά 连接,宾格分词 ἐμμένοντας 充当被动不定式 ἐνοχλεῖσθαι 的逻辑主语(宾格主语)。介词短语 ὑπὸ τοῦ πλήθους 表示原因(“因人口众多”)。

  2. 536ὡς καὶ τὸ ὑπὸ σφίσιν αὐτίκα πεσούμενον

    由 ὡς 连带未来分词 πεσούμενον 构成的独立宾格结构,表示主观推断与惊恐(“以为……即将塌落”)。分词的主语是中性实质化短语 τὸ ὑπὸ σφίσιν(“他们脚下的城壁/地面”),生动描绘了动词 ἐτάραττεν 造成守军内心的恐慌心态。

  3. 537ὡς ἐν τῷδε τῷ βραχεῖ τοῦ παντὸς αὐτοῖς κριθησομένου

    由 ὡς 引导的独立属格结构,包含将来被动分词 κριθησομένου。分词的主语是中性短语 τοῦ παντός(“全部局势/胜负的一切”),与格 αὐτοῖς 为利害与格。该句式表达了苏拉向士兵灌输的主观紧迫感与动员令(“一切决战都将在此片刻间见分晓”)。

  4. 537τοῦ μὲν ἐπιχειρεῖν ἔτι τῷ Πειραιεῖ πάμπαν ἀπεῖχε τῇ γνώμῃ

    动词 ἀπεῖχε(ἀπέχω 的未完成式,意为“远离、放弃”)支配由冠词不定式 τοῦ ἐπιχειρεῖν 构成的分离属格,并伴随表示观点的与格 τῇ γνώμῃ(“在心意上/图谋上”)。整句表达“在意图上彻底放弃了继续强攻比雷埃夫斯”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg014.humanitext-grc2:535-537