← 阿庇安

米特拉达梯战争

§28-211

米特拉达梯的崛起与尼科墨得斯的入侵

本节概述了从马其顿统治之前至继业者时期卡帕多西亚与本都的历史沿革及米特拉达梯王室的崛起,进而叙述罗马介入并恢复被废黜的比提尼亚与卡帕多西亚两王,而在罗马使者的逼迫下,尼科墨得斯最终入侵米特拉达梯领地引发冲突的经过。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§28

Καππαδοκίας δὲ πρὸ μὲν Μακεδόνων οἵτινες ἦρχον, οὐκ ἔχω σαφῶς εἰπεῖν, εἴτε ἰδίαν ἀρχήν, εἴτε Δαρείου κατήκουον· Ἀλέξανδρος δέ μοι δοκεῖ τοὺς ἄρχοντας τῶνδε τῶν ἐθνῶν ἐπὶ φόρῳ καταλιπεῖν, ἐπειγόμενος ἐπὶ Δαρεῖον. φαίνεται γὰρ καὶ Ἀμισόν, ἐν Πόντῳ πόλιν Ἀττικοῦ γένους, ἐπὶ δημοκρατίαν ὡς πάτριόν σφισι πολιτείαν ἀναγαγών. Ἱερώνυμος δὲ οὐδʼ ἐπιψαῦσαι τῶν ἐθνῶν ὅλως, ἀλλʼ ἀνὰ τὴν παράλιον τῆς Παμφυλίας καὶ Κιλικίας ἑτέραν ὁδὸν ἐπὶ τὸν Δαρεῖον τραπέσθαι.1 Περδίκκας δέ, ὃς ἐπὶ Ἀλεξάνδρῳ τῆς Μακεδόνων ἦρχεν, Ἀριαράθην Καππαδοκίας ἡγούμενον, εἴτε ἀφιστάμενον εἴτε τὴν ἀρχὴν αὐτοῦ περιποιούμενος Μακεδόσιν, εἷλε καὶ ἐκρέμασε, καὶ ἐπέστησε τοῖς ἔθνεσιν Εὐμένη τὸν Καρδιανόν. Εὐμένους δὲ ἀναιρεθέντος ὅτε αὐτὸν οἱ Μακεδόνες εἵλοντο εἶναι πολέμιον, Ἀντίπατρος ἐπὶ τῷ Περδίκκᾳ τῆς ὑπὸ Ἀλεξάνδρῳ γενομένης γῆς ἐπιτροπεύων, Νικάνορα ἔπεμψε Καππαδοκῶν σατραπεύειν.

在马其顿人之前,究竟是谁统治着卡帕多西亚——他们是拥有独立的统领权,还是臣服于大流士——我无法确切而言。但依我看来,亚历山大在急于追击大流士之际,将这些部族的统治者留任原位,以换取贡赋。事实上,他似乎还将本都具有阿提卡血统的城邦阿米索斯恢复为民主政体,视其为他们祖传的政制。然而耶柔米却声称,亚历山大根本没有触动这些部族,而是沿着潘菲利亚和基利吉亚的海岸另辟路径去追击大流士。亚历山大死后执掌马其顿人权柄的佩尔狄卡斯,不知是因为卡帕多西亚的统治者阿里阿拉特斯起兵反叛,还是为了替马其顿人夺取他的领土,便将他俘获并吊死,任命卡狄亚的欧迈尼斯督辖这些部族。但在欧迈尼斯被马其顿人宣布为公敌并遭杀害之后,继佩尔狄卡斯之后管理亚历山大所征服之地的安提帕特,派遣尼卡诺尔前往担任卡帕多西亚的总督。

