← 阿庇安

米特拉达梯战争

§530-531

苏拉进军希腊与围攻雅典及比雷埃夫斯

苏拉率军登陆希腊并降服波奥提亚,分兵包围雅典的阿里斯提昂,自己则亲攻困守比雷埃夫斯的阿耳刻拉奥斯;面对坚壁与顽抗,他利用内通奴仆提供的绝密情报挫败守军突围,全力展开攻城筑垒。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§530

Σύλλας δʼ ὁ τοῦ Μιθριδατείου πολέμου στρατηγὸς ὑπὸ Ῥωμαίων αἱρεθεὶς εἶναι, τότε πρῶτον ἐξ Ἰταλίας σὺν τέλεσι πέντε καὶ σπείραις τισὶ καὶ ἴλαις ἐς τὴν Ἑλλάδα περαιωθεὶς χρήματα μὲν αὐτίκα καὶ συμμάχους καὶ ἀγορὰν ἔκ τε Αἰτωλίας καὶ Θεσσαλίας συνέλεγεν, ὡς δʼ ἀποχρώντως ἔχειν ἐδόκει, διέβαινεν ἐς τὴν Ἀττικὴν ἐπὶ τὸν Ἀρχέλαον. παροδεύοντι δʼ αὐτῷ Βοιωτία τε ἀθρόως μετεχώρει, χωρὶς ὀλίγων, καὶ τὸ μέγα ἄστυ αἱ Θῆβαι, μάλα κουφόνως ἀντὶ Ῥωμαίων ἑλόμενοι1 τὰ Μιθριδάτεια, ὀξύτερον ἔτι, πρὶν ἐς πεῖραν ἐλθεῖν, ἀπὸ Ἀρχελάου πρὸς Σύλλαν μετετίθεντο. ὁ δʼ ἐπὶ τὴν Ἀττικὴν ἐχώρει, καὶ μέρος τι στρατοῦ ἐς τὸ ἄστυ περιπέμψας Ἀριστίωνα πολιορκεῖν, αὐτός, ἔνθαπερ ἦν Ἀρχέλαος, ἐπὶ τὸν Πειραιᾶ κατῆλθε, κατακεκλεισμένων ἐς τὰ τείχη τῶν πολεμίων. ὕψος δʼ ἦν τὰ τείχη πήχεων τεσσαράκοντα μάλιστα, καὶ εἴργαστο ἐκ λίθου μεγάλου τε καὶ τετραγώνου, Περίκλειον ἔργον, ὅτε τοῖς Ἀθηναίοις ἐπὶ Πελοποννησίους στρατηγῶν, καὶ τὴν ἐλπίδα τῆς νίκης ἐν τῷ Πειραιεῖ τιθέμενος, μᾶλλον αὐτὸν ἐκρατύνατο. Σύλλας δὲ καὶ τοιοῖσδε οὖσι τοῖς τείχεσιν εὐθὺς ἐπῆγε τὰς κλίμακας, καὶ πολλὰ μὲν ἔδρα πολλὰ δʼ ἀντέπασχεν, ἰσχυρῶς τῶν Καππαδοκῶν αὐτὸν ἀμυνομένων, ἔστε κάμνων ἐς Ἐλευσῖνα καὶ Μέγαρα ἀνεχώρει, καὶ μηχανὰς ἐπὶ τὸν Πειραιᾶ συνεπήγνυτο, καὶ χῶμα αὐτῷ προσχοῦν ἐπενόει. τέχναι μὲν δὴ καὶ παρασκευὴ πᾶσα αὐτῷ καὶ σίδηρος καὶ καταπέλται, καὶ εἴ τι τοιουτότροπον ἄλλο, ἐκ Θηβῶν ἐκομίζετο, ὕλην δὲ τῆς Ἀκαδημείας ἔκοπτε, καὶ μηχανὰς εἰργάζετο μεγίστας. τά τε μακρὰ σκέλη καθῄρει, λίθους καὶ ξύλα καὶ γῆν ἐς τὸ χῶμα μεταβάλλων.

与此同时,被罗马人选为米特拉达梯战争统帅的苏拉,此时初次率领五个军团以及若干步兵大队与骑兵队从意大利渡海来到希腊。他立刻从埃托利亚和色萨利征集款项、盟友与补给;当他认为军需已充足时,便进军阿提卡攻打阿耳刻拉奥斯。在他行军途中,除少数人外,全波奥提亚群起归附,大城忒拜此前极其轻率地舍弃罗马人而选择站在米特拉达梯一边,如今尚未经受战斗的检验,便更加迅速地脱离阿耳刻拉奥斯而转投苏拉。苏拉进抵阿提卡,分遣一部分军队包围雅典城内的阿里斯提昂,自己则直奔阿耳刻拉奥斯所在的比雷埃夫斯,当时敌军已紧闭城门困守城内。那里的城墙高达四十肘左右,皆用方正的巨石砌成;这是伯里克利的杰作,当年他在对阵伯罗奔尼撒人时担任雅典将领,将获胜的希望寄托于比雷埃夫斯,因而极力加固了这座要塞。苏拉面对如此城墙,依然立刻架设云梯攻城;卡帕多西亚军奋力抵抗,苏拉在此战中虽给敌重创,自己亦伤亡惨重,精疲力竭之余只得退守厄琉息斯和墨伽拉。随后,他筹措攻打比雷埃夫斯的器械,并决意堆筑攻城土垒。所需的一切工匠、物资、铁料、投石机及类似器具皆从忒拜调集,他又伐倒阿卡德米亚森林的树木建造巨型攻城器械,并拆毁长墙,将其石料、木材与泥土移作堆筑土垒之用。

