← 阿庇安

米特拉达梯战争

§532-534

阿耳刻拉奥斯出击与比雷埃夫斯攻防战

阿耳刻拉奥斯获得援军后出城决战但被击退,苏拉修筑深壕巩固防务并派遣卢库鲁斯前往东方调集舰队。随后,苏拉凭借内应情报截获敌军粮草,并在比雷埃夫斯击退了阿耳刻拉奥斯发动的夜袭与攻城塔对抗。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§532

Καταπλευσάσης δʼ αὐτῷ παρὰ Μιθριδάτου στρατιᾶς ἑτέρας, ἧς ἡγεῖτο Δρομιχαίτης, ἐξῆγεν ἅπαντας ἐς μάχην. ἀναμίξας δʼ αὐτοῖς σφενδονήτας καὶ τοξότας ὑπὸ τὸ τεῖχος αὐτὸ παρέταττεν, ἵνα καὶ οἱ τειχοφύλακες ἐφικνοῖντο τῶν πολεμίων· ἕτεροι δʼ ὑπὸ ταῖς πύλαις αὐτῷ πυρφόροι καιρὸν ἐκδρομῆς ἐπετήρουν. ἀγχωμάλου δʼ ἐς πολὺ τῆς μάχης οὔσης ἐνέκλινον ἑκάτεροι παρὰ μέρος, πρῶτον μὲν οἱ βάρβαροι, μέχρι Ἀρχέλαος αὐτοὺς ἐπισχὼν ἐπανήγαγεν ἐς τὴν μάχην. ᾧ δὴ καὶ μάλιστα καταπλαγέντες οἱ Ῥωμαῖοι μετʼ αὐτοὺς ἔφευγον, ἔστε καὶ τούσδε Μουρήνας ὑπαντήσας ἐπέστρεφεν. ἄλλο δʼ ἀπὸ ξυλείας τέλος ἐπανιόν, καὶ σὺν αὐτοῖς οἱ ἄτιμοι, σπουδῇ τὸν ἀγῶνα εὑρόντες ἐπέπιπτον τοῖς Μιθριδατείοις πάνυ καρτερῶς, μέχρι κτεῖναι μὲν αὐτῶν ἐς δισχιλίους, τοὺς δὲ λοιποὺς ἐς τὰ τείχη συνελάσαι. Ἀρχέλαος δʼ αὐτοὺς ἐπιστρέφων αὖθις, καὶ τῷ ἀγῶνι διὰ τὴν προθυμίαν ἐς πολὺ παραμένων, καὶ ἀποκλεισθεὶς ἀνιμήθη διὰ καλῳδίων. ὁ δὲ Σύλλας τοὺς μὲν ἀτίμους περιφανῶς ἀγωνισαμένους ἐξέλυσε τῆς ἀτιμίας, τοὺς δʼ ἄλλους ἐδωρήσατο πολλοῖς.

当米特拉达梯派出的另一支由德罗米海特斯统领的军队浮海抵达阿耳刻拉奥斯处时,阿耳刻拉奥斯便率全军出战。他将投石兵与弓箭手混编于部队之中,布阵于城墙正下方,以便城头的守军亦能射及敌军;而在城门下方,另有一些持火把者正伺机突击。战事在长久势均力敌之中交替进退,起初是蛮族后退,直到阿耳刻拉奥斯遏止住他们并重新引军投入战斗。罗马人见状大骇,转而溃退,直到穆雷纳迎面截住并将他们重新组织起来。此时,另一支运木归来的部队以及与他们在一起的受斥责停职者,匆忙赶上战事,极其凶猛地猛扑米特拉达梯军,斩首达两千之众,并将余部全数逼退入城墙之内。阿耳刻拉奥斯试图再次重整部众,因作战激昂而在阵中逗留过久,以致城门关闭被阻于城外,最终借助绳索被吊回城上。苏拉解除了那些英勇作战的停职者的处分,并给予其他人诸多赏赐。

