← 阿庇安

米特拉达梯战争

§17117-17118

凯旋式游行与庞培功业之总结

本段记述了庞培凯旋式上展示俘虏、战事画卷与战果铭板的壮丽行列及其宽释降虏之举,并总结了历时四十余年的米特拉达梯战争之终结与东方开拓,说明了他获尊为“伟大(马格努斯)”的缘由。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§17117

αὐτοῦ δὲ τοῦ Πομπηίου προῆγον ὅσοι τῶν πεπολεμημένων βασιλέων ἡγεμόνες ἢ παῖδες ἢ στρατηγοὶ ἦσαν, οἱ μὲν αἰχμάλωτοι ὄντες οἱ δὲ ἐς ὁμηρείαν δεδομένοι, τριακόσιοι μάλιστα καὶ εἴκοσι καὶ τέσσαρες. ἔνθα δὴ καὶ ὁ Τιγράνους ἦν παῖς Τιγράνης, καὶ πέντε Μιθριδάτου, Ἀρταφέρνης τε καὶ Κῦρος καὶ Ὀξάθρης καὶ Δαρεῖος καὶ Ξέρξης, καὶ θυγατέρες Ὀρσάβαρίς τε καὶ Εὐπάτρα. παρήγετο δὲ καὶ ὁ Κόλχων σκηπτοῦχος Ὀλθάκης, καὶ Ἰουδαίων βασιλεὺς Ἀριστόβουλος, καὶ οἱ Κιλίκων τύραννοι, καὶ Σκυθῶν βασίλειοι γυναῖκες, καὶ ἡγεμόνες τρεῖς Ἰβήρων καὶ Ἀλβανῶν δύο, καὶ Μένανδρος ὁ Λαοδικεύς, ἵππαρχος τοῦ Μιθριδάτου γενόμενος. τῶν δὲ οὐκ ἀφικομένων εἰκόνες παρεφέροντο, Τιγράνους καὶ Μιθριδάτου, μαχομένων τε καὶ νικωμένων καὶ φευγόντων. Μιθριδάτου δὲ καὶ ἡ πολιορκία, καὶ ἡ νὺξ ὅτε ἔφευγεν, εἴκαστο, καὶ ἡ σιωπή.1 ἐπὶ τέλει δὲ ἐδείχθη καὶ ὡς ἀπέθανεν αἵ τε παρθένοι αἱ συναποθανεῖν αὐτῷ ἑλόμεναι παρεζωγράφηντο, καὶ τῶν προαποθανόντων υἱέων καὶ θυγατέρων ἦσαν γραφαί, θεῶν τε βαρβαρικῶν εἰκόνες καὶ κόσμοι πάτριοι. παρεφέρετο δὲ καὶ πίναξ ἐγγεγραμμένων τῶνδε· νῆες ἑάλωσαν χαλκέμβολοι ὀκτακόσιαι· πόλεις ἐκτίσθησαν Καππαδοκῶν ὀκτώ, Κιλίκων δὲ καὶ κοίλης Συρίας εἴκοσι, Παλαιστίνης δὲ ἡ νῦν Σελευκίς· βασιλεῖς ἐνικήθησαν Τιγράνης Ἀρμένιος, Ἀρτώκης Ἴβηρ, Ὀροίζης Ἀλβανός, Δαρεῖος Μῆδος, Ἀρέτας Ναβαταῖος, Ἀντίοχος Κομμαγηνός. τοσαῦτα μὲν ἐδήλου τὸ διάγραμμα, αὐτὸς δὲ ὁ Πομπήιος ἐπὶ ἅρματος ἦν, καὶ τοῦδε λιθοκολλήτου, χλαμύδα ἔχων, ὥς φασιν, Ἀλεξάνδρου τοῦ Μακεδόνος, εἴ τῳ πίστον ἐστιν· ἔοικε δʼ αὐτὴν εὑρεῖν ἐν Μιθριδάτου, Κῴων παρὰ Κλεοπάτρας λαβόντων.2 εἵποντο δὲ αὐτῷ μετὰ τὸ ἅρμα οἱ συστρατευσάμενοι τῶν ἡγεμόνων, οἱ μὲν ἐπὶ ἵππων οἱ δὲ πεζοί. παρελθὼν δʼ ἐς τὸ Καπιτώλιον οὐδένα τῶν αἰχμαλώτων ἔκτεινεν ὡς ἕτεροι τῶν θριάμβους παραγόντων, ἀλλʼ ἐς τὰς πατρίδας ἔπεμψε δημοσίοις δαπανήμασι, χωρὶς τῶν βασιλικῶν. καὶ τούτων μόνος Ἀριστόβουλος εὐθὺς ἀνῃρέθη, καὶ Τιγράνης ὕστερον. ὁ μὲν δὴ θρίαμβος ἦν τοιόσδε.

