- 底本
- Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg014.humanitext-grc2:212-214
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在尼科墨得斯入侵撤走后,米特拉达梯的使节佩洛皮达斯向罗马将领控诉其暴行,并援引盟约要求协助或制止侵略;尼科墨得斯的使节则反唇相讥,指控米特拉达梯的大举备战与针对罗马的野心。罗马人最终给出了模棱两可的搪塞之辞,并将佩洛皮达斯驱离会场。
ἀναζεύξαντος δὲ τοῦ Νικομήδους μετὰ πολλῶν λαφύρων, Πελοπίδαν ὁ Μιθριδάτης ἔπεμπεν ἐς τοὺς Ῥωμαίων στρατηγούς τε καὶ πρέσβεις, οὐκ ἀγνοῶν μὲν αὐτοὺς πολεμησείοντας1 αὑτῷ καὶ τῆσδε τῆς ἐσβολῆς αἰτίους γεγονότας, ὑποκρινόμενος δέ, καὶ πλείονας ὁμοῦ καὶ εὐπρεπεστέρας αἰτίας τοῦ γενησομένου πολέμου πορίζων, ἀνεμίμνησκε φιλίας καὶ συμμαχίας ἰδίας τε καὶ πατρῴας. ἀνθʼ ὧν αὐτὸν ὁ Πελοπίδας ἔφη Φρυγίαν ἀφῃρῆσθαι καὶ Καππαδοκίαν,2 τὴν μὲν ἀεὶ τῶν προγόνων αὐτοῦ γενομένην καὶ ὑπὸ τοῦ πατρὸς ἀναληφθεῖσαν, Φρυγίαν δὲ ἐπινίκιον ἐπὶ Ἀριστονίκῳ παρὰ τοῦ ὑμετέρου στρατηγοῦ δοθεῖσάν τε καὶ οὐχ ἧσσον παρὰ τοῦ αὐτοῦ στρατηγοῦ πολλῶν χρημάτων ἐωνημένην. νῦν δʼ, ἔφη, καὶ Νικομήδη τὸ στόμα τοῦ Πόντου διακλείοντα περιορᾶτε, καὶ τὴν γῆν μέχρι Ἀμάστριδος ἐπιτρέχοντα, καὶ λείαν ἄγοντα ὅσην ἴστε ἀκριβῶς, οὐκ ἀσθενῶς οὐδὲ ἀνετοίμως ἔχοντος πρὸς ἄμυναν τοῦ ἐμοῦ βασιλέως, ἀλλʼ ἀναμένοντος ὑμᾶς ἐν ὄψει μάρτυρας τῶν γιγνομένων γενέσθαι. ἐπειδὴ δὲ ἐγένεσθέ τε καὶ εἴδετε, παρακαλεῖ Μιθριδάτης, φίλος ὢν ὑμῖν καὶ σύμμαχος, φίλους ὄντας ὑμᾶς καὶ συμμάχους (ὧδε γὰρ αἱ συνθῆκαι λέγουσιν), ἐπικουρεῖν ἡμῖν ἀδικουμένοις ὑπὸ Νικομήδους, ἢ κωλύειν αὐτὸν ἀδικοῦντα.