§29

Μακεδόνων δὲ οὐ πολὺ ὕστερον ἐς ἀλλήλους στασιασάντων, Ἀντίγονος μὲν ἦρχε Συρίας Λαομέδοντα ἐκβαλών, Μιθριδάτης δʼ αὐτῷ συνῆν, ἀνὴρ γένους βασιλείου Περσικοῦ. καὶ ὁ Ἀντίγονος ἐνύπνιον ἔδοξε πεδίον σπεῖραι χρυσίῳ,2 καὶ τὸ χρυσίον ἐκθερίσαντα τὸν Μιθριδάτην ἐς τὸν Πόντον οἴχεσθαι. καὶ ὁ μὲν αὐτὸν ἐπὶ τῷδε συλλαβὼν ἐβούλετο ἀποκτεῖναι, ὁ δʼ ἐξέφυγε σὺν ἱππεῦσιν ἕξ, καὶ φραξάμενός τι χωρίον τῆς Καππαδοκίας, πολλῶν οἱ προσιόντων ἐν τῇδε τῇ Μακεδόνων ἀσχολίᾳ, Καππαδοκίας τε αὐτῆς καὶ τῶν ὁμόρων περὶ τὸν Πόντον ἐθνῶν κατέσχεν, ἐπί τε μέγα τὴν ἀρχὴν προαγαγὼν παισὶ παρέδωκεν. οἱ δʼ ἦρχον, ἕτερος μεθʼ ἕτερον, ἕως ἐπὶ τὸν ἕκτον ἀπὸ τοῦ πρώτου Μιθριδάτην, ὃς Ῥωμαίοις ἐπολέμησεν. τούτου δὲ τοῦ γένους ὄντες οἱ Καππαδοκίας τε καὶ Πόντου βασιλεῖς ἔσθʼ ὅτε μοι δοκοῦσι διελεῖν τὴν ἀρχήν, καί οἱ μὲν τοῦ Πόντου κατασχεῖν οἱ δὲ Καππαδοκίας.

此后不久,马其顿人彼此爆发内讧,安提柯驱逐了拉奥墨冬而统治叙利亚,身旁跟随着出身波斯王室宗族的米特拉达梯。安提柯梦见自己在一片田野里播撒金子,而米特拉达梯收割了这些金子,遁往本都。安提柯因此将其逮捕并企图诛杀,但米特拉达梯率六名骑兵逃脱,并在卡帕多西亚构筑了一处要塞;趁着马其顿人内部无暇他顾之际,许多人前来归附于他,他遂占据了卡帕多西亚本土以及本都周边的邻近部族,在极大地扩张了统领权之后将其传给子孙。他们世代相承,直至自第一代算起的第六代米特拉达梯,即与罗马人作战的那位。依我看来,属于这一宗族的卡帕多西亚和本都诸王有时会分领其统治权,有人保有本都,有人则保有卡帕多西亚。

§210

ὅ γέ τοι Ῥωμαίοις πρῶτος ἐν φιλίᾳ γενόμενος καὶ ναῦς τινὰς ἐπὶ Καρχηδονίους καὶ συμμαχίαν ὀλίγην παρασχών, βασιλεὺς Πόντου, Μιθριδάτης ὁ εὐεργέτης ἐπίκλησιν, ὡς ἀλλοτρίαν τὴν Καππαδοκίαν ἐπέδραμεν. καὶ διαδέχεται Μιθριδάτης υἱός, ᾧ Διόνυσος καὶ εὐπάτωρ ἐπώνυμα ἦν. Ῥωμαῖοι δʼ αὐτὸν ἐκστῆναι Καππαδοκίας ἐκέλευσαν Ἀριοβαρζάνῃ, καταφυγόντι τε ἐς αὐτοὺς καὶ δόξαντι ἄρα γνησιωτέρῳ τοῦ Μιθριδάτου πρὸς τὴν Καππαδοκῶν ἀρχήν, ἢ καὶ τὸ μέγεθος τῆς ἀρχῆς τοῦ Μιθριδάτου πολλῆς οὔσης ὑφορώμενοί τε καὶ ἐς πλέονα διαιροῦντες ἀφανῶς. ὁ δὲ τοῦτο μὲν ἤνεγκε, Νικομήδει δὲ τῷ Νικομήδους τοῦ Προυσίου, Βιθυνίας ὡς πατρῴας ὑπὸ Ῥωμαίων ἀποδειχθέντι βασιλεύειν, Σωκράτη τὸν ἀδελφὸν αὐτοῦ Νικομήδους, ὅτῳ χρηστὸς ἐπώνυμον ἦν, μετὰ στρατιᾶς ἐπέμψε· καὶ τὴν Βιθυνῶν ἀρχὴν ὁ Σωκράτης ἐς αὑτὸν περιέσπασεν. τοῦ δʼ αὐτοῦ χρόνου Μιθράας καὶ Βαγώας Ἀριοβαρζάνη τόνδε τὸν ὑπὸ Ῥωμαίων κατηγμένον ἐς τὴν Καππαδοκίαν ἐκβαλόντες, Ἀριαράθην κατήγαγον ἐς αὐτήν.