§531

δύο δʼ ἐκ τοῦ Πειραιῶς Ἀττικοὶ θεράποντες, αἱρούμενοι τὰ Ῥωμαίων, ἢ σφίσιν αὐτοῖς καταφυγήν, εἴ τι γίγνοιτο, προορώμενοι, πεσσοῖς ἐκ μολύβδου πεποιημένοις ἐγγράφοντες ἀεὶ τὸ γιγνόμενον ἐς τοὺς Ῥωμαίους ἠφίεσαν ἀπὸ σφενδόνης. καὶ τοῦδε γιγνομένου τε συνεχῶς καὶ ἐς γνῶσιν ἐλθόντος, Σύλλας τοῖς ἐσφενδονημένοις προσέχων ηὗρε γεγραμμένον ὅτι τῆς ἐπιούσης ἐκ μετώπου πεζοὶ κατὰ τοὺς ἐργαζομένους ἐκδραμοῦνται καὶ ἱππεῖς ἑκατέρωθεν ἐς τὰ πλάγια Ῥωμαίων ἐμβαλοῦσιν. κρύψας οὖν τινὰ στρατιὰν ἀποχρῶσαν, ὡς ἐγένετο τῶν πολεμίων ἡ ἐκδρομή, δόξασα δὴ μάλιστα αἰφνίδιος εἶναι, ὁ δὲ αἰφνιδιώτερον2 αὐτοῖς τοὺς κεκρυμμένους ἐπαφεὶς ἔκτεινε πολλοὺς καὶ ἐς τὴν θάλασσαν ἑτέρους περιέωσεν. καὶ τοῦτο μὲν τῆς πείρας ἐκείνης τέλος ἦν· αἰρομένοις δὲ ἐπὶ μέγα ἄνω τοῖς χώμασι πύργους ὁ Ἀρχέλαος ἀντεμηχανᾶτο, καὶ πλεῖστα ἐπʼ αὐτοῖς ὄργανα ἐτίθει, τάς τε δυνάμεις ἐκ Χαλκίδος καὶ τῶν ἄλλων νήσων μετεπέμπετο, καὶ τοὺς ἐρέτας καθώπλιζεν, ὡς ὄντος οἱ τοῦ κινδύνου περὶ τῶν ὅλων.3 ἐγίγνετο μὲν δὴ πλείων οὖσα τῆς Σύλλα στρατιᾶς ἡ Ἀρχελάου καὶ ἐκ τῶνδε πολὺ πλείων, νυκτὸς δὲ μέσης ὁ μὲν Ἀρχέλαος ἐκθορὼν μετὰ λαμπτήρων ἐνέπρησε τὴν ἑτέραν τῶν χελωνῶν καὶ τὰ ἐπʼ αὐτῇ μηχανήματα, ἡμέραις δὲ δέκα μάλιστα ἄλλα ὁ Σύλλας ἐργασάμενος ἐπέστησεν αὖθις ἔνθα καὶ τὰ πρότερα ἦν. καὶ τούτοις ὁ Ἀρχέλαος πύργον ἀνθίστη κατὰ τὸ τεῖχος.

与此同时,比雷埃夫斯城内有两名阿提卡奴仆,或因倾向罗马人,或为了在不测之时为自己预先找好退路,不断将城内的动态刻在铅制弹丸上,用投石带射向罗马人。这一举动接连不断且引起了注意,苏拉仔细查验射来的弹丸,发现上面写着次日敌方步兵将从正面冲出袭击筑垒劳作者,而骑兵则将从两侧突袭罗马军的侧翼。于是苏拉预伏下一支充足的部队;当敌军以为势在必得、发动极为出其不意的突击时,苏拉却更加出其不意地放出伏兵反击,杀敌甚多,并将另一些人逼入海中。那次尝试遂告终结。然而,面对日益垒高的攻城土丘,阿耳刻拉奥斯建造反制的高塔,并在塔上架设大量器械,同时从哈尔基斯和其余各岛征召兵力,甚至武装了划桨手,因为他认为这是关乎全局生死的危机。于是阿耳刻拉奥斯本就多于苏拉的军队,因这批援兵而变得远为庞大。午夜时分,阿耳刻拉奥斯手持火把率兵杀出,焚毁了两个龟甲车中的一座以及其上的攻城机具。但苏拉在大约十天之内又造成新的器械,重新安置在原来的位置。阿耳刻拉奥斯则沿城墙立起塔楼予以抵御。

语法注3 条
  1. 530ἑλόμενοι

    阳性复数分词 ἑλόμενοι 未在语法性数上与前面的中性单数 τὸ μέγα ἄστυ 或阴性复数 αἱ Θῆβαι(大城忒拜)一致,而是依意一致(constructio ad sensum),指代忒拜的居民。

  2. 531ὁ δὲ αἰφνιδιώτερον

    这里的 δέ 为主句连接用词(apodotic δέ),置于时间从句 ὡς ἐγένετο... 之后的主句之首,强调由从句主语(ἡ ἐκδρομή)向主句主语苏拉(ὁ)的转换与对比。

  3. 531ὡς ὄντος οἱ τοῦ κινδύνου περὶ τῶν ὅλων

    由 ὡς 引导的属格独立结构,表示主语阿耳刻拉奥斯的主观理由(“鉴于在他看来这场危机事关全局存亡”)。附着与格代词 οἱ 表示利害或主观关系的与格(关系与格)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg014.humanitext-grc2:530-531