← 阿庇安

米特拉达梯战争

§17114-17116

庞培对东方的经略重组与盛大凯旋式

庞培经略东方确立疆界,分封诸王与四分领主并复兴诸城,起获巨额王家财宝赏赐全军,随后解散军队并在罗马举行了空前盛大的凯旋式。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§17114

αὐτὸς δὲ ἑνὶ τῷδε πολέμῳ τά τε λῃστήρια καθήρας καὶ βασιλέα καθελὼν μέγιστον, καὶ συνενεχθεὶς ἐς μάχας, ἄνευ τοῦ Ποντικοῦ πολέμου,1 Κόλχοις τε καὶ Ἀλβανοῖς καὶ Ἴβηρσι καὶ Ἀρμενίοις καὶ Μήδοις καὶ Ἄραψι καὶ Ἰουδαίοις καὶ ἑτέροις ἔθνεσιν ἑῴοις, τὴν ἀρχὴν ὡρίσατο Ῥωμαίοις μέχρι Αἰγύπτου. ἐς δὲ Αἴγυπτον αὐτὴν οὐ παρῆλθε, καίτοι στασιάζουσαν ἐς τὸν βασιλέα, καὶ καλοῦντος αὐτὸν αὐτοῦ βασιλέως,2 καὶ πέμψαντος αὐτῷ δῶρα καὶ χρήματα καὶ ἐσθῆτας ἐς τὸν στρατὸν ἅπαντα, εἴτε δείσας μέγεθος ἀρχῆς ἔτι εὐτυχούσης, εἴτε φυλαξάμενος ἐχθρῶν φθόνον ἢ χρησμῶν ἀπαγόρευσιν, εἴτε ἑτέροις λογισμοῖς, οὓς ἐξοίσω κατὰ τὰ Αἰγύπτια. τῶν δὲ εἰλημμένων ἐθνῶν τὰ μὲν αὐτόνομα ἠφίει συμμαχίας οὕνεκα, τὰ δὲ ὑπὸ Ῥωμαίοις εὐθὺς ἐγίγνετο, τὰ δʼ ἐς βασίλεια διεδίδου, Τιγράνει μὲν Ἀρμενίαν καὶ Φαρνάκῃ Βόσπορον καὶ Ἀριοβαρζάνῃ Καππαδοκίαν, καὶ ὅσα προεῖπον ἕτερα. Ἀντιόχῳ δὲ τῷ Κομμαγηνῷ Σελεύκειαν ἐπέτρεψε, καὶ ὅσα τῆς Μεσοποταμίας ἄλλα κατέδραμεν. ἐποίει δὲ καὶ τετράρχας, Γαλλογραικῶν μέν, οἳ νῦν εἰσὶ Γαλάται Καππαδόκαις ὅμοροι, Δηιόταρον καὶ ἑτέρους, Παφλαγονίας δὲ Ἄτταλον καὶ Κόλχων Ἀρίσταρχον δυνάστην. ἀπέφηνε δὲ καὶ τῆς ἐν Κομάνοις θεᾶς Ἀρχέλαον ἱερέα, ὅπερ ἐστὶ δυναστεία βασιλική, καὶ τὸν Φαναγορέα Κάστορα Ῥωμαίων φίλον. πολλὴν δὲ καὶ ἑτέροις χώραν τε καὶ χρήματα ἔδωκεν.

庞培自身则在这一场单独的战争中荡平了海盗群伙,打垮了最显赫的君王,并且在波多战争的军事行动之外,又与科尔基斯人、阿尔巴尼亚人、伊比利亚人、亚美尼亚人、米底人、阿拉伯人、犹太人以及其他东方民族交锋,将罗马人的疆界确立直到埃及。但他并未进入埃及本土,尽管该国正叛乱反对其君王,且国王本人亲自相召,并向其全军赠送了礼物、金钱与衣裳——这或许是由于他畏惧这尚处全盛之大国的规模,或许是防范政敌的忌恨或神谕的禁令,抑或是出于其他思虑,这些缘由我将在记述埃及事务时列出。至于被征服的各族,他有的出于盟好而听任其自治,有的则立时置于罗马人统治之下,有的则分封为王国:将亚美尼亚给予提格兰,将博斯普鲁斯给予法尔纳克,将卡帕多西亚给予阿里奥巴赞,以及我前文述及的其他各地。他又将塞琉西亚以及他在美索不达米亚劫掠的其他土地授予科马吉尼的安条克。他还设立了四分领主:在如今与卡帕多西亚人接壤的加拉太人——即加洛-希腊人中,确立了戴奥塔鲁斯及其他人;在帕夫拉戈尼亚确立了阿塔卢斯;在科尔基斯人中确立阿里斯塔库斯为领主。他又任命阿凯劳斯为科马纳女神的祭司——这实为王家级别的权位,并将法纳戈里亚人卡斯托尔立为罗马人之友。他还将许多土地与钱财赐予了其余众人。

