- 底本
- Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg014.humanitext-grc2:422-424
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
罗马任命苏拉为主帅并通过变卖神庙祭品筹集军费;米特拉达梯乘机密令在亚细亚全境同时屠杀罗马人与意大利人(亚细亚晚祷),亚细亚各城起而响应;随后他占领科斯岛并转攻罗得岛,但遭到罗得军民的坚强抵抗。
καὶ τάδε μὲν ἦν ἀμφὶ τὸν Μιθριδάτην· Ῥωμαῖοι δʼ ἐξ οὗ τῆς πρώτης αὐτοῦ ὁρμῆς τε καὶ ἐς τὴν Ἀσίαν ἐσβολῆς ἐπύθοντο, στρατεύειν ἐπʼ αὐτὸν ἐψηφίσαντο, καίπερ ἀσχολούμενοι στάσεσιν ἀτρύτοις ἐν τῇ πόλει καὶ οἰκείῳ πολέμῳ χαλεπῷ, τῆς Ἰταλίας ἀφισταμένης σχεδὸν ἁπάσης ἀνὰ μέρος. κληρουμένων δὲ τῶν ὑπάτων, ἔλαχε μὲν Κορνήλιος Σύλλας ἄρχειν τῆς Ἀσίας καὶ πολεμεῖν τῷ Μιθριδάτῃ, χρήματα δʼ οὐκ ἔχοντες αὐτῷ ἐσενεγκεῖν, ἐψηφίσαντο πραθῆναι ὅσα Νουμᾶς Πομπίλιος βασιλεὺς ἐς θυσίας θεῶν διετέτακτο. τοσήδε μὲν ἦν τότε πάντων ἀπορία καὶ ἐς πάντα φιλοτιμία. καὶ τινα αὐτῶν ἔφθασε πραθῆναι καὶ συνενεγκεῖν χρυσίου λίτρας ἐνακισχιλίας, ἃς μόνας ἐς τηλικοῦτον πόλεμον ἔδοσαν. Σύλλαν μὲν οὖν ἐς πολὺ αἱ στάσεις κατέσχον, ὡς ἐν τοῖς ἐμφυλίοις συγγέγραπται· ἐν τούτῳ δʼ ὁ Μιθριδάτης ἐπί τε Ῥοδίους ναῦς πλείονας συνεπήγνυτο, καὶ σατράπαις ἅπασι καὶ πόλεων ἄρχουσι διʼ ἀπορρήτων ἔγραφε, τριακοστὴν ἡμέραν φυλάξαντας ὁμοῦ πάντας ἐπιθέσθαι1 τοῖς παρὰ σφίσι Ῥωμαίοις καὶ Ἰταλοῖς, αὐτοῖς τε καὶ γυναιξὶν αὐτῶν καὶ παισὶ καὶ ἀπελευθέροις ὅσοι γένους Ἰταλικοῦ, κτείναντάς τε ἀτάφους ἀπορρῖψαι, καὶ τὰ ὄντα αὐτοῖς μερίσασθαι πρὸς βασιλέα Μιθριδάτην. ἐπεκήρυξε δὲ καὶ ζημίαν τοῖς καταθάπτουσιν αὐτοὺς ἢ ἐπικρύπτουσι, καὶ μήνυτρα τοῖς ἐλέγχουσιν ἢ τοὺς κρυπτομένους ἀναιροῦσι, θεράπουσι μὲν ἐπὶ δεσπότας ἐλευθερίαν, χρήσταις δʼ ἐπὶ δανειστὰς ἥμισυ τοῦ χρέους. τάδε μὲν δὴ διʼ ἀπορρήτων ὁ Μιθριδάτης ἐπέστελλεν ἅπασιν ὁμοῦ, καὶ τῆς ἡμέρας ἐπελθούσης συμφορῶν ἰδέαι ποικίλαι κατὰ τὴν Ἀσίαν ἦσαν, ὧν ἔνια τοιάδε ἦν.
