← 阿庇安

米特拉达梯战争

§17119-17121

战争规模的总结与法尔纳刻斯之乱

作者总结了米特拉达梯战争的宏大规模及其带来的罗马霸权扩张,叙述了其子法尔纳刻斯的抗争、被恺撒平定及阵亡经过,并概述了东方诸封国逐步收归为罗马行省的历程。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§17119

ᾧ νῆες μὲν ἦσαν οἰκεῖαι πολλάκις πλείους τετρακοσίων, ἱππεῖς δʼ ἔστιν ὅτε πεντακισμύριοι καὶ πεζῶν μυριάδες πέντε καὶ εἴκοσι καὶ μηχαναὶ καὶ βέλη κατὰ λόγον, συνεμάχουν δὲ βασιλεῖς καὶ δυνάσται ὅ τε Ἀρμένιος καὶ Σκυθῶν τῶν περὶ τὸν Πόντον, ἐπί τε Μαιώτιδα λίμνην καὶ ἀπʼ ἐκείνης ἐπὶ τὸν Θρᾴκιον Βόσπορον περιπλέοντι.1 ἔς τε τοὺς Ῥωμαίων δυνατούς, στασιάζοντας ἀλλήλοις τότε μάλιστα καὶ Ἰβηρίαν ἀνιστάντας ἐπὶ Ῥωμαίους, περιέπεμπε, καὶ Κελτοῖς φιλίαν ἐτίθετο ὡς καὶ τῇδε ἐσβαλῶν ἐς τὴν Ἰταλίαν, λῃστῶν τε ἐνεπίμπλη τὴν θάλασσαν ἀπὸ Κιλικίας ἐπὶ στήλας Ἡρακλείους, οἳ πάντα ἄμικτα καὶ ἄπλωτα ταῖς πόλεσιν ἐς ἀλλήλους ἐποίουν, καὶ λιμὸν ἐπίπονον ἐξειργάσαντο ἐπὶ πλεῖστον. ὅλως τε οὐδὲν ἀνδρὶ δυνατὸν ἐξέλιπεν ἢ πράττων ἢ διανοούμενος, ὡς μέγιστον δὴ τόδε τὸ κίνημα ἐξ ἀνατολῆς ἐπὶ δύσιν γενόμενον ἐνοχλῆσαι πᾶσιν ὡς ἔπος εἰπεῖν, ἢ πολεμουμένοις ἢ συμμαχοῦσιν ἢ λῃστευομένοις ἢ γειτονεύουσιν. τοσόσδε εἷς οὗτος πόλεμος καὶ ποικίλος ἐγένετο. καὶ ἐς τὰ μάλιστα λήγων συνήνεγκε Ῥωμαίοις· ὡρίσαντο γὰρ ἐπὶ τῷδε τὴν ἡγεμονίαν ἐκ δύσεως ἐπὶ ποταμὸν Εὐφράτην. διελεῖν δʼ αὐτὰ κατὰ ἔθνος οὐκ ἦν, ὁμοῦ τε πραχθέντα καὶ ἀλλήλοις ἀναπεπλεγμένα. ἃ δὲ καὶ ὣς ἐδύνατο αὐτῶν κεχωρίσθαι, κατὰ μέρη τέτακται.

米特拉达梯本人常拥有四百余艘专属战舰,兵力有时达骑兵五万、步兵二十五万,攻城械具与抛射兵器亦按比例配备。此外,亚美尼亚王以及环绕波多海、直至马奥提斯湖并由此乘船沿岸航行至色雷斯博斯普鲁斯海峡一带的斯基泰诸王与诸侯皆与之结盟。当时罗马显贵之间内讧尤烈且在西班牙煽动反叛罗马,米特拉达梯便遣使联络他们,并与凯尔特人修好,意欲自该方向亦侵入意大利;他又使海盗遍布自基利家直至赫拉克勒斯之柱的整个海面,致使各城邑之间完全断绝往来与通航,并在极长时间内酿成严重饥荒。总而言之,凡人力所能及之事,无论实干抑或谋划,他皆无所不用其极,以致这场自东向西掀起的最大规模动荡,几乎波及所有人,不论是被征讨者、同盟者、遭劫掠者抑或邻近者。这一场战争规模如此宏大,形态如此错综复杂。而战争在终结之时,为罗马人带来了最大的利益,盖罗马人凭此战确立了自西方至幼发拉底河的帝国疆界。然而,要将这些事迹按民族分别记述乃是不可能的,因其在时间上齐发并进、彼此交织;不过其中仍可分割的部分,皆已分篇编次。