当尼科墨得斯携带着大批掠夺品撤走后,米特拉达梯便派遣佩洛皮达斯前往罗马的将领和使节那里。他并非不知道他们意欲向自己开战,并且是这次入侵的始作俑者;但他装作不知,一边为即将爆发的战争积聚更多且体面正当的借口,一边唤起他们对自己个人及祖传的友好与盟约之谊。佩洛皮达斯声称,作为对此的回报,他被剥夺了弗里吉亚和卡帕多西亚——卡帕多西亚自古以来便属于他的先祖,且曾由其父收复;而弗里吉亚则是作为战胜阿里斯托尼克的奖赏由你们的将军赐予的,同时也是用巨资从那位将军手中买来的,二者同等确实。 “然而如今,”他说,“你们却坐视尼科墨得斯封锁本都的海口,蹂躏国土直达阿马斯特里斯,并掠去你们所确切知晓的巨量财物;我的国王在自卫防守上并非无能为力,亦非未作准备,而是一直等待着你们亲眼见证所发生的一切。既然你们已在场并亲见其事,米特拉达梯作为你们的朋友与盟友,便呼吁同为朋友与盟友的你们(因为条约正是如此规定的),前来援助遭受尼科墨得斯不法侵害的我们,或者阻止他行此不义。”
ὁ μὲν τοιαῦτα εἶπε, Νικομήδους δὲ πρέσβεις ἐς ἀντιλογίαν αὐτῷ παρόντες ἔφασαν· Νικομήδει μὲν ἐκ πολλοῦ Μιθριδάτης ἐπιβουλεύων Σωκράτη μετὰ στρατιᾶς ἐπὶ τὴν βασιλείαν ἐπῆγεν, ἡσυχάζοντα καὶ δικαιοῦντα τὸν πρεσβύτερον ἄρχειν. καὶ ὧδε Μιθριδάτης ἐς Νικομήδην ἔπραξεν, ὃν ὑμεῖς, ὦ Ῥωμαῖοι, Βιθυνῶν ἐστήσασθε βασιλεύειν· ὃ καὶ δῆλόν ἐστιν οὐκ ἐς ἡμᾶς μᾶλλον ἢ ἐς ὑμᾶς γεγονέναι. τῷ δʼ αὐτῷ λόγῳ κεκελευκότων ὑμῶν τοῖς ἐν Ἀσίᾳ βασιλεῦσι τῆς Εὐρώπης μηδὲ ἐπιβαίνειν, τὰ πολλὰ Χερρονήσου περιέσπασεν. καὶ τάδε μὲν ἔστω τῆς ἐς ὑμᾶς ὕβρεώς τε καὶ δυσμενείας αὐτοῦ καὶ ἀπειθείας ἔργα· ἡ παρασκευὴ δὲ ὅση, καὶ πᾶσα ἕτοιμος ὡς ἐπὶ μέγαν δὴ καὶ ἐγνωσμένον πόλεμον ἤδη, τοῦ τε ἰδίου στρατοῦ καὶ συμμάχων Θρᾳκῶν καὶ Σκυθῶν, ὅσα τε ἄλλα πλησίον ἔθνη. ἐς δὲ τὸν Ἀρμένιον αὐτῷ καὶ ἐπιγαμία γέγονε, καὶ ἐς Αἴγυπτον καὶ Συρίαν περιπέμπει προσεταιριζόμενος τοὺς βασιλέας. νῆές τε εἰσὶν αὐτῷ κατάφρακτοι τριακόσιαι, καὶ ἑτέρας προσαπεργάζεται· ἐπί τε πρῳρέας καὶ κυβερνήτας ἐς Φοινίκην καὶ ἐς Αἴγυπτον περιέπεμψεν. ἅπερ οὐκ ἐπὶ Νικομήδει που, τοσάδε ὄντα, ἀλλʼ ἐφʼ ὑμῖν, ὦ Ῥωμαῖοι, Μιθριδάτης, ἐργάζεται, δυσμεναίνων μὲν ἐξ οὗ Φρυγίαν αὐτὸν πανούργως πριάμενον, καὶ δεκάσαντα τῶν ὑμετέρων τινὰ στρατηγῶν, ἀποθέσθαι προσετάξατε, τῆς οὐ δικαίας κτήσεως καταγνόντες, χαλεπαίνων δʼ ἐπὶ Καππαδοκίᾳ, δεδομένῃ καὶ τῇδε πρὸς ὑμῶν Ἀριοβαρζάνῃ, δεδιὼς δʼ αὐξομένους ὑμᾶς, καὶ παρασκευαζόμενος ἐν τῇ καθʼ ἡμᾶς προφάσει καὶ ὑμῖν, εἰ δύναιτο, ἐπιθέσθαι. σωφρόνων δʼ ἐστὶ μὴ περιμένειν ὅτε πολεμεῖν ὑμῖν ὁμολογήσει, ἀλλʼ ἐς τὰ ἔργα αὐτοῦ μᾶλλον ἢ τοὺς λόγους ἀφορᾶν μηδὲ φιλίας ὄνομα ἐπίπλαστον ὑποκρινομένῳ τοὺς ἀληθεῖς καὶ βεβαίους ἐκδοῦναι φίλους, μηδὲ τὴν σφετέραν περὶ τῆς ἡμετέρας βασιλείας κρίσιν ὑπεριδεῖν ἀκυρουμένην ὑπʼ ἀνδρὸς ὁμοίως ἡμῖν τε καὶ ὑμῖν ἐχθροῦ.