§17115

καὶ πόλεις ᾤκισεν ἐν μὲν Ἀρμενίᾳ τῇ βραχυτέρᾳ Νικόπολιν ἐπὶ τῇ νίκῃ, ἐν δὲ Πόντῳ Εὐπατορίαν, ἣν αὐτὸς μὲν ὁ εὐπάτωρ Μιθριδάτης ἔκτισε καὶ Εὐπατορίαν ὠνόμασεν ἀφʼ ἑαυτοῦ, ὑποδεξαμένην δὲ Ῥωμαίους καθῃρήκει, καὶ ὁ Πομπήιος ἐγείρας Μαγνόπολιν ἐκάλει. ἐν δὲ Καππαδοκίᾳ Μάζακα, ὑπὸ τοῦ πολέμου λελυμασμένην ἐς τέλος, ἤγειρεν αὖθις. καὶ ἑτέρας πολλαχοῦ κατενεχθείσας ἢ βεβλαμμένας διωρθοῦτο περί τε τὸν Πόντον καὶ Παλαιστίνην καὶ κοίλην Συρίαν καὶ Κιλικίαν, ἐν ᾗ δὴ καὶ μάλιστα τοὺς λῃστὰς συνῴκιζε. καὶ ἡ πόλις ἡ πάλαι Σόλοι νῦν Πομπηιόπολις ἐστίν. ἐν δὲ Ταλαύροις, ἥν τινα πόλιν ὁ Μιθριδάτης εἶχε ταμιεῖον τῆς κατασκευῆς, δισχίλια μὲν ἐκπώματα λίθου τῆς ὀνυχίτιδος λεγομένης ηὑρέθη χρυσοκόλλητα, καὶ φιάλαι καὶ ψυκτῆρες πολλοὶ καὶ ῥυτὰ καὶ κλῖναι καὶ θρόνοι κατάκοσμοι, καὶ ἵππων χαλινοὶ καὶ προστερνίδια καὶ ἐπωμίδια, πάντα ὁμοίως διάλιθα καὶ κατάχρυσα, ὧν ἡ παράδοσις διὰ τὸ πλῆθος ἐς τριάκοντα ἡμέρας παρέτεινεν. καὶ ἦν τὰ μὲν ἐκ Δαρείου τοῦ Ὑστάσπου, τὰ δὲ ἐκ τῆς Πτολεμαίων ἀρχῆς, ὅσα Κλεοπάτρα Κῴοις παρέθετο καὶ Κῷοι Μιθριδάτῃ ἐδεδώκεσαν· τὰ δὲ καὶ ὑπʼ αὐτοῦ Μιθριδάτου κατεσκεύαστο καὶ συνείλεκτο, φιλοκάλου καὶ περὶ κατασκευὴν γενομένου.

他又营建了诸城:在小亚美尼亚,为纪念战功建立了尼科波利斯;在波多,欧帕托尔·米特拉达梯亲自建立并以自己命名的欧帕托里亚,在接纳罗马人后曾被他摧毁,庞培将其重建并命名为马格诺波利斯。在卡帕多西亚,他重新修复了被战火彻底荡平的马扎卡。在波多、巴勒斯坦、柯里叙利亚及基利家各处,他还修复了其他被毁坏或遭受重创的城市;正是在基利家,他特别安置了那些海盗。昔日被称为索利的城市如今成了庞培波利斯。在米特拉达梯用作器物藏库的塔劳拉城中,发现了两千件用所谓玛瑙石镶金制成的高足杯,以及众多的浅杯、冷酒器、角杯,装饰华美的榻与宝座,还有马的缰勒、护胸与护肩,所有器具皆同样嵌满宝石并镀以纯金;因数量过巨,接收交接延续了三十天之久。其中一部分传自希斯塔斯佩斯之子大流士,一部分来自托勒密王朝的库藏——即克利奥帕特拉寄存给科斯岛人而科斯人献予米特拉达梯者;另有部分则是由酷爱奢华精美器物的米特拉达梯亲自制作并搜集。

