← 阿庇安

米特拉达梯战争

§317-318

阿姆尼亚斯河之战与尼科墨得斯溃败

罗马将领与尼科墨得斯未经元老院授权便擅自集结大军开战,但在阿姆尼亚斯河之战中,米特拉达梯诸将被以镰刀战车配合包抄击溃尼科墨得斯全军,战后米特拉达梯宽仁释放了俘虏。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§317

ταῦτα δὲ εἰπόντες, οὐκ ἀναμείναντες περὶ τοσοῦδε πολέμου τὴν βουλὴν ἢ τὸν δῆμον ἐπιγνώμονα γενέσθαι,1 στρατιὰν ἤγειρον ἔκ τε Βιθυνίας καὶ Καππαδοκίας καὶ Παφλαγονίας καὶ Γαλατῶν τῶν ἐν Ἀσίᾳ. ὡς δὲ αὐτοῖς ὅ τε ἴδιος στρατός, ὅσον εἶχε Λεύκιος Κάσσιος ὁ τῆς Ἀσίας ἡγούμενος, ἕτοιμος ἦν ἤδη, καὶ τὰ συμμαχικὰ πάντα συνεληλύθει, διελόμενοι τὸ πλῆθος ἐστρατοπέδευον, Κάσσιος μὲν ἐν μέσῳ Βιθυνίας τε καὶ Γαλατίας, Μάνιος δὲ ᾗ διαβατὸν ἦν ἐς Βιθυνίαν τῷ Μιθριδάτῃ, Ὄππιος δὲ ἕτερος στρατηγὸς ἐπὶ τῶν ὀρῶν τῶν Καππαδοκίας, ἱππέας ἔχων ἕκαστος αὐτῶν καὶ πεζοὺς ἀμφὶ τοὺς τετρακισμυρίους.2 ἦν δὲ καὶ νεῶν στόλος αὐτοῖς, οὗ περὶ Βυζάντιον Μινούκιός τε Ῥοῦφος καὶ Γάιος Ποπίλιος ἡγοῦντο, τὸ στόμα τοῦ Πόντου φυλάσσοντες. παρῆν δὲ αὐτοῖς καὶ Νικομήδης, ἄρχων ἑτέρων πεντακισμυρίων πεζῶν καὶ ἱππέων ἑξακισχιλίων. τοσόσδε μὲν αὐτοῖς ἀθρόως στρατὸς ἀγήγερτο· Μιθριδάτῃ δὲ τὸ μὲν οἰκεῖον ἦν μυριάδες πεζῶν πέντε καὶ εἴκοσι καὶ ἱππεῖς τετρακισμύριοι, καὶ νῆες κατάφρακτοι τριακόσιαι, δίκροτα δὲ ἑκατόν, καὶ ἡ ἄλλη παρασκευὴ τούτων κατὰ λόγον, στρατηγοὶ δὲ Νεοπτόλεμός τε καὶ Ἀρχέλαος, ἀλλήλων ἀδελφώ, καὶ τοῖς πλείστοις αὐτὸς παρεγίγνετο. συμμαχικὰ δὲ ἦγον αὐτῷ Ἀρκαθίας μέν, αὐτοῦ Μιθριδάτου παῖς, ἐκ τῆς βραχυτέρας Ἀρμενίας μυρίους ἱππέας, καὶ Δορύλαος ἐν φάλαγγι ταττομένους, Κρατερὸς δʼ ἑκατὸν καὶ τριάκοντα ἅρματα. τοσαύτη μὲν ἦν ἑκατέροις ἡ παρασκευή, ὅτε πρῶτον ᾔεσαν ἐς ἀλλήλους Ῥωμαῖοί τε καὶ Μιθριδάτης, ἀμφὶ τὰς ἑκατὸν καὶ ἑβδομήκοντα τρεῖς ὀλυμπιάδας.

他们说完这番话后,并未等待元老院或人民就如此重大的战争作出裁决,便从比提尼亚、卡帕多西亚、帕夫拉戈尼亚以及亚细亚的加拉太人中征集军队。当他们自身的正规军——即亚细亚长官卢基乌斯·卡西乌斯所统领的军队——已经备齐,所有的盟军也均已汇集完毕时,他们分兵扎营:卡西乌斯驻扎在比提尼亚与加拉太之间,马尼乌斯驻扎在米特拉达梯可能渡入比提尼亚的要冲,另一位将领奥庇乌斯则驻扎在卡帕多西亚的山地,他们每人皆统领步骑兵约四万人。他们还拥有一支舰队,由米努基乌斯·鲁福斯与盖约·波庇利乌斯在拜占庭一带指挥,把守着本都海的入口。尼科墨得斯亦在他们营中,另行统领着五万步兵与六千骑兵。他们聚集在一起的全部军力便是如此庞大。至于米特拉达梯一方,其本国军队计有步兵二十五万、骑兵四万、甲胄战船三百艘、双层桨船一百艘,其他军备亦与此相称;统军将领为涅奥普托勒摩斯与阿尔刻拉奥斯兄弟二人,米特拉达梯本人则亲临主力军中。为他带来盟军的,有米特拉达梯之子阿尔卡提亚斯,自小亚美尼亚带来一万骑兵;多律拉奥斯率领编入方阵的步兵;克拉特罗斯则带来一百三十辆战车。罗马人与米特拉达梯初次交锋时,双方军备之盛大便达到了这般规模,时约第一百七十三届奥林匹亚竞技会前后。