§17120

Φαρνάκης δʼ ἐπολιόρκει Φαναγορέας καὶ τὰ περίοικα τοῦ Βοσπόρου, μέχρι τῶν Φαναγορέων διὰ λιμὸν ἐς μάχην προελθόντων ἐκράτει τῇ μάχῃ, καὶ βλάψας οὐδέν, ἀλλὰ φίλους ποιησάμενος καὶ λαβὼν ὅμηρα, ἀνεχώρει. μετʼ οὐ πολὺ δὲ καὶ Σινώπην εἷλε καὶ Ἀμισὸν ἐνθυμιζόμενος καὶ Καλουίνῳ στρατηγοῦντι ἐπολέμησεν, ᾧ χρόνῳ Πομπήιος καὶ Καῖσαρ ἐς ἀλλήλους ᾖσαν, ἕως αὐτὸν Ἄσανδρος ἐχθρὸς ἴδιος, Ῥωμαίων οὐ σχολαζόντων, ἐξήλασε τῆς Ἀσίας. ἐπολέμησε δὲ καὶ αὐτῷ Καίσαρι καθελόντι Πομπήιον, ἐπανιόντι ἀπʼ Αἰγύπτου, περὶ τὸ Σκότιον ὄρος, ἔνθα ὁ πατὴρ αὐτοῦ Ῥωμαίων τῶν ἀμφὶ Τριάριον ἐκεκρατήκει· καὶ ἡττηθεὶς ἔφευγε σὺν χιλίοις ἱππεῦσιν ἐς Σινώπην. Καίσαρος δʼ αὐτὸν ὑπʼ ἀσχολίας οὐ διώξαντος, ἀλλʼ ἐπιπέμψαντος αὐτῷ Δομίτιον, παραδοὺς τὴν Σινώπην Δομιτίῳ ὑπόσπονδος ἀφείθη μετὰ τῶν ἱππέων. καὶ τοὺς ἵππους ἔκτεινε πολλὰ δυσχεραινόντων τῶν ἱππέων, ναυσὶ δʼ ἐπιβὰς ἐς τὸν Πόντον ἔφυγε, καὶ Σκυθῶν τινας καὶ Σαυροματῶν συναγαγὼν Θεοδοσίαν καὶ Παντικάπαιον κατέλαβεν. ἐπιθεμένου δʼ αὖθις αὐτῷ κατὰ τὸ ἔχθος Ἀσάνδρου, οἱ μὲν ἱππεῖς ἀπορίᾳ τε ἵππων καὶ ἀμαθίᾳ πεζομαχίας ἐνικῶντο, αὐτὸς δὲ ὁ Φαρνάκης μόνος ἠγωνίζετο καλῶς, μέχρι κατατρωθεὶς ἀπέθανε, πεντηκοντούτης ὢν καὶ βασιλεύσας Βοσπόρου πεντεκαίδεκα ἔτεσιν.

法尔纳刻斯则围攻法纳戈里亚及博斯普鲁斯周边诸地,直至法纳戈里亚人因饥馑出城决战,他战而胜之;他未予加害,反结为盟友并取人质后退去。不久他又攻取锡诺普,并图谋阿米苏斯,在庞培与恺撒同室操戈之时与领兵统帅卡尔维努斯交锋,直至其私敌阿桑德在罗马人无暇他顾之际将其逐出小亚细亚。及至推翻庞培后自埃及归来的恺撒本人,法尔纳刻斯亦在斯科提翁山附近与之交战,此地正是其父昔日击溃特里阿里乌斯所部罗马军之处;法尔纳刻斯战败,携千名骑兵遁往锡诺普。恺撒因军务繁忙未予亲追,遣多米提乌斯前往讨伐,法尔纳刻斯向多米提乌斯交出锡诺普后,依协议同骑兵一同获释。在骑兵众人的强烈怨愤中,法尔纳刻斯尽屠其坐骑,随后登船逃入波多海,纠集部分斯基泰人与萨乌罗马泰人攻占了费奥多西亚与潘蒂卡派翁。及至阿桑德因宿怨再度进击,骑兵因失马且不谙步战而被击败,唯法尔纳刻斯本人独力奋战,直至身负重创阵亡,享年五十岁,统治博斯普鲁斯十五载。