无论如何,那位最早与罗马人缔结友好、并在对迦太基人的战争中提供若干战船和少量盟军的本都国王,即绰号“行善者”的米特拉达梯,将卡帕多西亚视作异邦领土而发兵侵扰。其后由他的儿子米特拉达梯即位,绰号狄奥尼索斯和“贵父者”。然而罗马人命令他从卡帕多西亚撤军,将其让给阿里奥巴尔赞;后者曾向罗马人寻求庇护,且在罗马人看来,对于卡帕多西亚人的统治权,他似乎比米特拉达梯拥有更正统的继承权——抑或是因为罗马人对米特拉达梯过于庞大的疆土抱有疑忌,企图暗中将其拆分为数个部分。米特拉达梯虽隐忍接受了这一决定,却派尼科墨得斯之弟、绰号为“贤善者”的苏格拉底率军去进攻普鲁西亚斯之子尼科墨得斯之子尼科墨得斯——罗马人曾指派此人继承父业统治比提尼亚;苏格拉底遂将比提尼亚的统治权据为己有。与此同时,米特拉亚斯和巴戈阿斯逐出了这位由罗马人送回卡帕多西亚的阿里奥巴尔赞,而将阿里阿拉特斯扶立回国。

§211

Ῥωμαῖοι δὲ Νικομήδην ὁμοῦ καὶ Ἀριοβαρζάνην ἐπανῆγον ἐς τὴν οἰκείαν ἑκάτερον, πρέσβεις τέ τινας αὐτοῖς ἐς τοῦτο συνέπεμψαν, ὧν Μάνιος Ἀκύλιος ἡγεῖτο· καὶ συλλαβεῖν ἐς τὴν κάθοδον ἐπέστειλαν Λευκίῳ τε Κασσίῳ, τῆς περὶ τὸ Πέργαμον Ἀσίας ἡγουμένῳ, στρατιὰν ἔχοντι ὀλίγην, καὶ τῷδε τῷ εὐπάτορι Μιθριδάτῃ. ἀλλʼ ὁ μὲν αὐτῆς τε Καππαδοκίας ἕνεκα Ῥωμαίοις ἐπιμεμφόμενος, καὶ Φρυγίαν ἔναγχος ὑπʼ αὐτῶν ἀφῃρημένος, ὡς διὰ τῆς Ἑλληνικῆς γραφῆς δεδήλωται, οὐ συνέπραττε· Κάσσιος δὲ καὶ Μάνιος τῷ τε Κασσίου στρατῷ, καὶ πολὺν ἄλλον ἀγείραντες Γαλατῶν καὶ Φρυγῶν, Νικομήδη τε κατήγαγον ἐς Βιθυνίαν καὶ Ἀριοβαρζάνην ἐς Καππαδοκίαν. εὐθύς τε ἀνέπειθον ἄμφω, γείτονας ὄντας Μιθριδάτου, τὴν γῆν τὴν Μιθριδάτου κατατρέχειν καὶ ἐς πόλεμον ἐρεθίζειν, ὡς Ῥωμαίων αὐτοῖς πολεμοῦσι συμμαχησόντων. οἱ δὲ ὤκνουν μὲν ὁμοίως ἑκάτερος γείτονος πολέμου τοσοῦδε κατάρξαι, τὴν Μιθριδάτου δύναμιν δεδιότες· ἐγκειμένων δὲ τῶν πρέσβεων, ὁ Νικομήδης πολλὰ μὲν ὑπὲρ τῆς ἐπικουρίας τοῖς στρατηγοῖς καὶ τοῖς πρέσβεσιν ὡμολογηκὼς χρήματα δώσειν καὶ ἔτι ὀφείλων, πολλὰ δʼ ἄλλα παρὰ τῶν ἑπομένων Ῥωμαίων δεδανεισμένος καὶ ὀχλούμενος, ἄκων ἐσέβαλεν ἐς τὴν Μιθριδάτου γῆν καὶ ἐλεηλάτησεν ἐπὶ πόλιν Ἄμαστριν, οὐδενὸς οὔτε κωλύοντος αὐτὸν οὔτε ἀπαντῶντος. ὁ γάρ τοι Μιθριδάτης ἑτοίμην ἔχων δύναμιν ὅμως ὑπεχώρει, πολλὰ καὶ δίκαια διδοὺς ἐγκλήματα τῷ πολέμῳ γενέσθαι.3

