← 阿庇安

米特拉达梯战争

§425-427

罗得人的胜利与米特拉达梯撤围

罗得人凭借精湛的海战技术与风向之利屡挫米特拉达梯的舰队,瓦解其夜袭并击毁巨型攻城器械桑布卡,迫使国王解围撤军;米特拉达梯随后委派诸将主持战事,自身则专注于征兵治乱。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§425

ὁλκάδος δὲ βασιλικῆς ἱστίῳ παραπλεούσης, Ῥοδία δίκροτος ἐπʼ αὐτὴν ἀνήχθη· καὶ ταῖσδε κατὰ σπουδὴν ἑκατέρων ἐπιβοηθούντων ναυμαχία γίγνεται καρτερά, Μιθριδάτου μὲν ἐπιβαρύνοντος ὀργῇ καὶ πλήθεσι νεῶν, Ῥοδίων δʼ αὐτοῦ τὰ σκάφη σὺν ἐμπειρίᾳ περιπλεόντων τε καὶ ἀνατιτρώντων, ὥστε καὶ τριήρη αὐτοῖς ἀνδράσιν1 ἀναδησάμενοι καὶ ἀκροστόλια πολλὰ καὶ σκῦλα ἐς τὸν λιμένα φέροντες ἐπανελθεῖν.2 πεντήρους δὲ σφῶν εἰλημμένης ὑπὸ τῶν πολεμίων, ἀγνοοῦντες οἱ Ῥόδιοι ἐπὶ ζήτησιν αὐτῆς ἓξ ταῖς μάλιστα ταχυναυτούσαις ἀνέπλεον, καὶ Δαμαγόρας ἐπʼ αὐτῶν ὁ ναύαρχος ἐπέπλει. πέντε δʼ αὐτῷ καὶ εἴκοσιν ἐπιπέμψαντος τοῦ Μιθριδάτου, μέχρι μὲν ἐς δύσιν ὁ Δαμαγόρας ὑπεχώρει, συσκοτάζοντος δʼ ἤδη ταῖς βασιλικαῖς ἐς ἀπόπλουν ἐπιστρεφομέναις ἐμβαλὼν δύο κατεπόντωσε, δύο δʼ ἄλλας ἐς Λυκίαν συνεδίωξε, καὶ τὴν νύκτα πελαγίσας ἐπανῆλθεν. τοῦτο Ῥοδίοις καὶ Μιθριδάτῃ τέλος ἦν τῆς ναυμαχίας, παρὰ δόξαν Ῥοδίοις τε διὰ τὴν ὀλιγότητα καὶ Μιθριδάτῃ διὰ τὸ πλῆθος γενόμενον. ἐν δὲ τῷ ἔργῳ περιπλέοντι τῷ βασιλεῖ, καὶ τοὺς οἰκείους ἐπισπέρχοντι, Χία συμμαχὶς ἐμβαλοῦσα ἐκ θορύβου κατέσεισε· καὶ ὁ βασιλεύς, οὐδὲν τότε φροντίζειν ὑποκρινάμενος, τὸν κυβερνήτην ὕστερον ἐκόλασε καὶ τὸν πρῳρέα, καὶ Χίοις ἐμήνισε πᾶσιν.

国王麾下的一艘商船正扬帆航行,一艘罗得双层桨战船随即出港迎击。双方急忙派遣舰船增援,展开了一场激烈的海战。米特拉达梯依仗怒火与庞大的舰队数量重重施压,罗得人则凭借娴熟的技术环绕敌舰机动并撞穿其船体,以致罗得人甚至将一艘三层桨战船连同其全员俘获拖曳而回,满载众多船饰与战利品返回港口。当罗得人的一艘五层桨战船被敌方俘获时,罗得人因不知情,派出六艘速度最快的战船前去搜寻,海军统帅达马戈拉斯亲自登舰指挥。米特拉达梯派出二十五艘战船迎战他,达马戈拉斯一直后撤至日落;但当天色已暗、国王船队掉头准备返航时,他乘机突袭,击沉两艘,并将另两艘追逼至吕基亚,在公海停留一夜后安然返回。这便是罗得人与米特拉达梯海战的结局,这一结果对罗得人而言因其寡少,对米特拉达梯而言因其众多,均出乎意料。在战斗中,当国王乘船巡视督战己方各舰时,一艘结盟的希俄斯战船在混乱中撞击了国王座舰,使其剧烈震动。国王当时佯装毫不在意,事后却惩罚了舵手与瞭望手,并对全体希俄斯人怀恨在心。