§17121

ὧδε μὲν δὴ καὶ Φαρνάκης ἐξέπεσε τῆς ἀρχῆς, καὶ αὐτοῦ τὴν βασιλείαν Γάιος μὲν Καῖσαρ ἔδωκε Μιθριδάτῃ τῷ Περγαμηνῷ συμμαχήσαντί οἱ προθύμως ἐν Αἰγύπτῳ· νῦν δʼ εἰσὶν οἰκεῖοι, Πόντου δὲ καὶ Βιθυνίας πέμπεταί τις ἀπὸ τῆς βουλῆς στρατηγὸς ἐτήσιος τὰ δʼ ἑτέροις ὑπὸ τοῦ Πομπηίου δεδομένα ὁ μὲν Γάιος, ἐπιμεμψάμενος τοῖς ἔχουσιν ὅτι Πομπηίῳ καθʼ αὑτοῦ συνεμάχουν, ὅμως ἐφύλαξε, πλὴν τῆς ἐν Κομάνοις ἱερωσύνης, ἣν ἐς Λυκομήδην μετήνεγκεν ἀπὸ Ἀρχελάου· πάντα δὲ οὐ πολὺ ὕστερον, καὶ τάδε καὶ ὅσα Γάιος Καῖσαρ ἢ Μᾶρκος Ἀντώνιος ἔχειν ἑτέροις ἐδεδώκεσαν, ἐς στρατηγίας Ῥωμαίων περιῆλθεν, ἀπὸ τοῦ Σεβαστοῦ Καίσαρος ἑλόντος Αἴγυπτον,2 ὀλίγης ἔτι Ῥωμαίων προφάσεως ἐς ἑκάστους δεομένων. ὅθεν αὐτοῖς τῆς ἡγεμονίας ἐπὶ τῷδε τῷ Μιθριδατείῳ πολέμῳ προελθούσης ἔς τε τὸν Πόντον τὸν Εὔξεινον καὶ ἐπὶ ψάμμον τὴν πρὸ Αἰγύπτου καὶ ἐς ποταμὸν Εὐφράτην ἀπὸ Ἰβήρων τῶν παρὰ στήλαις Ἡρακλείοις, εἰκότως ἥ τε νίκη μεγάλη καὶ ὁ στρατηγήσας Πομπήιος μέγας ἐκλήθη. ἔχουσι δʼ αὐτοῖς καὶ Λιβύην, ὅση μέχρι Κυρήνης (Κυρήνην γὰρ αὐτὴν Ἀπίων βασιλεὺς τοῦ Λαγιδῶν γένους νόθος ἐν διαθήκαις ἀπέλιπεν), Αἴγυπτος ἐς περίοδον τῆς ἐντὸς θαλάσσης ἔτι ἔλειπεν.3

法尔纳刻斯亦便如此丧失其权位,盖乌斯·恺撒则将其王国赐予在埃及竭诚协同作战的帕加马人米特拉达梯;如今这些土地皆为罗马属地,元老院每年向波多与比提尼亚派遣一名裁判官。至于庞培当年分赐他人的封地,盖乌斯虽谴责其领有者曾协助庞培与自己为敌,却仍准其保有,仅科马纳的大祭司职权例外,将其自阿凯拉乌斯转授予吕科墨得斯;然而不久之后,不论此等封地还是盖乌斯·恺撒或马尔库斯·安东尼分赠他人领有之所,自奥古斯都·恺撒攻取埃及以降,尽数收归罗马行省总督管辖,因罗马人对他们各人已只需微小的借口。因此,因由这场米特拉达梯战争,罗马人的霸业拓展至优克辛波多海、埃及边境的荒沙、以及自赫拉克勒斯之柱旁的伊比利亚人直至幼发拉底河,此番胜利之被称为“伟大的胜利”,统帅庞培之被称为“伟人(马格努斯)”,实属理所当然。罗马人当时既已占有远至昔兰尼的利比亚——盖昔兰尼本身系由拉戈斯王室的庶子阿皮翁王遗嘱赠予他们——若要环绕内海(地中海)形成完整闭环,尚仅余埃及一地而已。

语法注3 条
  1. 17119περιπλέοντι

    未带显性代词的与格分词,用作表示观察者或航行者视角的关涉与格(dativus relationis),意为“当人沿岸航行时”。

  2. 17121ἀπὸ τοῦ Σεβαστοῦ Καίσαρος ἑλόντος Αἴγυπτον

    介词 ἀπό 表时间起点(“自奥古斯都·恺撒攻取埃及起”)。名词与分词组合成类似拉丁语 ab urbe condita 结构的表达,指代该事件确立的时段起点。

  3. 17121ἔχουσι δʼ αὐτοῖς καὶ Λιβύην, ὅση μέχρι Κυρήνης [...] Αἴγυπτος ἐς περίοδον τῆς ἐντὸς θαλάσσης ἔτι ἔλειπεν

    分词短语 ἔχουσι δʼ αὐτοῖς 作主句谓语动词 ἔλειπεν 的关涉与格(“对于已占有直达昔兰尼之利比亚的他们而言……尚缺埃及”),中间的 Κυρήνην γὰρ... 为插入性说明从句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg014.humanitext-grc2:17119-17121