- 底本
- Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg014.humanitext-grc2:15-17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
尼科墨得斯在阿塔罗斯与比提尼亚军队的支持下自立为王;在滑稽无能的罗马使团调停失败后,他弑杀其父普鲁西亚斯夺取王位,其后代最终将比提尼亚遗赠给罗马。
ἅμα δʼ ἡμέρᾳ Νικομήδης μὲν ἐξέβαινε τῆς νεὼς πορφύραν τε βασιλικὴν ἠμφιεσμένος καὶ διάδημα ἐπικείμενος, Ἀνδρόνικος δʼ αὐτὸν ὑπαντιάσας τε καὶ βασιλέα προσειπὼν παρέπεμπε μετὰ στρατιωτῶν ὧν εἶχε πεντακοσίων. Μηνᾶς δὲ ὑποκρινόμενος τότε πρῶτον ᾐσθῆσθαι Νικομήδους παρόντος, ἐς τοὺς δισχιλίους διαδραμὼν ἐδυσφόρει. προϊὼν δὲ τῷ λόγῳ, δύο, ἔφη, βασιλέοιν, τοῦ μὲν ὄντος ἐν τῇ χώρᾳ τοῦ δʼ ἐπιόντος,1 ἀναγκαῖον ἡμῖν τὸ σφέτερον εὖ διατίθεσθαι καὶ τοῦ γενησομένου καλῶς τεκμαίρεσθαι, ὡς ἐν τῷδε τῆς ἡμετέρας σωτηρίας βεβαιουμένης, ἢν καλῶς προϊδώμεθα πότερος αὐτῶν ἐπικρατήσει. ὁ μὲν δὴ γέρων ἐστίν, ὁ δὲ νέος· καὶ Βιθυνοὶ τὸν μὲν ἀποστρέφονται, τὸν δὲ αἱροῦνται. Ῥωμαίων τε οἱ δυνατοὶ τὸν νεανίαν ἀγαπῶσι· καὶ Ἀνδρόνικος αὐτὸν ἤδη δορυφορῶν ὑποδείκνυσι τὴν Ἀττάλου συμμαχίαν, ἀρχήν τε μεγάλην ἔχοντος καὶ Βιθυνοῖς γειτονεύοντος καὶ ἐκ πολλοῦ τῷ Προυσίᾳ πεπολεμωμένου. λέγων δὲ ταῦθʼ ἅμα καὶ τὴν ὠμότητα τοῦ Προυσίου παρεγύμνου, καὶ ὅσα πονηρὰ πράξειεν ἐς ἅπαντας, καὶ τὸ κοινὸν ἐπὶ τοῖσδε Βιθυνῶν ἐς αὐτὸν ἔχθος. ὡς δὲ κἀκείνους εἶδε τὴν Προυσίου μοχθηρίαν ἀποστρεφομένους, ἦγεν αὐτοὺς ἐς τὸν Νικομήδην αὐτίκα, καὶ προσειπὼν καὶ ὅδε βασιλέα δεύτερος ἐπὶ Ἀνδρονίκῳ μετὰ τῶν δισχιλίων ἐδορυφόρει.
天亮时,尼科墨得斯身披王家紫袍,头戴王冠走下船来,安德罗尼科斯前去迎接并尊称他为王,率领随行的五百名士兵护卫着他。墨纳斯假装此时才初次发觉尼科墨得斯在此,便奔入两千名士兵之中,显出惊惶之色。他进而向他们进言道: “在两位国王之中,一位留在国内,另一位则进军前来,我们必须妥善安排自身的处境,并对未来的局势作出明智的判断;因为我们的安危正系于此,端看我们能否准确预见他们二人中谁将取胜。前者年迈,后者年轻;比提尼亚人厌弃前者而拥护后者。罗马的显要人物也爱重这位青年;安德罗尼科斯如今为他担任卫士,正清楚显示出阿塔罗斯的同盟,而阿塔罗斯坐拥广袤领土,与比提尼亚毗邻,且久已与普鲁西亚斯交恶。” 墨纳斯在说这番话的同时,也揭露了普鲁西亚斯的残酷暴虐、他对所有人所行的种种恶事,以及比提尼亚人因这些行径而对他产生的普遍仇恨。当他看到士兵们也厌弃普鲁西亚斯的邪恶时,便立即领着他们前去投奔尼科墨得斯;他自己继安德罗尼科斯之后也尊称尼科墨得斯为王,并率领两千名士兵担当护卫。