米特拉达梯方面的情形便是如此。而罗马人一旦获悉他的首次进军以及对亚细亚的入侵,便投票决议对他用兵,尽管他们此时正受困于城内永无休止的内讧,以及因全意大利几乎各地相继叛离而引发的严酷同盟者战争。在执政官抽签时,科尔内利乌斯·苏拉抽中了掌管亚细亚并对米特拉达梯作战的统领权;但因缺乏经费资助他,他们便决议将国王努玛·庞皮利乌斯为祭祀诸神所留下的器物全数变卖。当时全方位的物资匮乏以及对一切事务的竞逐狂热竟至于斯。其中一部分财物随即被迅速变卖,筹得黄金九千磅,这也是他们为此等规模大战所能支出的全部款项。 苏拉因受内乱牵制而耽搁甚久,正如《内战记》中所载。在此期间,米特拉达梯建造了更多战船以图进攻罗得人,并向麾下所有的行省长官与各城执政官发出密函,令他们在第三十天协同一致,同时袭击留在当地的罗马人与意大利人,包括其本人、妻子、儿女以及具有意大利血统的释奴;在杀死他们之后弃尸不葬,并将他们的财产与国王米特拉达梯平分。他又下令,凡埋葬或窝藏他们的人均将受罚,凡告发或诛杀潜藏者的人皆有重赏:奴隶告发主人者可获自由,债务人告发债权人者可免除一半债务。米特拉达梯便将这些密令同时传达给所有人;待这一日到来,亚细亚全境惨祸百出,其部分情形如下:
Ἐφέσιοι τοὺς ἐς τὸ Ἀρτεμίσιον καταφυγόντας, συμπλεκομένους τοῖς ἀγάλμασιν, ἐξέλκοντες ἔκτεινον. Περγαμηνοὶ τοὺς ἐς τὸ Ἀσκληπιεῖον συμφυγόντας, οὐκ ἀφισταμένους, ἐτόξευον τοῖς ξοάνοις συμπλεκομένους. Ἀδραμυττηνοὶ τοὺς ἐκνέοντας ἐσβαίνοντες ἐς τὴν θάλασσαν ἀνῄρουν, καὶ τὰ βρέφη κατεπόντουν. Καύνιοι Ῥοδίοις ὑποτελεῖς ἐπὶ τῷ Ἀντιόχου πολέμῳ γενόμενοι, καὶ ὑπὸ Ῥωμαίων ἀφεθέντες οὐ πρὸ πολλοῦ, τοὺς Ἰταλοὺς ἐς τὴν βουλαίαν Ἑστίαν καταφυγόντας ἕλκοντες ἀπὸ τῆς Ἑστίας, τὰ βρέφη σφῶν πρῶτα ἔκτεινον ἐν ὄψει τῶν μητέρων, αὐτὰς δὲ καὶ τοὺς ἄνδρας ἐπʼ ἐκείνοις. Τραλλιανοὶ δʼ αὐθένται τοῦ κακοῦ φυλαξάμενοι γενέσθαι, Παφλαγόνα Θεόφιλον, ἄγριον ἄνδρα, ἐς τὸ ἔργον ἐμισθώσαντο, καὶ ὁ Θεόφιλος αὐτοὺς συναγαγὼν ἐπὶ τὸν τῆς ὁμονοίας νεὼν ἥπτετο τοῦ φόνου, καὶ τινῶν τοῖς ἀγάλμασι συμπλεκομένων τὰς χεῖρας ἀπέκοπτεν. τοιαύταις μὲν τύχαις οἱ περὶ τὴν Ἀσίαν ὄντες Ἰταλοὶ καὶ Ῥωμαῖοι συνεφέροντο, ἄνδρες τε ὁμοῦ καὶ βρέφη καὶ γυναῖκες, καὶ ἐξελεύθεροι καὶ θεράποντες αὐτῶν, ὅσοι γένους Ἰταλικοῦ. ᾧ καὶ μάλιστα δῆλον ἐγένετο2 τὴν Ἀσίαν οὐ φόβῳ Μιθριδάτου μᾶλλον ἢ μίσει Ῥωμαίων τοιάδε ἐς αὐτοὺς ἐργάσασθαι. ἀλλʼ οὗτοι μὲν δίκην ἔδοσαν διπλῆν, αὐτοῦ τε Μιθριδάτου μετʼ ὀλίγον ἀπίστως ἐξυβρίσαντος ἐς αὐτούς, καὶ ὕστερον Κορνηλίῳ Σύλλᾳ· Μιθριδάτης δὲ ἐς μὲν Κῶ κατέπλευσε, Κῴων αὐτὸν ἀσμένως δεχομένων, καὶ τὸν Ἀλεξάνδρου παῖδα τοῦ βασιλεύοντος Αἰγύπτου, σὺν χρήμασι πολλοῖς ὑπὸ τῆς μάμμης Κλεοπάτρας ἐν Κῷ καταλελειμμένον, παραλαβὼν ἔτρεφε βασιλικῶς, ἔκ τε τῶν Κλεοπάτρας θησαυρῶν γάζαν πολλὴν καὶ τέχνην καὶ λίθους καὶ κόσμους γυναικείους καὶ χρήματα πολλὰ ἐς τὸν Πόντον ἔπεμψεν.