§533

καὶ χειμῶνος ἐπιόντος ἤδη στρατόπεδον ἐν Ἐλευσῖνι θέμενος, τάφρον ἄνωθεν ἐπὶ θάλατταν ἔτεμνε βαθεῖαν τοῦ μὴ τοὺς πολεμίους ἱππέας εὐμαρῶς ἐπιτρέχειν οἱ.1 καὶ τάδε αὐτῷ πονουμένῳ καθʼ ἑκάστην ἡμέραν ἐγίγνοντό τινες ἀγῶνες, οἱ μὲν ἀμφὶ τὴν τάφρον οἱ δὲ παρὰ τοῖς τείχεσιν, ἐπεξιόντων θαμινὰ τῶν πολεμίων, καὶ λίθοις καὶ βέλεσι καὶ μολυβδαίναις χρωμένων. ὁ δὲ Σύλλας νεῶν δεόμενος μετεπέμψατο μὲν ἐκ Ῥόδου. καὶ Ῥοδίων οὐ δυνηθέντων διαπλεῦσαι θαλασσοκρατοῦντος τοῦ Μιθριδάτου, Λεύκολλον, ἄνδρα Ῥωμαῖον περιφανῆ καὶ τοῦδε τοῦ πολέμου στρατηγὸν ἐπὶ Σύλλᾳ γενόμενον, ἐκέλευεν ἐς Ἀλεξάνδρειαν καὶ Συρίαν λαθόντα διαπλεῦσαι, παρά τε τῶν βασιλέων καὶ πόλεων, ὅσαι ναυτικαί, στόλον τινὰ ἀγείραντα τὸ Ῥοδίων ναυτικὸν παραπέμψαι. ὁ μὲν δὴ πολεμίας οὔσης τῆς θαλάσσης, οὐδὲν ἐνδοιάσας, ἐς κελήτιον ἐνέβη, καὶ ναῦν ἐκ νεώς, ἵνα λάθοι, διαμείβων ἐπʼ Ἀλεξανδρείας ἐφέρετο·

当时冬季将临,苏拉在厄琉息斯扎营,从高处直至海滨开凿了一条深壕,以防敌军骑兵轻易奔袭自己的阵地。在他督造此工程期间,每日皆有战斗发生,或在深壕周围,或在城墙附近,盖因敌军屡屡出击,使用石块、标枪和铅弹袭击。苏拉因急需战舰,便从罗得岛征调。但因米特拉达梯掌握制海权,罗得人无法渡海,苏拉遂命卢库鲁斯——一位声名显赫且在此次战争中继苏拉之后成为将领的罗马人——秘密航行至亚历山大里亚与叙利亚,从诸王及各拥有舰队的城邦处召集一支船队,以护送罗得舰队。卢库鲁斯面对敌舰游弋的大海,毫不迟疑地登上一艘轻型快船,为了隐匿行踪而辗转换船,径往亚历山大里亚进发。

§534

οἱ δὲ προδιδόντες ἀπὸ τῶν τειχῶν, πεσσοῖς πάλιν ἐγγράψαντες ὅτι πέμψοι τῆσδε τῆς νυκτὸς Ἀρχέλαος ἐς τὸ τῶν Ἀθηναίων ἄστυ λιμῷ πιεζόμενον πυροὺς ὑπὸ στρατιωτῶν φερομένους, ἐσφενδόνησαν, καὶ ὁ Σύλλας ἐνεδρεύσας ἐκράτησε τοῦ τε σίτου καὶ τῶν φερόντων. τῆς δʼ αὐτῆς ἡμέρας αὐτῷ καὶ Μουνάτιος περὶ Χαλκίδα Νεοπτόλεμον ἕτερον στρατηγὸν κατατρώσας, ἔκτεινε μὲν ἐς χιλίους καὶ πεντακοσίους, ἔλαβε δὲ αἰχμαλώτους ἔτι πλείονας. οὐ πολὺ δὲ ὕστερον τῷ Πειραιεῖ νυκτός, ἔτι κοιμωμένων τῶν φυλάκων, Ῥωμαῖοι διὰ τῶν ἐγγὺς μηχανῶν κλίμακας ἐπενεγκόντες ἐπὶ τὸ τεῖχος ἐπέβησαν, καὶ τοὺς φύλακας τοὺς ἐγγὺς ἔκτειναν. ἐφʼ ᾧ τῶν βαρβάρων οἱ μὲν εὐθὺς ἀπεπήδων ἐς τὸν Πειραιᾶ, τὸ τεῖχος καταλιπόντες ὡς εἰλημμένον ἅπαν, οἱ δʼ ἐς ἀλκὴν τραπέντες ἔκτεινάν τε τὸν ἡγεμόνα τῶν ἐπιβάντων καὶ τοὺς λοιποὺς ἔξω κατεκρήμνισαν. οἱ δὲ καὶ διὰ τῶν πυλῶν ἐκδραμόντες ὀλίγου τὸν ἕτερον τῶν Ῥωμαϊκῶν πύργων ἐνέπρησαν, εἰ μὴ Σύλλας ἐπιδραμὼν ἀπὸ τοῦ στρατοπέδου, νυκτός τε ὅλης καὶ διʼ ἡμέρας ἐπιπόνως ἀγωνισάμενος, περιέσωσεν.2 καὶ τότε μὲν ὑπεχώρουν οἱ βάρβαροι, τοῦ δʼ Ἀρχελάου πύργον ἕτερον μέγαν ἐπὶ τὸ τεῖχος ἄντικρυς τοῦ Ῥωμαϊκοῦ πύργου στήσαντος ἐπυργομάχουν ἐς ἀλλήλους, ἑκατέρωθεν πυκνὰ καὶ θαμινὰ πάντα ἀφιέντες, ἕως ὁ Σύλλας ἐκ καταπελτῶν, ἀνὰ εἴκοσιν ὁμοῦ μολυβδαίνας βαρυτάτας ἀφιέντων,3 ἔκτεινέ τε πολλούς, καὶ τὸν πύργον Ἀρχελάου κατέσεισε καὶ δυσάρμοστον ἐποίησεν, ὡς εὐθὺς αὐτὸν ὑπὸ Ἀρχελάου διὰ δέος ὀπίσω κατὰ τάχος ὑπαχθῆναι.