走在庞培本人之前的,是与他交战诸王的将帅、王子或将领,有的是俘虏,有的是作为人质交出的,总计大约三百二十四人。其中便有提格兰之子提格兰,米特拉达梯的五个儿子——阿尔塔弗涅斯、居鲁士、奥克萨特雷斯、大流士与薛西斯,以及其女奥尔莎巴里斯和欧帕特拉。被押引在列的还有科尔基斯人的执杖领主奥尔塔克斯、犹太人之王阿里斯托布鲁斯、基利家的僭主们、斯基泰王室妇女、三位伊比利亚人首长和两位阿尔巴尼亚人首长,以及曾任米特拉达梯骑兵总指挥的拉奥狄西亚人梅南德尔。至于未能亲临者,则抬举其肖像画行进,展示提格兰与米特拉达梯作战、受挫与逃亡的场景。就米特拉达梯而言,其围城之战、逃亡之夜乃至那一夜的寂静皆被描绘出来。最后展现的则是他是如何死去的,那些选择与他同死的少女们被画在他身旁,还有先于他死去的儿女们的画作、蛮族神明的偶像以及祖传饰物。此外还抬着一块刻有如下文字的匾牌: “缴获装有青铜冲角之战舰八百艘;在卡帕多西亚营建城市八座,在基利家及柯里叙利亚营建二十座,在巴勒斯坦营建即如今之塞琉西斯;击败国王有亚美尼亚的提格兰、伊比利亚的阿尔托克斯、阿尔巴尼亚的奥罗伊泽斯、米底的大流士、纳巴泰的阿雷塔斯、科马吉尼的安条克。” 匾牌所示者即为此等内容。庞培本人则乘驾战车,该车亦镶嵌宝石,身披据传——若有人愿信此言——为马其顿亚历山大的短斗篷;他似乎是在米特拉达梯的器物中寻得此物,盖由科斯人自克利奥帕特拉处所得者。紧随战车之后的,是与他同征的将校首领,或骑马或步行。庞培行至卡皮托尔山上时,并未像其他举行凯旋式的主帅那样杀害任何俘虏,反而在扣除王族之后,用公帑将他们送回各自故乡。在王族之中,亦仅有阿里斯托布鲁斯被立时处死,提格兰则是在后来被杀。凯旋式的情形大致即是如此。

