← 阿庇安

米特拉达梯战争

§315

佩洛皮达斯再次抗议与罗马人的斥退

米特拉达梯占领卡帕多西亚后,其使节佩洛皮达斯当面痛斥罗马将领的诡辩与姑息,列举本方强大的同盟军力及意大利本土的叛乱以逼其表态;罗马将领斥其狂妄并下令将其逐出营地。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§315

Μιθριδάτης μὲν οὖν, ὡς ἐμφανῶς ἤδη πρὸς Ῥωμαίων ἀδικούμενος, ἔπεμπε σὺν πολλῇ χειρὶ τὸν υἱὸν Ἀριαράθην βασιλεύειν Καππαδοκίας. καὶ εὐθὺς ἦρχεν αὐτῆς ὁ Ἀριαράθης, Ἀριοβαρζάνην ἐκβαλών. Πελοπίδας δὲ ἐς τοὺς Ῥωμαίων στρατηγοὺς αὖθις ἐλθὼν ἔλεγεν ὧδε. ἃ μὲν ἠδικημένος πρὸς ὑμῶν, ὦ Ῥωμαῖοι, βασιλεὺς Μιθριδάτης ἔφερε, Φρυγίαν τε καὶ Καππαδοκίαν ἀφῃρημένος ἔναγχος, ἠκούσατε· ἃ δὲ Νικομήδης αὐτὸν ἔβλαπτεν, ὁρῶντες ὑπερείδετε. φιλίαν τε καὶ συμμαχίαν ἡμῖν προφέρουσιν, ὥσπερ οὐκ ἐγκαλοῦσιν ἀλλʼ ἐγκαλουμένοις ἀπεκρίνασθε1 μὴ νομίζειν συμφέρειν τοῖς Ῥωμαίων πράγμασι βλάπτεσθαι Νικομήδη οἷάπερ αὐτὸν ἀδικούμενον. ὑμεῖς οὖν αἴτιοι τῷ κοινῷ Ῥωμαίων τοῦδε τοῦ περὶ Καππαδοκίαν γεγονότος· διὰ γὰρ ὑμᾶς, ὧδε μὲν ἡμᾶς ὑπερορῶντας ὧδε δὲ σοφίζοντας ἐν ταῖς ἀποκρίσεσιν, οὕτως ἔπραξεν ὁ Μιθριδάτης. καὶ πρεσβεύσεται καθʼ ὑμῶν ἐς τὴν ὑμετέραν βουλήν, ἐφʼ ἣν ὑμῖν ἀπολογησομένοις ἐπαγγέλλει παρεῖναι, φθάνειν δὲ μηδέν,2 μηδʼ ἐξάρχειν ἄνευ τοῦ κοινοῦ τῶν Ῥωμαίων τοσοῦδε πολέμου, ἐνθυμουμένους ὅτι Μιθριδάτης βασιλεύει μὲν τῆς πατρῴας ἀρχῆς, ἣ δισμυρίων ἐστὶ σταδίων τὸ μῆκος, προσκέκτηται δὲ πολλὰ περίχωρα, καὶ Κόλχους, ἔθνος ἀρειμανές, Ἑλλήνων τε τοὺς ἐπὶ τοῦ Πόντου κατῳκισμένους, καὶ βαρβάρων τοὺς ὄντας ὑπὲρ αὐτούς. φίλοις δʼ ἐς πᾶν τὸ κελευόμενον ἑτοίμοις χρῆται Σκύθαις τε καὶ Ταύροις καὶ Βαστέρναις καὶ Θρᾳξὶ καὶ Σαρμάταις καὶ πᾶσι τοῖς ἀμφὶ Τάναΐν τε καὶ Ἴστρον καὶ τὴν λίμνην ἔτι τὴν Μαιώτιδα. Τιγράνης δʼ ὁ Ἀρμένιος αὐτῷ κηδεστής ἐστι, καὶ Ἀρσάκης ὁ Παρθυαῖος φίλος. νεῶν τε πλῆθος ἔχει, τὸ μὲν ἕτοιμον τὸ δὲ γιγνόμενον ἔτι, καὶ παρασκευὴν ἐς πάντα ἀξιόλογον. οὐκ ἐψεύσαντο δʼ ὑμῖν ἔναγχος οἱ Βιθυνοὶ καὶ περὶ τῶν ἐν Αἰγύπτῳ καὶ Συρίᾳ βασιλέων· οὓς οὐ μόνον εἰκός ἐστιν ἡμῖν, εἰ πόλεμος γένοιτο, προσθήσεσθαι, ἀλλὰ καὶ τὴν νεόκτητον ὑμῖν Ἀσίαν καὶ Ἑλλάδα καὶ Λιβύην καὶ πολλὰ καὶ αὐτῆς Ἰταλίας, ὅσα τὴν ὑμετέραν πλεονεξίαν οὐ φέροντα πολεμεῖ νῦν ὑμῖν πόλεμον ἄσπειστον. ὃν οὔπω διαθέσθαι δυνηθέντες ἐπιχειρεῖτε Μιθριδάτῃ, Νικομήδην αὐτῷ καὶ Ἀριοβαρζάνην παρὰ μέρος ἐπιπέμποντες· καὶ φατὲ μὲν εἶναι φίλοι καὶ σύμμαχοι, καὶ ὑποκρίνεσθε οὕτω, χρῆσθε δὲ ὡς πολεμίῳ. φέρετε οὖν, καὶ νῦν, εἴ τι πρὸς τῶν γεγονότων ἐς μετάνοιαν ἠρέθισθε, ἢ Νικομήδη κωλύσατε τοὺς ὑμετέρους ἀδικεῖν φίλους (καὶ τάδε πράξασιν ὑμῖν ὑπέχομαι συμμαχήσειν ἐπὶ τοὺς Ἰταλοὺς βασιλέα Μιθριδάτην), ἢ τὴν δοκοῦσαν ἐς ἡμᾶς φιλίαν λύσατε, ἢ ἐς Ῥώμην ἐπὶ κρίσιν ἴωμεν. ὁ μὲν δὴ Πελοπίδας ὧδε ἔλεξεν, οἱ δὲ φορτικώτερον αὐτὸν εἰπεῖν ἡγούμενοι, Μιθριδάτην μὲν ἐκέλευον ἀπέχεσθαι Νικομήδους καὶ Καππαδοκίας (αὐτοὶ γὰρ αὖθις Ἀριοβαρζάνην ἐς αὐτὴν κατάξειν), Πελοπίδαν δʼ εὐθὺς ἐξιέναι τοῦ στρατοπέδου, καὶ μηκέτι πρεσβεύειν ἐς αὑτούς, εἰ μὴ τοῖς κελευομένοις ὁ βασιλεὺς ἐμμένοι. οὕτω μὲν ἀπεκρίναντο, καὶ ἀπιόντι φυλακὴν συνέπεμψαν, ἵνα μή τινας ἐπιτρίψειε παροδεύων.3