Ἄτταλός τε τὸν νεανίαν προθύμως ὑπεδέχετο, καὶ τὸν Προυσίαν ἐκέλευσε τῷ παιδὶ πόλεις τέ τινας ἐς ἐνοίκησιν καὶ χώραν ἐς ἐφόδια δοῦναι. ὁ δʼ αὐτίκα δώσειν ἔφη τὴν Ἀττάλου βασιλείαν ἅπασαν, ἣν δὴ καὶ πρότερον Νικομήδει περιποιῶν ἐς Ἀσίαν ἐσβαλεῖν.2 ταῦτα δʼ εἰπὼν ἔπεμπεν ἐς Ῥώμην τοὺς Νικομήδους καὶ Ἀττάλου κατηγορήσοντάς τε καὶ προκαλεσομένους ἐς κρίσιν. οἱ δʼ ἀμφὶ τὸν Ἄτταλον εὐθὺς ἐχώρουν ἐς τὴν Βιθυνίαν, καὶ προσιοῦσιν αὐτοῖς οἱ Βιθυνοὶ κατʼ ὀλίγους προσετίθεντο. Προυσίας δʼ ἅπασιν ἀπιστῶν, καὶ Ῥωμαίους ἐλπίζων αὑτὸν ἐξαιρήσεσθαι τῆς ἐπιβουλῆς, Διήγυλιν τὸν Θρᾷκα, κηδεστὴν ὄντα οἱ, πεντακοσίους Θρᾷκας αἰτήσας καὶ λαβὼν τοῖσδε μόνοις τὸ σῶμα ἐπέτρεψεν, ἐς τὴν ἀκρόπολιν τὴν ἐν Νικαίᾳ καταφυγών· ὁ δὲ Ῥωμαίων στρατηγὸς ἐν ἄστει3 οὔτε αὐτίκα ἐπῆγεν ἐπὶ τὴν βουλὴν τοὺς τοῦ Προυσίου πρέσβεις, χαριζόμενος Ἀττάλῳ· ἐπαγαγών τέ ποτε, ψηφισαμένης τῆς βουλῆς τὸν στρατηγὸν αὐτὸν ἑλέσθαι τε καὶ πέμψαι πρέσβεις οἳ διαλύσουσι τὸν πόλεμον, εἵλετο τρεῖς ἄνδρας, ὧν ὁ μὲν τὴν κεφαλήν ποτε λίθῳ πληγεὶς ἀσχήμονας ἐπέκειτο ὠτειλάς, ὁ δὲ τοὺς πόδας διέφθαρτο ὑπὸ ῥεύματος, ὁ δʼ ἠλιθιώτατος ἐνομίζετο εἶναι, ὥστε Κάτωνα τὴν πρεσβείαν ἐπισκώπτοντα εἰπεῖν τὴν πρεσβείαν ταύτην μήτε νοῦν ἔχειν μήτε πόδας μήτε κεφαλήν.
阿塔罗斯热情地接待了这位青年,并命令普鲁西亚斯赐给儿子若干城市以供居住,并划拨土地作为其维持生计的用度。但普鲁西亚斯却答称,他将立即把阿塔罗斯的整个王国赐给他——正是为了把这个王国争夺给尼科墨得斯,他此前才侵入了亚细亚。说罢,他便派人前往罗马指控尼科墨得斯与阿塔罗斯,并传唤他们接受审判。而阿塔罗斯一行则径直进军比提尼亚,在他们行进途中,比提尼亚人逐渐前来归顺。普鲁西亚斯猜忌众人,寄希望于罗马人能将他从这场图谋中解救出来,便向他的姻亲色雷斯人狄埃居利斯借求得五百名色雷斯士兵,并仅将自身安全托付给这些人,退守到尼西亚的卫城之中。然而罗马城内的民政大法官为讨好阿塔罗斯,并未立即引见普鲁西亚斯的使者晋见元老院;待其引见后,元老院决议由法官亲自挑选并派遣使者去调停战争,他却挑选了三个人,其中一人曾被石头砸伤头部而留有丑陋的伤疤,一人因痛风而双脚残疾,另一人则被视为极度愚钝,以致老加图嘲弄这支使团说,这支使节团既无脑子,也无脚,亦无头。
