← 阿庇安

米特拉达梯战争

§319-321

击溃并处决马尼乌斯与席卷小亚细亚

阿姆尼亚斯河战役获胜后,米特拉达梯的大军乘胜击溃马尼乌斯并席卷小亚细亚,俘获了奥庇乌斯,并将挑起战端的元凶马尼乌斯处决。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§319

ἔργον δὴ τόδε πρῶτον τοῦ Μιθριδατείου πολέμου καὶ οἱ στρατηγοὶ τῶν Ῥωμαίων κατεπεπλήγεσαν,1 ὡς οὐκ εὐβουλίᾳ μᾶλλον ἢ προπετῶς, ἄνευ τοῦ κοινοῦ, τοσόνδε πόλεμον ἅψαντες.2 ὀλίγοι τε γὰρ πολὺ πλειόνων ἐκεκρατήκεσαν, καὶ οὐδεμιᾷ συντυχίᾳ χωρίων ἢ πολεμίου σφάλματος, ἀλλʼ ἀρετῇ στρατηγῶν καὶ ἀνδρείᾳ στρατοῦ. Νικομήδης μὲν οὖν Μανίῳ παρεστρατοπέδευε, Μιθριδάτης δʼ ἐπὶ τὸ Σκορόβαν ὄρος ἀνῄει, ὃ τέλος ἐστὶ Βιθυνῶν καὶ τῆς Ποντικῆς χώρας. πρόδρομοί τε αὐτοῦ, Σαυροματῶν ἑκατὸν ἱππεῖς, ὀκτακοσίοις ἱππεῦσι τοῦ Νικομήδους ἐντυχόντες αἱροῦσι καὶ τούτων τινάς· οὓς πάλιν ὁ Μιθριδάτης σὺν ἐφοδίοις μεθῆκεν ἐς τὰς πατρίδας ἀπιέναι. Μάνιον δʼ ὑποφεύγοντα Νεοπτόλεμός τε καὶ Νεμάνης ὁ Ἀρμένιος ἀμφὶ τὸ πρῶτον Πάχιον χωρίον ἑβδόμης ὥρας καταλαβόντες, οἰχομένου πρὸς Κάσσιον Νικομήδους, ἠνάγκασαν ἐς μάχην ἱππέας ἔχοντα τετρακισχιλίους καὶ πεζοὺς ἔτι τούτων δεκαπλασίονας. κτείναντες δʼ αὐτοῦ περὶ μυρίους, ἐζώγρησαν ἐς τριακοσίους· οὓς ὁμοίως ὁ Μιθριδάτης ἐς αὐτὸν ἀναχθέντας ἀπέλυσε, καταδημοκοπῶν τοὺς πολεμίους. Μανίου δʼ ἐλήφθη καὶ τὸ στρατόπεδον, καὶ φεύγων αὐτὸς ἐπὶ τὸν Σαγγάριον ποταμὸν νυκτὸς γενομένης ἐπέρασέ τε καὶ ἐς Πέργαμον ἐσώθη. Κάσσιος δὲ καὶ Νικομήδης, καὶ ὅσοι ἄλλοι Ῥωμαίων πρέσβεις παρῆσαν, ἐς Λεόντων κεφαλήν, ὃ τῆς Φρυγίας ἐστὶν ὀχυρώτατον χωρίον, μετεστρατοπέδευον· καὶ τὸ πλῆθος ὅσον εἶχον, οὐ πάλαι συνειλεγμένον, χειροτεχνῶν ἢ γεωργῶν ἢ ἰδιωτῶν, ἐγύμναζον, καὶ τοὺς Φρύγας αὐτοῖς προσκατέλεγον. ὀκνούντων δὲ ἑκατέρων ἀπέγνωσαν πολεμεῖν ἀνδράσιν ἀπολέμοις, καὶ διαλύσαντες αὐτοὺς ἀνεχώρουν, Κάσσιος μὲν ἐς Ἀπάμειαν σὺν τῷ ἑαυτοῦ στρατῷ, Νικομήδης δὲ ἐς Πέργαμον, Μάνιος δὲ ἐπὶ Ῥόδου. ὧν, ὅσοι τὸ στόμα τοῦ Πόντου κατεῖχον, πυθόμενοι διελύθησαν, καὶ τάς τε κλεῖς τοῦ Πόντου, καὶ ναῦς ὅσας εἶχον, τῷ Μιθριδάτῃ παρέδοσαν.