§426

τῶν δʼ αὐτῶν ἡμερῶν τοῦ πεζοῦ τῷ Μιθριδάτῃ παραπλέοντος ἐπὶ ὁλκάδων καὶ τριήρων, πνεῦμα Καυνικὸν ἐμπεσὸν ἐς αὐτὰς ἐς Ῥόδον παρήνεγκε· καὶ οἱ Ῥόδιοι τάχιστα ἐπαναχθέντες, ἐνοχλουμέναις ὑπὸ τοῦ κλύδωνος ἔτι καὶ διεσπαρμέναις ἐμβαλόντες, ἀνεδήσαντό τινας καὶ διέτρησαν ἑτέρας καὶ ἐνέπρησαν ἄλλας, καὶ ἄνδρας αἰχμαλώτους εἷλον ἐς τετρακοσίους. ἐφʼ οἷς ὁ Μιθριδάτης ἐς ἑτέραν ναυμαχίαν ὁμοῦ καὶ πολιορκίαν ἡτοιμάζετο, σαμβύκην δέ τινα, μηχάνημα μέγιστον, ἐπὶ δύο νεῶν φερόμενον ἐποίει.3 αὐτομόλων δʼ αὐτῷ λόφον ὑποδειξάντων ἐπιβατόν, ᾗ Ἀταβυρίου Διὸς ἱερὸν ἦν καὶ κολοβὸν τειχίον ἐπʼ αὐτοῦ, τὴν στρατιὰν ἐς τὰς ναῦς νυκτὸς ἐπέβησε, καὶ ἑτέροις ἀναδοὺς κλίμακας ἐκέλευσε χωρεῖν ἑκατέρους μετὰ σιωπῆς, μέχρι τινὲς αὐτοῖς πυρσεύσειαν4 ἐκ τοῦ Ἀταβυρίου, καὶ τότε ἀθρόως, μετὰ βοῆς ὅτι μάλιστα μεγάλης, τοὺς μὲν τοῖς λιμέσιν ἐμπίπτειν, τοὺς δὲ τὰ τείχη βιάζεσθαι. οἱ μὲν δὴ μετὰ σιγῆς βαθείας προσεπέλαζον, Ῥοδίων δʼ οἱ προφύλακες αἰσθόμενοι τῶν γιγνομένων ἐπύρσευσαν, καὶ ἡ στρατιὰ τοῦ Μιθριδάτου, νομίσασα τοῦτο εἶναι τὸν ἐκ τοῦ Ἀταβυρίου πυρσόν, ἐκ βαθείας σιωπῆς ἠλάλαξαν ὁμοῦ πάντες, οἵ τε κλιμακοφόροι καὶ ὁ στόλος ὁ νηίτης. Ῥοδίων δʼ αὐτοῖς ἀκαταπλήκτως ἀντανακραγόντων, καὶ ἀθρόως ἀναδραμόντων ἐς τὰ τείχη, οἱ βασιλικοὶ νυκτὸς μὲν οὐδʼ ἐπεχείρουν, ἡμέρας δʼ ἀπεκρούσθησαν.

就在同一时期,米特拉达梯的步兵正分乘商船和三层桨战船沿海驶过,一阵来自考努斯的强风骤然吹袭,将船只卷向罗得岛。罗得人迅速出航,趁敌舰仍在波涛中受困且彼此分散之际发动突击,拖走若干艘,撞穿数艘,又焚毁数艘,并俘虏了大约四百人。对此,米特拉达梯准备再度发动海战与围攻战,并建造了一架名为“桑布卡”的巨型云梯机械,架设在两艘战船之上。因有降卒向他指明了一处易于攀爬的山丘,其上建有阿塔比里奥斯宙斯神庙和一段矮墙,国王遂命军队于夜间登船,另给一部人马分发梯子,命令两路部队均静默前行,直至有人从阿塔比里奥斯山点燃烽火,届时一齐发出震天动地的呼喊,一路猛冲港口,另一路强攻城墙。敌军在一片死寂中逼近,但罗得哨兵察觉了动静,便点燃了烽火;米特拉达梯的军队误以为这就是来自阿塔比里奥斯山的信号,便从深寂中齐声呼啸,运梯兵与舰队水手尽皆呐喊。罗得人毫无惧色地齐声怒吼反击,全员奔上城墙,致使王军在夜间根本不敢发动攻势,至白昼更被彻底击退。

