← 阿庇安

米特拉达梯战争

§528-529

阿里斯提昂僭主统治与希腊战局

米特拉达梯之将阿耳刻拉奥斯攻克提洛岛并归还雅典,助阿里斯提昂建立僭主统治,作者由此对哲学家掌权之弊发议论。罗马将领布鲁提乌斯击退梅特罗法内斯,并在波奥提亚与阿耳刻拉奥斯战成平手后退往比雷埃夫斯。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§528

καὶ ὁ μὲν ἐπὶ τοῖσδε ἦν, κατὰ δὲ τὴν Ἑλλάδα τοιάδε ἐγίγνετο. Ἀρχέλαος ἐπιπλεύσας καὶ σίτῳ καὶ στόλῳ πολλῷ, Δῆλόν τε ἀφισταμένην ἀπὸ Ἀθηναίων καὶ ἄλλα χωρία ἐχειρώσατο βίᾳ καὶ κράτει. κτείνας δʼ ἐν αὐτοῖς δισμυρίους ἄνδρας, ὧν οἱ πλέονες ἦσαν Ἰταλοί, τὰ χωρία προσεποιεῖτο τοῖς Ἀθηναίοις· καὶ ἀπὸ τοῦδε αὐτούς, καὶ τὰ ἄλλα κομπάζων περὶ τοῦ Μιθριδάτου καὶ ἐς μέγα ἐπαίρων, ἐς φιλίαν ὑπηγάγετο· τά τε χρήματα αὐτοῖς τὰ ἱερὰ ἔπεμπεν ἐκ Δήλου διʼ Ἀριστίωνος ἀνδρὸς Ἀθηναίου, συμπέμψας φυλακὴν τῶν χρημάτων ἐς δισχιλίους ἄνδρας, οἷς ὁ Ἀριστίων συγχρώμενος ἐτυράννησε τῆς πατρίδος, καὶ τῶν Ἀθηναίων τοὺς μὲν εὐθὺς ἔκτεινεν ὡς ῥωμαΐζοντας, τοὺς δʼ ἀνέπεμψεν ἐς Μιθριδάτην, καὶ ταῦτα μέντοι σοφίαν τὴν Ἐπικούρειον ἠσκηκώς.1 ἀλλὰ γὰρ οὐχ ὅδε μόνος Ἀθήνησιν, οὐδὲ Κριτίας ἔτι πρὸ τούτου, καὶ ὅσοι τῷ Κριτίᾳ συμφιλοσοφοῦντες ἐτυράννησαν, ἀλλὰ καὶ ἐν Ἰταλίᾳ τῶν πυθαγορισάντων καὶ ἐν τῇ ἄλλῃ Ἑλλάδι τῶν ἑπτὰ σοφῶν λεγομένων ὅσοι πραγμάτων ἐλάβοντο, ἐδυνάστευσάν τε καὶ ἐτυράννησαν ὠμότερον τῶν ἰδιωτικῶν τυράννων, ὥστε καὶ περὶ τῶν ἄλλων φιλοσόφων ἄπορον ποιῆσαι καὶ ὕποπτον, εἴτε διʼ ἀρετήν, εἴτε πενίας καὶ ἀπραξίας τὴν σοφίαν ἔθεντο παραμύθιον, ὧν γε καὶ νῦν πολλοὶ ἰδιωτεύοντες καὶ πενόμενοι, καὶ τὴν ἀναγκαίαν ἐκ τῶνδε σοφίαν περικείμενοι, τοῖς πλουτοῦσιν ἢ ἄρχουσι λοιδοροῦνται πικρῶς, οὐχ ὑπεροψίας πλούτου καὶ ἀρχῆς δόξαν σφίσι μᾶλλον ἢ ζηλοτυπίας ἐς αὐτὰ προφέροντες.2 ὑπερορῶσι δʼ αὐτῶν οἱ βλασφημούμενοι πολὺ σοφώτερον. ταῦτα μὲν οὖν ἡγήσαιτο ἄν τις ἐς Ἀριστίωνα τὸν φιλόσοφον εἰρημένα,3 αὐτὸν αἴτιον τῆς ἐκβολῆς τῷ λόγῳ γενόμενον·

当米特拉达梯忙于处理这些事务时,希腊一带正发生着如下变故。阿耳刻拉奥斯率领大批粮秣和庞大舰队渡海而来,以强大的武力强行攻取了背叛雅典人的提洛岛及其他据点。他在这些地方屠杀了二万人,其中绝大多数是意大利人,并将这些地方归还给雅典人;借此恩惠,加上对米特拉达梯的大肆吹嘘和极力抬高,他诱使雅典人与之结盟。他还通过雅典人阿里斯提昂将提洛岛的圣财运送给雅典人,并派出大约两千名士兵护送钱财。阿里斯提昂依仗这支人马在祖国确立了僭主统治;对于雅典人,他有的直接以亲罗马为由加以处死,有的则解送给米特拉达梯——而他竟然还是研习过伊壁鸠鲁哲学的人!然而,在雅典做出这等行径的绝非仅他一人,在他之前的克里提亚斯以及与克里提亚斯同研哲学而称僭的人亦复如此;甚至在意大利的毕达哥拉斯派学者,以及希腊其他地方所谓“七贤”中凡是执掌政权的人,也都专权弄势,其残暴甚至超过普通的僭主,以至于令人对其他哲学家也心生困惑与怀疑,不知他们究因美德而研习哲学,抑或仅是将哲学当作贫困与无所作为之下的自我安慰。事实上,即使在今天,他们当中许多人身为平民且家境贫寒,身披这种出于无奈而得来的哲学外衣,对富豪与显贵恶毒谩骂,此举为他们展现出的声誉,与其说是蔑视财富和权位,不如说是妒忌这二者。然而,那些遭受辱骂的人却以远为智慧的态度蔑视他们。不过,人们大可将这些评述视作针对哲学家阿里斯提昂而发,因为正是他成了这段论述偏离主题的起因。