οἱ μὲν δὴ πρέσβεις ἐς Βιθυνίαν ἀφίκοντο, καὶ προσέτασσον αὐτοῖς τὸν πόλεμον ἐκλῦσαι, Νικομήδους δὲ καὶ Ἀττάλου συγχωρεῖν ὑποκρινομένων οἱ Βιθυνοὶ διδαχθέντες ἔλεγον οὐκ εἶναι δυνατοὶ φέρειν4 ἔτι τὴν ὠμότητα τὴν Προυσίου, φανεροὶ μάλιστα αὐτῷ γενόμενοι δυσχεραίνοντες. οἱ μὲν δὴ πρέσβεις, ὡς οὔπω Ῥωμαίων τάδε πυθομένων, ἐπανῄεσαν ἄπρακτοι· Προυσίας δʼ ἐπεὶ καὶ τὰ Ῥωμαίων ἀπέγνω, οἷς μάλιστα πιστεύων οὐδενὸς ἐς ἄμυναν ἐπεφροντίκει, μετῆλθεν ἐς Νικομήδειαν ὡς κρατυνούμενος τὴν πόλιν καὶ τοῖς ἐπιοῦσι πολεμήσων. οἱ δὲ προδιδόντες αὐτὸν τὰς πύλας ἀνέῳξαν, καὶ ὁ μὲν Νικομήδης ἐσῄει μετὰ τοῦ στρατοῦ, τὸν δὲ Προυσίαν ἐς ἱερὸν Διὸς καταφυγόντα συνεκέντησάν τινες ἐπιπεμφθέντες ἐκ τοῦ Νικομήδους. οὕτω Νικομήδης ἀντὶ Προυσίου Βιθυνῶν ἐβασίλευε, καὶ αὐτὸν χρόνῳ τελευτήσαντα Νικομήδης ὁ υἱός, ᾧ φιλοπάτωρ ἐπίκλησις ἦν, διεδέξατο, Ῥωμαίων αὐτῷ τὴν ἀρχὴν ὡς πατρῴαν ψηφισαμένων. τὰ μὲν δὴ Βιθυνῶν ὧδε εἶχε· καὶ εἴ τῳ σπουδὴ πάντα προμαθεῖν, υἱωνὸς τοῦδε ἕτερος Νικομήδης Ῥωμαίοις τὴν ἀρχὴν ἐν διαθήκαις ἀπέλιπεν.
使者们抵达比提尼亚,命令他们停止战争;但当尼科墨得斯和阿塔罗斯假意应允之时,事先受到指点的比提尼亚人却声称再也无法忍受普鲁西亚斯的残酷,尤其是因为他们心怀怨恨一事已为他所明知。使者们便以罗马人尚不知情为由,无功而返。普鲁西亚斯得知罗马方面的指望也落空后——他原最信赖罗马人,因而未作任何防卫谋划——便退往尼科墨狄亚,企图坚守该城并迎战来犯之敌。但城中居民背叛了他,打开城门,尼科墨得斯遂率军入城;在普鲁西亚斯逃入宙斯神庙避难时,尼科墨得斯派来的人将他刺死。于是尼科墨得斯取代普鲁西亚斯成为比提尼亚的国王;及至他去世,绰号为“爱父者”的儿子尼科墨得斯继承了王位,罗马人决议确认该统治权为其继承自父辈之物。 比提尼亚的局势大致如此;若有人急于预先了解后续的一切,这位国王的孙子、另一位尼科墨得斯,最终在遗嘱中将统治权遗赠给了罗马人。
- 15δύο ... βασιλέοιν, τοῦ μὲν ὄντος ἐν τῇ χώρᾳ τοῦ δʼ ἐπιόντος
双数属格 δύο βασιλέοιν 其后接分词短语 τοῦ μὲν ὄντος ... τοῦ δʼ ἐπιόντος,以同格兼部分属格的形式分别具体指明两位国王的处境,整体构成设置背景条件的属格独立结构。
- 16ἣν δὴ καὶ πρότερον Νικομήδει περιποιῶν ἐς Ἀσίαν ἐσβαλεῖν
在由关系代词 ἣν(先行词为 τὴν Ἀττάλου βασιλείαν)引导的关系从句中,动词采用了受间接引语(ἔφη)影响的不定式 ἐσβαλεῖν;分词 περιποιῶν 则作状语表示目的与意图。
- 16ὁ δὲ Ῥωμαίων στρατηγὸς ἐν ἄστει
字面意为“城内的罗马长官”,是拉丁语 praetor urbanus(民政大法官或城市裁判官)的标准希腊语对应表达,指在罗马城内负责引见外国使节晋见元老院的官员。
- 17οὐκ εἶναι δυνατοὶ φέρειν
在转述动词 ἔλεγον 统领的间接引语中,不定式 εἶναι 的补足语 δυνατοί 没有用宾格,而是受主句主语(οἱ Βιθυνοί)吸引而同格采用主格,构成主格不定式吸引结构。