于是,米特拉达梯见自己已然公开受到罗马人的不公侵害,便派遣其子阿里阿拉特斯统领大军进驻统治卡帕多西亚;阿里阿拉特斯随即将阿里奥巴尔赞驱逐,即刻统治了该地。佩洛皮达斯再次来到罗马将领们面前,陈词如下: “罗马人啊,米特拉达梯国王虽遭你们侵害却一直隐忍克制,包括最近被剥夺了弗里吉亚和卡帕多西亚之事,你们均已听闻;然而尼科墨得斯对他的种种加害,你们亲眼目睹却坐视不管。对于向你们提出友好与盟约的我们,你们作出的答复却仿佛我们不是控诉者反而是被告者一般,竟声称不认为损害尼科墨得斯符合罗马的利益,倒好像他是受害者似的!因此,卡帕多西亚眼下发生的变故,对罗马国家而言正是由你们一手造成的;皆因你们这般轻蔑我们,又在答复中如此耍弄诡辩,米特拉达梯才采取了这般举措。他将针对你们向你们的元老院派遣使节,他传唤你们届时前往元老院进行自辩,并告诫你们切勿先发制人,切勿在未经罗马国家同意的情况下挑起如此巨大的战争;你们须当牢记,米特拉达梯不仅统治着绵延两万斯塔德的祖传基业,还兼并了周边诸多疆土——生性好战的科尔基斯人、定居于本都沿岸的希腊人,以及生活在他们外围的蛮族。他拥有随时听候调遣的忠实盟友,包括斯基泰人、陶罗伊人、巴斯塔奈人、色雷斯人、萨尔马提亚人,以及塔奈斯河、伊斯特罗斯河与迈奥蒂斯湖周边的所有部族。亚美尼亚的提格兰是他的姻亲,帕提亚的阿尔萨息是他的友邦。他拥有大批战船,或已完备,或在赶造,在各方面的军备皆蔚为壮观。 “比提尼亚人刚才对你们提及埃及和叙利亚诸王之事亦非虚言;若战端一开,不仅他们极有可能加入我们一方,甚至你们新近获得的亚细亚、希腊、利比亚,乃至意大利本土中那些无法忍受你们贪得无厌、如今正向你们发起一场毫无休战可能的决死之战的诸多地区,也极有可能加入我们一方。你们尚且未能平息这起战事,却已试图对米特拉达梯下手,轮番指使尼科墨得斯与阿里奥巴尔赞向他发难;你们口口声声自称是朋友与盟友,表面上装得一模一样,实际行径却将他视同敌人。那么,哪怕是现在,如果眼前发生的一切让你们略生悔意,要么阻止尼科墨得斯侵害你们的朋友(只要你们这样做,我向你们保证米特拉达梯国王将协助你们讨伐那些意大利人),要么就撕下对我们虚情假意的友好面具,或者与我们一同前往罗马听候裁决。” 佩洛皮达斯如此言罢;然而罗马将领们认为他的言辞过于狂妄无礼,遂命令米特拉达梯不得侵犯尼科墨得斯与卡帕多西亚(因为他们将亲自护送阿里奥巴尔赞重返王位),并责令佩洛皮达斯立即离开营地,除非国王遵从所受之命,否则休得再作为使者到他们这里来。他们作出了这番答复,并在佩洛皮达斯离开时派卫队随行护送,以免他在途经各地时暗中煽动祸患。