§17116

λήγοντος δὲ τοῦ χειμῶνος διέδωκεν ὁ Πομπήιος ἀριστεῖα τῷ στρατῷ, καθʼ ἕκαστον ἄνδρα χιλίας πεντακοσίας Ἀττικάς, καὶ τοῖς ἡγουμένοις αὐτῶν ἀνάλογον· καί φασι γενέσθαι τάλαντα μύρια καὶ ἑξακισχίλια. αὐτὸς δʼ ἐς Ἔφεσον καταβὰς διέπλευσεν ἐς τὴν Ἰταλίαν καὶ ἐς Ῥώμην ἠπείγετο, διαφεὶς ἐν Βρεντεσίῳ τὸν στρατὸν ἐς τὰ οἰκεῖα· ἐφʼ ὅτῳ μάλιστα ὡς δημοτικῷ τοὺς Ῥωμαίους ἐξέπληξεν. καὶ αὐτῷ προσιόντι ἀπήντων κατὰ μέρος, πορρωτάτω μὲν οἱ νέοι, ἑξῆς δὲ ὡς ἐδύναντο καθʼ ἡλικίαν ἕκαστοι, καὶ ἐπὶ πᾶσιν ἡ βουλὴ θαυμάζουσα τῶν γεγονότων· οὐ γάρ πώ τις ἐχθρὸν τηλικοῦτον ἑλὼν τοσάδε ὁμοῦ καὶ μέγιστα ἔθνη προσειλήφει, καὶ τὴν Ῥωμαίων ἀρχὴν ἐπὶ τὸν Εὐφράτην ὡρίκει. ὁ δὲ ἐθριάμβευσεν ἐπὶ λαμπροτάτης καὶ ἧς οὔτις πρὸ τοῦ δόξης, ἔτη ἔχων πέντε καὶ τριάκοντα, δύο ἐφεξῆς ἡμέραις, ἐπὶ πολλοῖς ἔθνεσιν, ἀπό τε τοῦ Πόντου καὶ Ἀρμενίας καὶ Καππαδοκίας καὶ Κιλικίας καὶ Συρίας ὅλης καὶ Ἀλβανῶν καὶ Ἡνιόχων καὶ Ἀχαίων τῶν ἐν Σκύθαις καὶ Ἰβηρίας τῆς ἑῴας. καὶ παρῆγεν ἐς μὲν τοὺς λιμένας ἑπτακοσίας ναῦς ἐντελεῖς, ἐς δὲ τὴν πομπὴν τοῦ θριάμβου ζεύγη καὶ φορεῖα χρυσοφόρα καὶ ἕτερα κόσμου ποικίλου, καὶ τὴν Δαρείου τοῦ Ὑστάσπου κλίνην, καὶ τὸν τοῦ εὐπάτορος αὐτοῦ θρόνον. καὶ σκῆπτρον αὐτοῦ, καὶ εἰκόνα ὀκτάπηχυν ἀπὸ στερεοῦ χρυσίου παρῆγε, καὶ ἐπισήμου ἀργυρίου μυριάδας ἑπτακισχιλίας καὶ πεντακοσίας καὶ δέκα, ἁμάξας δὲ ὅπλων ἀπείρους τὸ πλῆθος, καὶ νεῶν ἔμβολα, καὶ πλῆθος αἰχμαλώτων τε καὶ λῃστῶν, οὐδένα δεδεμένον ἀλλʼ ἐς τὰ πάτρια ἐσταλμένους.3

当冬季行将结束之际,庞培向全军分发战功赏赐,每人得一千五百阿提卡德拉克马,军官则依等次递增;据说总额达到一万六千塔兰同。他本人则下到以弗所,渡海前往意大利并赶赴罗马,在布伦迪西乌姆将军队解散归家;他尤以此种尊重平民宪制之举令罗马人惊叹赞服。当他临近时,众人按部就班前往迎接,最远处为青年人,随后各人依年龄尽其所能依次出迎,最后则是对诸般伟业惊叹不已的元老院;盖因从未有人在击溃如此大敌的同时一举并吞如此之多的大族,并将罗马人的统治拓展至幼发拉底河。他在三十五岁之时,凭藉前无古人的显赫声威举行了为期两天的凯旋式,庆祝战胜了众多民族:波多、亚美尼亚、卡帕多西亚、基利家、全叙利亚、阿尔巴尼亚人、亨尼奥科伊人、斯基泰地方的阿开亚人以及东方伊比利亚人。他将七百艘装备齐整的战舰带入港口,在凯旋式行列中展示了载满黄金的车辆与车轿,以及其他各种华美的饰品、希斯塔斯佩斯之子大流士的卧榻、欧帕托尔本人的宝座。他又展示了他的权杖、一座八肘高的纯金雕像,以及七千五百一十万枚带有印记的银币、数不尽的兵器大车、舰艏冲角,还有大批俘虏与海盗——无一人被绳索捆绑,皆身着本族传统服饰。

语法注3 条
  1. 17114ἄνευ τοῦ Ποντικοῦ πολέμου

    介词 ἄνευ 带属格通常表示“无、没有”,但在此处具有除外或附加含义,意为“波多战争(针对米特拉达梯本身的作战)除外/之外”。上下文借此强调,除对付本都的主战役外,庞培还与周围诸民族进行了大量衍生战斗。

  2. 17114καίτοι στασιάζουσαν ἐς τὸν βασιλέα, καὶ καλοῦντος αὐτὸν αὐτοῦ βασιλέως

    让步小词 καίτοι 首先接与先行宾格名词 Αἴγυπτον 一致的宾格分词 στασιάζουσαν,继而由 καί 连接属格独立结构(καλοῦντος... καὶ πέμψαντος...)。这是一种句法交替(variatio)或轻微的破格结构,二者共同构成让步条件,说明庞培即便在此等有利情形下依然未进入埃及。

  3. 17116οὐδένα δεδεμένον ἀλλʼ ἐς τὰ πάτρια ἐσταλμένους

    单数宾格短语 οὐδένα δεδεμένον(“无一人被捆绑”)在连词 ἀλλά 之后转为复数宾格分词 ἐσταλμένους(“着本族服装”)。此处发生了意念一致(constructio ad sensum):句法上从单数否定代词 οὐδένα 转换为指代先行集合名词 πλῆθος(俘虏与海盗的大群),表明整批俘虏均着各自传统服饰列队行进。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg014.humanitext-grc2:17114-17116