这便是米特拉达梯战争的第一场战役;罗马的将领们惶恐万分,认识到自己并未出于审慎,而是鲁莽行事,在未获国家授权的情况下点燃了如此规模的大战。因为人数劣势的一方大胜了占绝对优势之敌,且并非凭借地形上的偶发机运或敌军的失误,而是倚仗将领的韬略与士卒的英勇。于是尼科墨得斯退至马尼乌斯营旁扎营,米特拉达梯则登上了斯科罗巴斯山,此山乃是比提尼亚与本都领土的界山。他的先锋部队——一百名萨乌罗马泰骑兵——遭遇了尼科墨得斯的八百名骑兵,并俘获了其中若干人;米特拉达梯同样发给路费,放他们返回故里。当马尼乌斯正在后撤、且尼科墨得斯已前往卡西乌斯处时,涅奥普托勒摩斯与亚美尼亚人内马涅斯在第七时辰左右于第一帕奇翁村庄附近追上了马尼乌斯,迫使他交战,当时马尼乌斯尚握有四千骑兵及十倍于此的步兵。他们斩杀了约一万敌军,生俘约三百人;当这些俘虏被押送至米特拉达梯面前时,他同样将他们释放,以此笼络敌方的人心。马尼乌斯的营寨亦告失陷,他本人则逃奔桑加里奥斯河,待入夜后渡过此河,安然逃至佩加蒙。卡西乌斯、尼科墨得斯以及在场的其他罗马使节转移阵地至狮子头,那是弗里吉亚最为坚固的要塞;他们操练手中现有的人马——那些从手工业者、农夫和平民中临时拼凑而来的人众,并将弗里吉亚人也编入其中。然而由于双方均犹豫畏缩,他们对利用这些毫无战阵经验之人作战彻底绝望,便遣散了他们各自撤退:卡西乌斯率本部人马撤往阿帕梅亚,尼科墨得斯撤往佩加蒙,马尼乌斯则退向罗得岛。扼守本都海峡的人得知这些变故后各自溃散,将本都的门户钥匙以及所保有的全部舰船拱手交给了米特拉达梯。

§320

ὁ δὲ ὁρμῇ τῇδε μιᾷ τὴν ἀρχὴν ὅλην τοῦ Νικομήδους ὑπολαβὼν ἐπῄει, καὶ καθίστατο τὰς πόλεις. ἐμβαλὼν δὲ καὶ ἐς Φρυγίαν, ἐς τὸ τοῦ Ἀλεξάνδρου πανδοκεῖον κατέλυσεν, αἰσιούμενος ἄρα, ἔνθαπερ Ἀλέξανδρος ἀνεπαύσατο, καὶ Μιθριδάτην σταθμεῦσαι. ὁ μὲν δὴ καὶ Φρυγίας τὰ λοιπὰ καὶ Μυσίαν καὶ Ἀσίαν, ἃ Ῥωμαίοις νεόκτητα ἦν, ἐπέτρεχε, καὶ ἐς τὰ περίοικα περιπέμπων ὑπηγάγετο Λυκίαν τε καὶ Παμφυλίαν καὶ τὰ μέχρι Ἰωνίας. Λαοδικεῦσι δὲ ἔτι ἀντέχουσι, τοῖς περὶ τὸν Λύκον ποταμόν3 (Ῥωμαίων γάρ τις στρατηγὸς Κόιντος Ὄππιος, ἱππέας ἔχων καὶ μισθοφόρους τινάς, ἐς τὴν πόλιν ἐσδραμὼν ἐφύλαττεν αὐτήν), κήρυκα ἐπιπέμψας ἐπὶ τὰ τείχη λέγειν ἐκέλευσεν ὅτι βασιλεὺς Μιθριδάτης ὑπέχεται Λαοδικεῦσιν ἄδειαν, εἰ τὸν Ὄππιον αὐτῷ προσαγάγοιεν. οἱ δʼ ἐπὶ τῷ κηρύγματι τοὺς μὲν μισθοφόρους Ὀππίου μεθῆκαν ἀπαθεῖς ἀπιέναι, αὐτὸν δʼ ἤγαγον τῷ Μιθριδάτῃ τὸν Ὄππιον, ἡγουμένων αὐτῷ τῶν ῥαβδοφόρων ἐπὶ γέλωτι. καὶ αὐτὸν ὁ Μιθριδάτης οὐδὲν διαθεὶς ἐπήγετο πανταχοῦ λελυμένον, ἐπιδεικνύμενος ἄρα Ῥωμαίων αἰχμάλωτον στρατηγόν.

他凭借这一次势如破竹的进击,便将尼科墨得斯的整个王国据为己有,巡行各地并整顿了各座城市。在攻入弗里吉亚后,他下榻于亚历山大旅舍,自以为米特拉达梯也在亚历山大安歇之地宿营乃是吉兆。他随后席卷了弗里吉亚的其余地区、密细亚以及罗马的新得领地亚细亚省,并向周边各地遣使,降服了吕基亚、潘菲利亚直至爱奥尼亚一带。吕库斯河畔的拉奥狄刻亚人尚在坚守抵抗——因罗马将领昆图斯·奥庇乌斯率骑兵及若干雇佣兵突入城中把守该城——米特拉达梯遂遣宣谕使至城下喊话,宣称若拉奥狄刻亚人将奥庇乌斯引渡给他,国王米特拉达梯保证赦免城中之民。拉奥狄刻亚人听闻宣告后,放走了奥庇乌斯的雇佣兵让他们平安离去,却把奥庇乌斯本人押送给米特拉达梯,并让他的侍从执役官在前面开道以示嘲弄。米特拉达梯未加害于他,而是不加锁链随处带在身旁,以此炫耀俘获了罗马的将领。

§321

μετʼ οὐ πολὺ δὲ καὶ Μάνιον Ἀκύλιον, τὸν τῆσδε τῆς πρεσβείας καὶ τοῦδε τοῦ πολέμου μάλιστα αἴτιον, ἑλὼν δεδεμένον ἐπὶ ὄνου περιήγετο, κηρύσσοντα τοῖς ὁρῶσιν ὅτι Μάνιος εἴη,4 μέχρι ἐν Περγάμῳ τοῦ στόματος αὐτοῦ κατεχώνευσε χρυσίον, δωροδοκίαν ἄρα Ῥωμαίοις ὀνειδίζων. σατράπας δὲ τοῖς ἔθνεσιν ἐπιστήσας, ἐς Μαγνησίαν καὶ Ἔφεσον καὶ Μιτυλήνην παρῆλθεν, ἀσμένως αὐτὸν ἁπάντων δεχομένων, Ἐφεσίων δὲ καὶ τὰς Ῥωμαίων εἰκόνας τὰς παρὰ σφίσι καθαιρούντων, ἐφʼ ᾧ δίκην ἔδοσαν οὐ πολὺ ὕστερον. ἐπανιὼν δὲ ἐκ τῆς Ἰωνίας Στρατονίκειαν εἷλε καὶ ἐζημίωσε χρήμασι, καὶ φρουρὰν ἐς τὴν πόλιν ἐσήγαγεν. παρθένον τε εὔμορφον ἰδὼν ἐς τὰς γυναῖκας ἀνεδέξατο· καὶ εἴ τῳ σπουδὴ καὶ τὸ ὄνομα πυθέσθαι, Μονίμη Φιλοποίμενος ἦν. Μάγνησι δὲ καὶ Παφλαγόσι καὶ Λυκίοις ἔτι ἀντέχουσι διὰ τῶν στρατηγῶν ἐπολέμει.

不久之后,他又俘获了身为此次出使和这场战争罪魁祸首的马尼乌斯·阿奎利乌斯,将他捆绑在驴背上到处游街示众,逼迫他向围观者高喊自己就是马尼乌斯,直至在佩加蒙将熔化的黄金灌入他的口中,借此讥讽罗马人的贪贿。在各族设立行省长官后,他进抵马格涅西亚、以弗所和米蒂利尼,各地均欢欣接纳了他,以弗所人甚至捣毁了城内的罗马人雕像,他们不久后便为此付出了代价。从爱奥尼亚返回途中,他攻占了斯特拉托尼刻亚,对其课以罚金,并在城中进驻了驻军。他在当地见一位容貌端丽的少女便纳为妻妾;若有人想知其姓名,她便是菲洛波伊曼之女莫妮梅。对于仍在抵抗的马格涅西亚人、帕夫拉戈尼亚人和吕基亚人,他则遣将继续攻打。

语法注4 条
  1. 319ἔργον δὴ τόδε πρῶτον τοῦ Μιθριδατείου πολέμου καὶ οἱ στρατηγοὶ τῶν Ῥωμαίων κατεπεπλήγεσαν

    句首的 ἔργον δὴ τόδε πρῶτον 是一个独立于主句述谓的主格提示短语,由连词 καί 与其后的主句(οἱ στρατηγοὶ... κατεπεπλήγεσαν)并列相连,结构为“此即第一场战役,且罗马将领们惶恐万分”。

  2. 319ὡς οὐκ εὐβουλίᾳ μᾶλλον ἢ προπετῶς, ἄνευ τοῦ κοινοῦ, τοσόνδε πόλεμον ἅψαντες

    连词 ὡς 与分词 ἅψαντες 结合,表示罗马将领们主观上意识到自身行径的鲁莽后果(“认识到他们点燃了……”)。在 οὐκ εὐβουλίᾳ μᾶλλον ἢ προπετῶς 中,方式与格(εὐβουλίᾳ)与副词(προπετῶς)通过比较连词 ἤ 形成了略带不对称的对比结构。

  3. 320Λαοδικεῦσι δὲ ἔτι ἀντέχουσι, τοῖς περὶ τὸν Λύκον ποταμόν

    句首的与格短语(Λαοδικεῦσι...)原本作为后续主要动词 ἐκέλευσεν 及其支配的不定词 λέγειν 的间接宾语(接受通告者)。但在长插入语(Ῥωμαίων γάρ...)之后,该与格在 ὅτι 宾语从句中被再次重复(ὑπέχεται Λαοδικεῦσιν),构成了破格句(句首悬挂式与格)。

  4. 321κηρύσσοντα τοῖς ὁρῶσιν ὅτι Μάνιος εἴη

    分词 κηρύσσοντα 为阳性单数宾格,与主句直接宾语 Μάνιον Ἀκύλιον 保持一致。ὅτι 从句中的动词 εἴη 是从属于过去时(περιήγετο)的间接引语希求法,反映了马尼乌斯被迫直接呼喊的内容(“我是马尼乌斯”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg014.humanitext-grc2:319-321