语法注3 条
  1. 315φιλίαν τε καὶ συμμαχίαν ἡμῖν προφέρουσιν, ὥσπερ οὐκ ἐγκαλοῦσιν ἀλλʼ ἐγκαλουμένοις ἀπεκρίνασθε

    与格分词短语“ἡμῖν προφέρουσιν ... ὥσπερ οὐκ ἐγκαλοῦσιν ἀλλʼ ἐγκαλουμένοις”充当主动词“ἀπεκρίνασθε”的间接宾语,意为“对提出友好与盟约的我们,你们的答复却仿佛我们不是原告而是被告”。被动分词“ἐγκαλουμένοις”在格、性、数上与“ἡμῖν”保持一致,讽刺罗马人颠倒黑白、倒打一耙的应对。

  2. 315φθάνειν δὲ μηδέν

    该句为承接“ἐπαγγέλλει”的不定式并列结构(“παρεῖναι, φθάνειν δὲ μηδέν, μηδʼ ἐξάρχειν...”)。动词“φθάνω”与中性宾格“μηδέν”(作状语或内含宾格)结合,表达转述的否定命令,意为“切勿擅自先发制人”或“切勿轻举妄动抢先下手”。

  3. 315ἵνα μή τινας ἐπιτρίψειε παροδεύων

    由“ἵνα μή”引导的否定目的从句,紧随历史时态主动词“συνέπεμψαν”之后,故使用希求法“ἐπιτρίψειε”(历史序列)。动词“ἐπιτρίβω”原意为“磨损、毁灭”,在此与分词“παροδεύων”(途经)连用,指防止他在沿途“挑拨煽动、败坏祸害”民众。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg014.humanitext-grc2:315