§529

Ἀρχελάῳ δʼ Ἀχαιοὶ καὶ Λάκωνες προσετίθεντο, καὶ Βοιωτία πᾶσα χωρίς γε Θεσπιέων, οὓς περικαθήμενος ἐπολιόρκει. τοῦ δʼ αὐτοῦ χρόνου Μητροφάνης ἐπιπεμφθεὶς ὑπὸ Μιθριδάτου μεθʼ ἑτέρας στρατιᾶς Εὔβοιαν καὶ Δημητριάδα καὶ Μαγνησίαν, οὐκ ἐνδεχομένας τὰ Μιθριδάτεια, ἐλεηλάτει. καὶ Βρύττιος ἐκ Μακεδονίας ἐπελθὼν σὺν ὀλίγῳ στρατῷ διεναυμάχησέ τε αὐτῷ, καὶ καταποντώσας τι πλοῖον καὶ ἡμιολίαν ἔκτεινε πάντας τοὺς ἐν αὐτοῖς, ἐφορῶντος τοῦ Μητροφάνους. ὁ δὲ καταπλαγεὶς ἔφευγεν. καὶ αὐτὸν αἰσίῳ ἀνέμῳ χρώμενον ὁ Βρέττιος οὐ καταλαβὼν Σκίαθον ἐξεῖλεν, ἣ τῆς λείας τοῖς βαρβάροις ταμιεῖον ἦν, καὶ δούλους τινὰς αὐτῶν ἐκρέμασε, καὶ ἐλευθέρων ἀπέτεμε τὰς χεῖρας. ἐπί τε Βοιωτίαν τραπείς, ἑτέρων οἱ χιλίων ἱππέων καὶ πεζῶν ἐκ Μακεδονίας ἐπελθόντων, ἀμφὶ Χαιρώνειαν Ἀρχελάῳ καὶ Ἀριστίωνι τρισὶν ἡμέραις συνεπλέκετο, ἴσου καὶ ἀγχωμάλου παρʼ ὅλον τὸν ἀγῶνα τοῦ ἔργου γιγνομένου. Λακώνων δὲ καὶ Ἀχαιῶν ἐς συμμαχίαν Ἀρχελάῳ καὶ Ἀριστίωνι προσιόντων, ὁ Βρύττιος ἅπασιν ὁμοῦ γενομένοις οὐχ ἡγούμενος ἀξιόμαχος ἔτι ἔσεσθαι ἀνεζεύγνυεν ἐς τὸν Πειραιᾶ, μέχρι καὶ τοῦδε Ἀρχέλαος ἐπιπλεύσας κατέσχεν.

阿耳刻拉奥斯得到了阿开亚人和拉克代蒙人的加盟,全波奥提亚除塞斯庇埃人外也全部归附于他,他遂设围攻打塞斯庇埃。大约在同一时期,米特拉达梯派梅特罗法内斯率另一支军队骚扰劫掠不肯接纳米特拉达梯势力的优卑亚、德米特里阿斯与马格尼西亚。此时,布鲁提乌斯率一支偏师从马其顿杀来,与他在海上交战,击沉了一艘货船和一艘一又二分之一列桨快船,并在梅特罗法内斯眼前处决了船上的所有人。梅特罗法内斯大为惊骇,仓皇逃遁。布鲁提乌斯因对方顺风逃跑而未追及,便攻占了作为蛮族战利品仓库的斯基亚索斯岛,将敌方的部分奴隶绞死,并剁掉了自由民的手。随后他转向波奥提亚,在马其顿增援的一千名步骑兵赶到后,他在喀罗尼亚附近与阿耳刻拉奥斯及阿里斯提昂鏖战三日,整场战斗胜负未分、势均力敌。但当拉克代蒙人与阿开亚人赶来增援阿耳刻拉奥斯和阿里斯提昂时,布鲁提乌斯认为待敌军全员会合后己方将无法抗衡,遂撤兵退往比雷埃夫斯,直至阿耳刻拉奥斯率船队前来攻克了该地。

语法注3 条
  1. 528καὶ ταῦτα μέντοι σοφίαν τὴν Ἐπικούρειον ἠσκηκώς

    让步结构,成语 καὶ ταῦτα(意为“而且尽管……”)修饰分词 ἠσκηκώς,在修辞上强调了阿里斯提昂所受的哲学训练与其前文所述残暴僭主统治之间的剧烈反差。

  2. 528οὐχ ὑπεροψίας πλούτου καὶ ἀρχῆς δόξαν σφίσι μᾶλλον ἢ ζηλοτυπίας ἐς αὐτὰ προφέροντες

    围绕 δόξαν(“外观/声誉”)构建的比较结构,受词 δόξαν 受 οὐχ... μᾶλλον ἤ(“与其说是……不如说是……”)引导的两个属格修饰语修饰:ὑπεροψίας πλούτου καὶ ἀρχῆς(“对财富与权位的蔑视”)与 ζηλοτυπίας ἐς αὐτά(“对二者的嫉妒”),意指他们向世人展现的并非超脱,而是嫉妒。

  3. 528ταῦτα μὲν οὖν ἡγήσαιτο ἄν τις ἐς Ἀριστίωνα τὸν φιλόσοφον εἰρημένα

    带有 ἄν 的希求法潜在表达(ἡγήσαιτο ἄν τις,“人们不妨认为……”)。谓语分词 εἰρημένα 修饰 ταῦτα(前文对哲学家的讽刺议论),用作作者对其离题(ἐκβολή)进行辩解的标准过渡句式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg014.humanitext-grc2:528-529