§427

ἡ σαμβύκη δʼ ἐπαχθεῖσα τοῦ τείχους ᾗ τὸ τῆς Ἴσιδος ἱερόν ἐστιν, ἐφόβει μάλιστα, βέλη τε πολλὰ ὁμοῦ καὶ κριοὺς καὶ ἀκόντια ἀφιεῖσα. στρατιῶταί τε σκάφεσι πολλοῖς αὐτῇ μετὰ κλιμάκων παρέθεον ὡς ἀναβησόμενοι διʼ αὐτῆς ἐπὶ τὰ τείχη. οἱ δὲ Ῥόδιοι καὶ τάδε εὐσταθῶς ὑπέμενον, ἕως τό τε μηχάνημα ὑπὸ βάρους ἐνεδίδου, καὶ φάσμα τῆς Ἴσιδος ἔδοξε πῦρ ἀφιέναι πολὺ κατʼ αὐτοῦ. καὶ ὁ Μιθριδάτης ἀπογνοὺς καὶ τῆσδε τῆς πείρας ἀνεζεύγνυεν ἐκ τῆς Ῥόδου, Πατάροις δὲ τὴν στρατιὰν περιστήσας ἔκοπτε Λητοῦς ἄλσος ἱερὸν ἐς μηχανάς, μέχρι φοβήσαντος αὐτὸν ἐνυπνίου τῆς τε ὕλης ἐφείσατο, καὶ Πελοπίδαν Λυκίοις πολεμεῖν ἐπιστήσας, Ἀρχέλαον ἐς τὴν Ἑλλάδα ἔπεμπε, προσεταιριούμενον ἢ βιασόμενον αὐτῆς ὅσα δύναιτο. αὐτὸς δʼ ἀπὸ τοῦδε τοῖς στρατηγοῖς τὰ πολλὰ μεθεὶς ἐστρατολόγει καὶ ὡπλοποίει, καὶ τῇ Στρατονικίδι γυναικὶ διετέρπετο, καὶ δίκας ἐδίκαζε τοῖς ἐπιβουλεύειν ἐς τὸ σῶμα αὐτοῦ λεγομένοις ἢ νεωτερίζουσιν ἢ ὅλως ῥωμαΐζουσιν.

当桑布卡被推近到伊西斯神庙所在的城墙处时,引发了极大的恐慌,它同时倾泻下密集的飞矢、撞槌与标枪。士兵们乘众多小舟携带梯子随侍在侧,企图借助机械攀登城墙。然而罗得人沉着抵御,直至该机械因自重过重而坍塌,且伊西斯的幻影似乎向其投下大火。米特拉达梯对此番尝试亦感到绝望,便从罗得岛撤军。他将军队部署在帕塔拉周围,砍伐勒托的圣林以制造器械,直到一场噩梦使他心生恐惧,才放过了这片林木;随后他任命佩洛皮达斯指挥对吕基亚人的战争,并派阿耳刻拉奥斯前往希腊,以求尽可能结盟拉拢或武力迫降各邦。自此以后,国王本人将大部分政务军务委派给诸位将领,自己则招募军队、赶造兵器,沉湎于来自斯特拉托尼凯亚的妻子之侧,并审判惩办那些据称密谋刺杀他、企图叛乱或一味亲近罗马的人。

语法注4 条
  1. 425αὐτοῖς ἀνδράσιν

    伴随与格的习惯用法,αὐτός 与名词同置于与格,意为“连同人员一起”、“连人带船”,表明该舰连同其上的全部船员一同被俘。

  2. 425ὥστε καὶ τριήρη αὐτοῖς ἀνδράσιν ἀναδησάμενοι καὶ ἀκροστόλια πολλὰ καὶ σκῦλα ἐς τὸν λιμένα φέροντες ἐπανελθεῖν

    由 ὥστε 引导的结果从句,其不定式为 ἐπανελθεῖν。主句的语法主语虽为 ναυμαχία,但因紧邻的独立属格主语(Ῥοδίων)是实际的施事者,修饰不定式逻辑主语的附带分词 ἀναδησάμενοι 与 φέροντες 依意义一致(破格构句)采用了主格而非宾格形式。

  3. 426σαμβύκην δέ τινα, μηχάνημα μέγιστον, ἐπὶ δύο νεῶν φερόμενον ἐποίει

    分词 φερόμενον 采用中性单数受格,并未与阴性受格名词 σαμβύκην 一致,而是受到了紧随其后的中性同位语 μηχάνημα 的吸引,在性数格上与同位语一致。

  4. 426μέχρι τινὲς αὐτοῖς πυρσεύσειαν

    间接引语中历史时态序列下的时间从句祈愿法。直接引语中原为 μέχρι ἄν + 虚拟式(表将来的预期),在过去时态主动词 ἐκέλευσε 统辖下省略 ἄν 并转为祈愿式 πυρσεύσειαν。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg014.humanitext-grc2:425-427