以弗所人将逃入阿耳忒弥斯神庙并紧抱神像者强行拖出斩杀。佩加蒙人向逃至阿斯克勒庇俄斯神庙、紧攀木雕神像不肯离去的人乱箭齐发。阿德拉米提翁人踏入海中追杀游水逃命之人,并溺毙婴孩。考努斯人曾因安条克战争而沦为罗得人的属民,且不久前才获罗马人释放,他们将逃至议事厅赫斯提亚祭坛前的意大利人拖离祭坛,在母亲眼前先杀死她们的婴孩,继而将母亲及男子逐一杀害。特拉勒斯人唯恐成为这起罪恶的亲手执行者,便雇佣了凶残的帕夫拉戈尼亚人狄奥菲鲁斯代为行凶;狄奥菲鲁斯将众人驱集于和睦女神庙前展开屠杀,并将紧抱神像者的双手斩断。留居亚细亚的意大利人与罗马人便遭逢了这般惨剧,男女老幼尽皆罹难,其释奴与仆从只要身负意大利血统者亦无一幸免。由此尤为清楚地表明,亚细亚居民对他们施加如此暴行,倒非出于对米特拉达梯的恐惧,更是出于对罗马人的憎恨。然而这些人后来遭到了双重报应:不久之后米特拉达梯本人背信弃义凌虐了他们,其后科尔内利乌斯·苏拉亦予以惩治。米特拉达梯则航向科斯岛,科斯人欣然接纳了他;埃及统治者亚历山大之子曾被其祖母克利奥帕特拉携巨资留在科斯岛,米特拉达梯将他接纳并以王室礼节抚育,又从克利奥帕特拉的宝库中将大批财宝、工艺品、宝石、妇女饰物和巨额金钱送往本都。
ἐν δὲ τούτῳ Ῥόδιοι τά τε τείχη σφῶν καὶ τοὺς λιμένας ἐκρατύναντο, καὶ μηχανὰς ἅπασιν ἐφίστανον· καί τινες αὐτοῖς Τελμισέων τε καὶ Λυκίων συνεμάχουν. ὅσοι τε ἐξ Ἀσίας Ἰταλοὶ διεπεφεύγεσαν, ἐς Ῥόδον ἅπαντες ἐχώρουν, καὶ σὺν αὐτοῖς Λεύκιος Κάσσιος ὁ τῆς Ἀσίας ἀνθύπατος. ἐπιπλέοντος δὲ τοῦ Μιθριδάτου τὰ προάστεια καθῄρουν, ἵνα μηδὲν εἴη χρήσιμα τοῖς πολεμίοις, καὶ ἐπὶ ναυμαχίαν ἀνήγοντο, ταῖς μὲν ἐκ μετώπου ταῖς δὲ πλαγίοις.3 ὁ δὲ βασιλεὺς ἐπὶ πεντήρους περιπλέων ἐκέλευε τοὺς ἰδίους ἐς τὸ πέλαγος ἀνάγειν ἐπὶ κέρως, καὶ τὴν εἰρεσίαν ἐπιταχύναντας περικυκλοῦσθαι τοὺς πολεμίους ὀλιγωτέρους ὄντας, μέχρι δείσαντες οἱ Ῥόδιοι περὶ τῇ κυκλώσει ὑπεχώρουν κατʼ ὀλίγον· εἶτʼ ἐπιστρέψαντες ἐς τὸν λιμένα κατέφυγον, καὶ κλείθροις αὐτὸν διαλαβόντες ἀπὸ τῶν τειχῶν τὸν