§17118

ὧδε μὲν Ῥωμαῖοι Βιθυνοὺς καὶ Καππαδόκας ὅσα τε αὐτοῖς ὅμορα ἔθνη ἐπὶ τὸν Πόντον κατοικεῖ τὸν Εὔξεινον, βασιλέα Μιθριδάτην τεσσαράκοντα δύο ἔτεσι μάλιστα καθελόντες, ὑπηγάγοντο σφίσιν ὑπήκοα εἶναι. τῷ δὲ αὐτῷ πολέμῳ καὶ Κιλικίας τὰ μήπω σφίσι κατήκοα καὶ Συρίας τήν τε Φοινίκην καὶ κοίλην καὶ Παλαιστίνην καὶ τὴν ἐς τὸ μεσόγειον ἐπὶ ποταμὸν Εὐφράτην, οὐδὲν ἔτι τῷ Μιθριδάτῃ προσήκοντα, ῥύμῃ τῆσδε τῆς νίκης προσέλαβον, καὶ φόρους τοῖς μὲν αὐτίκα τοῖς δὲ ὕστερον ἔταξαν. Παφλαγονίαν τε καὶ Γαλατίαν καὶ Φρυγίαν καὶ τὴν ὅμορον τῇ Φρυγίᾳ Μυσίαν, καὶ ἐπὶ τοῖσδε Λυδίαν καὶ Καρίαν καὶ Ἰωνίαν καὶ ὅσα ἄλλα Ἀσίας τῆς περὶ τὸ Πέργαμόν ἐστι, καὶ τὴν ἀρχαίαν Ἑλλάδα καὶ Μακεδονίαν, Μιθριδάτου περισπάσαντος ὀξέως ἀνελάβοντο· καὶ τοῖς πολλοῖς αὐτῶν, οὔπω σφίσιν ὑποτελέσιν οὖσιν, ἐπέθηκαν φόρους. διʼ ἅ μοι καὶ μάλιστα δοκοῦσι τόνδε τὸν πόλεμον ἡγεῖσθαι μέγαν,3 καὶ τὴν ἐπʼ αὐτῷ νίκην μεγάλην καλεῖν, καὶ τὸν στρατηγήσαντα Πομπήιον μέγαν τῇ ἰδίᾳ φωνῇ μέχρι νῦν ἐπονομάζειν, ἐθνῶν τε πλήθους ἕνεκα ὧν ἀνέλαβον ἢ προσέλαβον, καὶ χρόνου μήκους, τεσσαρακονταετοῦς γενομένου, τόλμης τε αὐτοῦ Μιθριδάτου καὶ φερεπονίας, δυνατοῦ σφίσιν ἐς ἅπαντα ὀφθέντος,

罗马人便是这般在历时约四十二年打垮米特拉达梯王之后,使比提尼亚人、卡帕多西亚人以及沿优克辛波多海居住的邻近各族悉数归顺于己。在同一场战争中,他们借此大胜之势,又兼并了基利家尚未臣服之处,以及叙利亚的腓尼基、柯里、巴勒斯坦与直抵幼发拉底河的内陆地区——这些土地原已不再归属米特拉达梯——并对其中一部分当即课征贡税,对另一部分则在随后定税。至于帕夫拉戈尼亚、加拉太、弗里吉亚、与弗里吉亚接壤的密西亚,再加上吕底亚、卡里亚、爱奥尼亚与属于帕加马周边亚洲的其余各地,还有古希腊与马其顿,在米特拉达梯予以掠取之后,罗马人皆迅速收复;对于其中大多数此前尚未纳税之地,亦课加了赋税。在我看来,他们之所以特别视此战为大战,将由此取得的胜利称为“大捷”,并将主持统帅之庞培以自家语言至今尊称为“大帝(马格努斯)”,正是由于他们所收复或新并吞的民族之多,由于此战历时长达四十年之久,亦由于米特拉达梯本人的勇决坚忍,在各项角逐中于他们而言皆堪称劲敌。

语法注3 条
  1. 17117εἴκαστο, καὶ ἡ σιωπή

    过去完成时被动态动词 εἴκαστο(源自 εἰκάζω,“描绘、表现”,第三人称单数)的并列主语除了前文的 πολιορκία(围城)和 νύξ(逃亡之夜)之外,还包括抽象名词 καὶ ἡ σιωπή(甚至连那一夜的寂静)。这种将“寂静”作为视觉绘画主语的处理,突出了逃亡场面在画作中被表现得惟妙惟肖的修辞效果。

  2. 17117Κῴων παρὰ Κλεοπάτρας λαβόντων

    属格独立结构(genitive absolute),用以补充说明这件斗篷如何辗转进入米特拉达梯藏库(ἐν Μιθριδάτου)的背景经过:“因科斯人曾自克利奥帕特拉处所得”。

  3. 17118διʼ ἅ μοι καὶ μάλιστα δοκοῦσι τόνδε τὸν πόλεμον ἡγεῖσθαι μέγαν

    动词 δοκέω 的人称构式(personal construction):主语承前指“罗马人”(Ῥωμαῖοι),与与格代词 μοι 连用并支配三个平行的补足不定式(ἡγεῖσθαι、καλεῖν 与 ἐπονομάζειν),意为“在我看来,他们特别将……视作……”。句末由 ἕνεκα 统领的四个并列属格(plēthous、mēkous、tolmēs、phereponias)构成了给出上述判断的四项具体缘由。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg014.humanitext-grc2:17117-17118