与此同时,城墙上的内应者再次在铅弹上刻字,投射出来通报称阿耳刻拉奥斯将于今夜派士兵背负小麦运往受饥荒困扰的雅典城;苏拉设下埋伏,将粮食及运输者全数俘获。同日,穆纳提乌斯在哈尔基斯附近重创了另一位将领涅奥普托勒摩斯,斩敌约一千五百人,俘虏更多。此后不久的一个夜晚,在比雷埃夫斯守兵尚在熟睡之际,罗马人利用附近的器械搭设云梯登上城墙,击杀了附近的守兵。对此,部分蛮族以为全城已被攻破,立刻弃墙跳入比雷埃夫斯城内逃窜;另一些人则奋起反击,杀死了登城部队的首领,将余部推落城外。他们更冲出城门,险些烧毁罗马人的一座攻城塔,幸得苏拉率部自营地急奔而来,历经整夜及次日白昼的苦战,始将攻城塔救下。蛮族随即退去,但阿耳刻拉奥斯又在罗马攻城塔对面的城墙上建起另一座巨塔,双方展开了塔楼互攻,彼此密集而频繁地发射各类投射物,直到苏拉利用每次能齐射二十枚沉重铅弹的投石机击杀甚众,将阿耳刻拉奥斯的塔楼震毁摧残至摇摇欲坠,以致阿耳刻拉奥斯惊惧之下急忙下令将该塔向后撤回。

语法注3 条
  1. 533τοῦ μὴ τοὺς πολεμίους ἱππέας εὐμαρῶς ἐπιτρέχειν οἱ

    带有定冠词属格 τοῦ 与不定式 ἐπιτρέχειν 的目的结构(结合否定词 μή,表示“为了不……”)。与格代词 οἱ 作为间接反身或第三人称与格,受动词 ἐπιτρέχειν 支配,意为“向他(苏拉)/他的阵地袭来”。

  2. 534ὀλίγου τὸν ἕτερον τῶν Ῥωμαϊκῶν πύργων ἐνέπρησαν, εἰ μὴ Σύλλας ἐπιδραμὼν ἀπὸ τοῦ στρατοπέδου, νυκτός τε ὅλης καὶ διʼ ἡμέρας ἐπιπόνως ἀγωνισάμενος, περιέσωσεν.

    省略 δεῖν 的成语性表达 ὀλίγου(意为“差一点 / 险些”)与使用过去直陈式(主句 ἐνέπρησαν 与条件从句 εἰ μὴ ... περιέσωσεν)的反事实条件句结合。主句采用过去直陈式,生动突出了灾祸险些即刻发生的紧迫性。

  3. 534ἀνὰ εἴκοσιν ὁμοῦ μολυβδαίνας βαρυτάτας ἀφιέντων

    介词 ἀνά 与数词 εἴκοσι 结合,构成表示分配或单次计量的副词性短语(“一次二十枚”)。分词 ἀφιέντων 为属格复数现在主动分词,修饰前文的 καταπελτῶν(属格复数),用以描绘投石机同时射出弹丸的操作特征。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg014.humanitext-grc2:532-534