他言毕,在场准备反驳他的尼科墨得斯使节们说道: “米特拉达梯图谋尼科墨得斯已久,曾挑动原本安分守己、认为应由兄长统领王位的苏格拉底率军夺取王位。米特拉达梯竟这般对待你们罗马人立为比提尼亚统治者的尼科墨得斯;显而易见,此举针对你们的程度绝不亚于针对我们。依同样的道理,尽管你们曾下令禁止亚细亚的诸王踏足欧洲,他却吞并了赫尔松尼苏斯的大部。且将这些视作他对你们傲慢、敌意与抗命的作为吧;但他目前的备战规模何其浩大,一切准备就绪,俨然正奔赴一场巨大且已成定局的战争——不仅有其本部大军,还有色雷斯人、斯基泰人及邻近所有其他部族的盟军。他与亚美尼亚国王结为姻亲,并四处遣使前往埃及和叙利亚拉拢诸王入伙。他拥有三百艘甲板战船,且仍在督造更多战船;他还派人前往腓尼基和埃及物色船首瞭望手与舵手。米特拉达梯调集如此庞大的武力,绝非用于对付尼科墨得斯,罗马人啊,而正是针对你们!自从你们判定其非法占有,命他交出通过奸诈手段、行贿你们某位将领而购得的弗里吉亚以来,他便怀恨在心;他又因卡帕多西亚同样被你们赋予阿里奥巴尔赞而满腔愤慨,惧怕你们实力的增长,并企图以我们为借口,在力所能及之时向你们发起进攻。明智之士绝不应坐等他公开承认与你们交战,而应察其行更甚于听其言,既不应为了一个装模作样伪托友谊之名的人而出卖真正可靠的朋友,亦不应坐视你们关于我们王位的裁决被一个同为我们与你们之公敌的人所废除。”
ὧδε μὲν καὶ οἱ Νικομήδους ἔλεξαν· ἐπελθὼν δὲ αὖθις ὁ Πελοπίδας ἐς τὸ τῶν Ῥωμαίων συνέδριον περὶ μὲν τῶν πάλαι γεγονότων, εἴ τι Νικομήδης ἐπιμέμφοιτο, δικάσαι Ῥωμαίους ἠξίου, τὰ δὲ νῦν (ἐν ὄψει γὰρ ὑμῶν γέγονε, τῆς τε γῆς τῆς Μιθριδάτου δῃουμένης καὶ τῆς θαλάττης ἀποκεκλεισμένης καὶ λείας τοσῆσδε ἐλαυνομένης) οὐ λόγων ἔφη χρῄζειν οὐδὲ κρίσεως, ἀλλʼ αὖθις ὑμᾶς παρακαλοῦμεν ἢ κωλύειν τὰ γιγνόμενα ἢ Μιθριδάτῃ συμμαχεῖν ἀδικουμένῳ, ἢ τελευταῖον, ὦ ἄνδρες Ῥωμαῖοι, μηδὲ κωλύειν ἀμυνόμενον, ἀλλʼ ἀμφοῖν ἐκστῆναι τοῦ πόνου. τοσαῦτα τοῦ Πελοπίδου παλιλλογήσαντος, ἔγνωστο μὲν ἐκ πολλοῦ τοῖς Ῥωμαίων στρατηγοῖς ἐπικουρεῖν Νικομήδει, καὶ ἐς ὑπόκρισιν τῆς ἀντιλογίας ἠκροῶντο· τὰ δὲ εἰρημένα ὅμως ὑπὸ τοῦ Πελοπίδου, καὶ τὴν τοῦ Μιθριδάτου φιλίαν ἐνσύνθηκον ἔτι οὖσαν, αἰδούμενοι ἠπόρουν ἀποκρίσεως ἐπὶ πολύ, μέχρι ἐπιστήσαντες μετὰ σοφίας ὧδε ἀπεκρίναντο. οὔτε Μιθριδάτην ἄν τι βουλοίμεθα πάσχειν ἄχαρι πρὸς Νικομήδους, οὔτε Νικομήδους ἀνεξόμεθα πολεμουμένου·3 οὐ γὰρ ἡγούμεθα Ῥωμαίοις συμφέρειν βλάπτεσθαι Νικομήδη. ταῦτα δʼ εἰπόντες τὸν Πελοπίδαν, βουλόμενον διελέγχειν τῆς ἀποκρίσεως τὴν ἀπορίαν, ἀπέπεμψαν ἐκ τοῦ συνεδρίου.
尼科墨得斯的使者们如此辩白。佩洛皮达斯再次来到罗马人的会议席前,要求关于往昔的旧事,若尼科墨得斯有所抱怨,可由罗马人进行裁判;但关于眼前之事(因为这是在你们眼皮底下发生的,米特拉达梯的土地遭蹂躏,海洋被封锁,如此多的掠获品被劫走),则既不需要言辞,也不需要审理。 “我们再次呼吁你们:要么阻止正在发生的不义之举,要么协助受害的米特拉达梯共同作战;抑或是,罗马人啊,最后哪怕也不要阻止他自卫,而是从双方的纷争中完全抽身退让。” 佩洛皮达斯再次言毕,罗马的将领们虽早已决定援助尼科墨得斯,听取辩驳不过是走个过场;然而佩洛皮达斯的陈词以及米特拉达梯尚在盟约范围内的友谊,使他们心怀顾忌,久久无法给出答复。直至深思熟虑之后,他们才狡黠地回答道: “我们既不希望米特拉达梯从尼科墨得斯那里遭受任何不公,亦不能容忍尼科墨得斯被攻击;因为我们认为,尼科墨得斯受损并不符合罗马人的利益。” 说罢,见佩洛皮达斯意欲揭露这一答复的窘困与荒谬,他们便将其逐出了会场。
- 212πολεμησείοντας
派生自动词 πολεμέω 的意向动词(desiderative verb)πολεμησείω(带有后缀 -σείω)的现在主动分词阳性复数宾格。不仅指客观上即将交战,更着重表达主观上的好战意图与开战渴望('意欲发动战争')。
- 212αὐτὸν ὁ Πελοπίδας ἔφη Φρυγίαν ἀφῃρῆσθαι καὶ Καππαδοκίαν
基于双宾格动词 ἀφαιρέω('剥夺某人某物')的完成时被动态不定式 ἀφῃρῆσθαι 的结构。被剥夺者 αὐτόν(指米特拉达梯)充当不定式的宾格主语,而被剥夺的事物 Φρυγίαν καὶ Καππαδοκίαν 在被动句中作为保留宾格(retained accusative)继续保持宾格形态。
- 214οὔτε Νικομήδους ἀνεξόμεθα πολεμουμένου
动词 ἀνέχομαι('容忍、坐视')支配'人或物的属格+属格补充分词',表示'容许/坐视某人被……'。此处的 πολεμουμένου 为被动态,意为'我们绝不容许尼科墨得斯遭受攻打'。