§318

ἐν δὲ πεδίῳ πλατεῖ παρὰ τὸν Αμνειον ποταμὸν κατιδόντες ἀλλήλους ὅ τε Νικομήδης καὶ οἱ τοῦ Μιθριδάτου στρατηγοὶ παρέταττον ἐς μάχην, Νικομήδης μὲν ἅπαντας τοὺς ἑαυτοῦ, Νεοπτόλεμος δὲ καὶ Ἀρχέλαος τοὺς εὐζώνους μόνους, καὶ οὓς Ἀρκαθίας εἶχεν ἱππέας καί τινα τῶν ἁρμάτων· ἡ γὰρ φάλαγξ ἔτι προσῄει. ἐς δέ τινα γήλοφον τοῦ πεδίου πετρώδη προλαβόντες ἀνέπεμψαν ὀλίγους, ἵνα μὴ κυκλωθεῖεν ὑπὸ τῶν Βιθυνῶν πολὺ πλειόνων ὄντων. ὡς δὲ ἐξωθουμένους εἶδον αὐτοὺς ἐκ τοῦ γηλόφου, δείσας ὁ Νεοπτόλεμος περὶ τῇ κυκλώσει προσεβοήθει μετὰ σπουδῆς, καλῶν ἅμα καὶ τὸν Ἀρκαθίαν. Νικομήδης δʼ ὁρῶν ἀντιπαρῄει· καὶ γίγνεται πολὺς ἐνταῦθα ἀγὼν καὶ φόνος. βιασαμένου δὲ τοῦ Νικομήδους ἔφευγον οἱ Μιθριδάτειοι, ἕως ὁ Ἀρχέλαος ἀπὸ τοῦ δεξιοῦ μετελθὼν ἐνέβαλεν ἐς τοὺς διώκοντας. οἱ δʼ ἐς αὐτὸν ἐπεστράφησαν. ὁ δʼ ὑπεχώρει κατʼ ὀλίγον, ἵνʼ ἔχοιεν ἐκ τῆς φυγῆς ἐπανελθεῖν οἱ περὶ Νεοπτόλεμον. ὡς δὲ εἴκασεν αὐτάρκως ἔχειν,3 ἐπέστρεφε, καὶ τοῖς Βιθυνοῖς τὰ δρεπανηφόρα ἅρματα ἐμπίπτοντα μετὰ ῥύμης διέκοπτε καὶ διέτεμνε τοὺς μὲν ἀθρόως ἐς δύο τοὺς δʼ ἐς μέρη πολλά. τό τε γιγνόμενον ἐξέπληττε τὴν στρατιὰν τοῦ Νικομήδους, ὅτε ἴδοιεν ἡμιτόμους ἄνδρας ἔτι ἔμπνους, ἢ ἐς πολλὰ διερριμμένους, ἢ τῶν δρεπάνων ἀπηρτημένους. ἀηδίᾳ τε μᾶλλον ὄψεως ἢ μάχης ἥσσῃ4 τὴν τάξιν ὑπὸ φόβου συνέχεαν. ταραχθεῖσι δʼ αὐτοῖς ὁ μὲν Ἀρχέλαος ἐκ τοῦ μετώπου, Νεοπτόλεμος δὲ καὶ Ἀρκαθίας ἐκ τῆς φυγῆς ἀναστρέφοντες ἐπέκειντο ὄπισθεν. οἱ δʼ ἐπὶ πολὺ μὲν ἠμύνοντο, ἐς ἑκατέρους ἐπιστρεφόμενοι· ὡς δὲ τὸ πλεῖστον ἐπεπτώκει, Νικομήδης μὲν ἔφευγε μετὰ τῶν ὑπολοίπων ἐς Παφλαγονίαν, οὐδʼ ἐς χεῖρας ἐλθούσης πω τῆς Μιθριδατείου φάλαγγος, ἑάλω δʼ αὐτοῦ τὸ χαράκωμα καὶ τὰ χρήματα πολλὰ ὄντα καὶ πλῆθος αἰχμαλώτων. οὓς πάντας ὁ Μιθριδάτης φιλανθρωπευσάμενός τε καὶ ἐφόδια δοὺς ἀπέλυσεν ἐς τὰ οἰκεῖα ἀπιέναι, δόξαν ἐμποιῶν τοῖς πολεμίοις φιλανθρωπίας.