罗马人随即将尼科墨得斯和阿里奥巴尔赞二人双双送回各自的王位,并为此派遣了由马尼乌斯·阿奎利乌斯率领的使团同往;他们还指示统领佩加蒙周边亚细亚地区且仅拥有一支小部队的卢基乌斯·卡西乌斯,以及这位“贵父者”米特拉达梯,协助两王的复位。然而米特拉达梯因卡帕多西亚本身的缘故对罗马人心怀怨怼,加之不久前弗里吉亚又被罗马人夺走——正如在《希腊史》中所阐明的那样——因而并不予以配合。卡西乌斯和马尼乌斯依靠卡西乌斯的军队,并从加拉太人和弗里吉亚人中招募了大批援兵,护送尼科墨得斯回到比提尼亚,阿里奥巴尔赞回到卡帕多西亚。他们随即劝诱与米特拉达梯毗邻的这两位君王进袭米特拉达梯的领地,激其开战,声称一旦交战罗马人必将与之结盟。两位国王因畏惧米特拉达梯的实力,同样不敢对这样一位庞大的邻邦挑起战端;但在使者们的强力催逼之下,尼科墨得斯因曾许诺给予将领和使节巨额报酬以换取援助而至今仍未偿清,又从随行的罗马人那里借贷巨资且屡遭逼债,便违背本意侵入了米特拉达梯的疆界,一路劫掠至阿马斯特里斯城,竟无人阻拦亦无人迎战。盖因米特拉达梯虽早已重兵在握,却仍主动退避,旨在为这场战争积聚充足而正当的借口。

语法注3 条
  1. 28Ἱερώνυμος δὲ οὐδʼ ἐπιψαῦσαι τῶν ἐθνῶν ὅλως, ἀλλʼ ἀνὰ τὴν παράλιον τῆς Παμφυλίας καὶ Κιλικίας ἑτέραν ὁδὸν ἐπὶ τὸν Δαρεῖον τραπέσθαι

    此处为间接引语结构,不定式 οὐδʼ ἐπιψαῦσαι 和 τραπέσθαι 由主语 Ἱερώνυμος 引领,但省略了如 λέγει 或 φησί 等主要述谓动词,在文风上承接前句的 δοκεῖ 和 φαίνεται。

  2. 29ὁ Ἀντίγονος ἐνύπνιον ἔδοξε πεδίον σπεῖραι χρυσίῳ

    动词 ἔδοξε 在此作人称构词,主语为 ὁ Ἀντίγονος(意为“安提柯梦见自己……”),而非通常的非人称用法;ἐνύπνιον 为内面宾格(同源宾格),不定式 σπεῖραι 的逻辑主语即安提柯本人。

  3. 211πολλὰ καὶ δίκαια διδοὺς ἐγκλήματα τῷ πολέμῳ γενέσθαι

    此处为 δίδωμι 搭配宾语(πολλὰ καὶ δίκαια... ἐγκλήματα)及不定式(γενέσθαι)的致使或容许构词,意为“听任/致使战争产生诸多正当的抱怨/开战借口”;τῷ πολέμῳ 作与格,与 γενέσθαι 连用。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg014.humanitext-grc2:28-211