Μιθριδάτην ἀπεμάχοντο. ὁ δὲ τῇ πόλει παραστρατοπεδεύων καὶ συνεχῶς τῶν λιμένων πειρώμενος καὶ ἀποτυγχάνων, ἀνέμενε τὸ πεζὸν ἐκ τῆς Ἀσίας οἱ παραγενέσθαι. κἀν τούτῳ βραχεῖαι καὶ συνεχεῖς ἐγίγνοντο ἁψιμαχίαι τῶν ἐφεδρευόντων τοῖς τείχεσιν, ἐν αἷς οἱ Ῥόδιοι πλεονεκτοῦντες ἀνεθάρσουν κατʼ ὀλίγον, καὶ τὰς ναῦς διὰ χειρὸς εἶχον ὡς, εἴ πῃ καιρὸν εὕροιεν, ἐπιθησόμενοι τοῖς πολεμίοις.
在此期间,罗得人加固了城墙与港口,并在各处安设攻防器械;部分泰尔梅索斯人与吕基亚人亦同他们结盟。凡自亚细亚逃出的意大利人尽皆退往罗得岛,亚细亚资深执政官卢基乌斯·卡西乌斯亦与其同行。在米特拉达梯率舰进逼之际,他们拆毁了城郊建筑以防资敌,随后出海迎战,部分战船正面对敌,部分战船侧翼策应。国王乘五层桨战船巡视,命己方船队沿纵队驶向公海,并加快划桨速度包抄数量处于劣势的敌舰;直至罗得人唯恐被合围而逐渐后撤,继而掉头退入港内,降下拦港锁链闭港,依托城墙迎战米特拉达梯。米特拉达梯在城旁扎营,接连攻打港口皆未得手,只得等待亚细亚的步兵前来增援。在此期间,把守城墙的守军与敌发生频繁而短促的前哨战,罗得人在其中屡占上风,士气渐振,并随时备好舰船,一旦觅得战机便主动出击敌军。
- 422ἔγραφε, τριακοστὴν ἡμέραν φυλάξαντας ὁμοῦ πάντας ἐπιθέσθαι
在由表示指示的动词 ἔγραφε 所引导的不定式结构(ἐπιθέσθαι, ἀπορρῖψαι, μερίσασθαι)中,尽管前面的受指令对象使用了与格(σατράπαις ἅπασι καὶ πόλεων ἄρχουσι),但充当不定式逻辑主语的分词却采用了宾格(φυλάξαντας, κτείναντας)。这是因为分词依附于不定式的主格-宾格规则,转为符合宾格加不定式结构的惯用格位。
- 423ᾧ καὶ μάλιστα δῆλον ἐγένετο
中性单数与格关系代词 ᾧ 以整段前述各地的惨烈屠杀情状为先行词,充当表原因或手段的接续性与格,意为“由此(……变得极为清楚)”。随后的宾格不定式从句(τὴν Ἀσίαν ... ἐργάσασθαι)则构成 δῆλον ἐγένετο 的逻辑主语。
- 424ταῖς μὲν ἐκ μετώπου ταῖς δὲ πλαγίοις
阴性复数与格 ταῖς μὲν ... ταῖς δέ 省略了前文提及的名词 ναυσί(战船),作方式或手段与格:“一部战船从正面迎击,一部战船从侧翼包抄”。随后的 πλαγίοις 与其配合,表示舰船在海战中的阵位布局。