尼科墨得斯与米特拉达梯的将领们在阿姆尼亚斯河畔的开阔平原上望见彼此,随即列阵交战;尼科墨得斯将其全军悉数陈列,而涅奥普托勒摩斯与阿尔刻拉奥斯仅部署了轻装部队、阿尔卡提亚斯所率的骑兵以及部分战车,因为他们的方阵尚在行军途中。为了抢占先机并防范在人数上占绝对优势的比提尼亚军完成包围,他们预先派遣少数兵力登上了平原上一座多石的山丘。然而,当望见己方士兵被驱逐下山丘时,涅奥普托勒摩斯唯恐遭受合围,急忙赶去支援,并同时传唤阿尔卡提亚斯。尼科墨得斯见状便迎面压上;彼处随即展开了一场激战与杀戮。在尼科墨得斯的强攻之下,米特拉达梯军开始溃逃,直至阿尔刻拉奥斯从右翼策应杀出,猛扑向追击之敌。比提尼亚兵遂转向对付他;阿尔刻拉奥斯则缓步撤退,以便涅奥普托勒摩斯的部众能够从溃逃中重整旗鼓。当阿尔刻拉奥斯估量时机已然成熟,便霍然回身反扑;其镰刀战车裹挟着迅猛的冲力猛撞向比提尼亚军,将敌兵斩断切碎,有的瞬息裂为两截,有的碎为数块。这一骇人景象令尼科墨得斯的军队大惊失色,只因他们目睹有人被拦腰截断却尚存气息,有人肢体零落,有人则被悬挂在镰刃之上。比起战阵上的受挫,这惨绝人寰的景象引发的恐惧更甚,致使他们阵型大乱。趁其陷入混乱,阿尔刻拉奥斯从正面进逼,而从溃退中重整归来的涅奥普托勒摩斯与阿尔卡提亚斯则从背后包抄掩杀。比提尼亚军左支右绌,苦苦招架了良久;但待到大部分兵力阵亡后,尼科墨得斯便率残部逃往帕夫拉戈尼亚,而此时米特拉达梯的方阵主力甚至尚未同他们交上手。尼科墨得斯的营寨沦陷,大批财物与众多俘虏皆被缴获。米特拉达梯对所有俘虏均施以仁德,资助路费并将他们遣送还乡,从而在敌人心中树立了宽厚仁慈的声名。

语法注4 条
  1. 317ἐπιγνώμονα γενέσθαι

    由名词 ἐπιγνώμων(审查者、裁决者)与系动词不定式 γενέσθαι 构成的表语结构,意为“就……作出裁决/成为决定者”。介词短语 περὶ τοσοῦδε πολέμου(关于如此重大的战争)修饰该结构,对格的 τὴν βουλὴν ἢ τὸν δῆμον 充当不定式的逻辑主语。

  2. 317ἱππέας ἔχων ἕκαστος αὐτῶν καὶ πεζοὺς ἀμφὶ τοὺς τετρακισμυρίους

    ἕκαστος αὐτῶν 与主句主语(三位罗马将领)构成部分同位语(partitive apposition)。数词短语 ἀμφὶ τοὺς τετρακισμυρίους 统指 ἱππέας 与 πεζοὺς 两者的合计总数(“步骑兵合计约四万人”)。

  3. 318ὡς δὲ εἴκασεν αὐτάρκως ἔχειν

    非人称短语 αὐτάρκως ἔχει(“已然足够”)转化为不定式 αὐτάρκως ἔχειν,充当动词 εἴκασεν(“判断、推测”)的宾语,字面意为“当他断定已经足够时”,指争取到了足够友军重整旗鼓的时间。

  4. 318ἀηδίᾳ τε μᾶλλον ὄψεως ἢ μάχης ἥσσῃ

    由两个表示原因的与格 ἀηδίᾳ 与 ἥσσῃ 通过 μᾶλλον ... ἤ(“与其说是……不如说是……”)构成的对比结构。ὄψεως 与 μάχης 均为修饰名词的属格,表明使士兵阵脚大乱的根本原因并非战术上的失败,而是惨不忍睹的可怕景象所带来的恐惧与生理厌恶。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg014.humanitext-grc2:317-318