- 底本
- Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg014.humanitext-grc2:16112-16113
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段总结了米特拉达梯六世的世系、长达半个多世纪的统治、对罗马的战争历程、兼具强健体魄与希腊教养的性格及其残暴行径;随后叙述其死后庞培以王家礼仪将其安葬于锡诺佩,并承认法尔纳克对博斯普鲁斯的统治权。
καὶ ὁ Μιθριδάτης ἀπέθνησκεν, ἑκκαιδέκατος ὢν ἐκ Δαρείου τοῦ Ὑστάσπου Περσῶν βασιλέως, ὄγδοος δʼ ἀπὸ Μιθριδάτου τοῦ Μακεδόνων ἀποστάντος τε καὶ κτησαμένου τὴν Ποντικὴν ἀρχήν. ἐβίω δʼ ὀκτὼ ἢ ἐννέα ἐπὶ τοῖς ἑξήκοντα ἔτεσι, καὶ τούτων ἑπτὰ καὶ πεντήκοντα ἔτεσιν ἐβασίλευσεν· ἐς γὰρ ὀρφανὸν ὄντα περιῆλθεν ἡ ἀρχή. ἐχειρώσατο δὲ τὰ περίοικα τῶν βαρβάρων, καὶ Σκυθῶν ὑπηγάγετο πολλούς, Ῥωμαίοις τεσσαρακοντούτη πόλεμον ἐγκρατῶς ἐπολέμησεν, ἐν ᾧ Βιθυνίας ἐκράτησε πολλάκις καὶ Καππαδοκίας, Ἀσίαν τε ἐπέδραμε καὶ Φρυγίαν καὶ Παφλαγονίαν καὶ Γαλατίαν καὶ Μακεδόνας, ἔς τε τὴν Ἑλλάδα ἐμβαλὼν πολλὰ καὶ μεγάλα ἔδρασε, καὶ τῆς θαλάσσης ἀπὸ Κιλικίας ἐπὶ τὸν Ἰόνιον ἦρξε, μέχρι Σύλλας αὐτὸν αὖθις ἐς τὴν πατρῴαν ἀρχὴν συνέκλεισεν, ἑκκαίδεκα στρατοῦ μυριάδας ἀποβαλόντα. καὶ τοσῷδε πταίσματι συμπεσὼν ὅμως ἀνεκίνησε τὸν πόλεμον εὐμαρῶς. στρατηγοῖς τε συνενεχθεὶς ἐς μάχας τοῖς ἀρίστοις, Σύλλα μὲν ἡττᾶτο καὶ Λευκόλλου καὶ Πομπηίου, πολλὰ καὶ τῶνδε πλεονεκτήσας πολλάκις, Λεύκιον δὲ Κάσσιον καὶ Ὄππιον Κόιντον καὶ Μάνιον Ἀκύλιον αἰχμαλώτους ἑλὼν περιήγετο, μέχρι τὸν μὲν ἔκτεινεν, αἴτιον τοῦ πολέμου γενόμενον, τοὺς δὲ ἀπέδωκε τῷ Σύλλᾳ. ἐνίκα δὲ καὶ Φιμβρίαν καὶ Μουρήναν καὶ Κότταν ὕπατον καὶ Φάβιον καὶ Τριάριον. τὸ φρόνημα δʼ ἦν ἀεί, κἀν ταῖς συμφοραῖς, μέγας1 καὶ φερέπονος. οὐδεμίαν γέ τοι κατὰ Ῥωμαίων ὁδὸν ἐς ἐπιχείρησιν, οὐδʼ ἡττώμενος, παρέλειπεν, ὃς καὶ Σαυνίταις καὶ Κελτοῖς συνετίθετο, καὶ ἐς Σερτώριον ἔπεμπεν ἐς Ἰβηρίαν. τρωθείς τε τὸ σῶμα πολλάκις ὑπὸ πολεμίων, καὶ ἑτέρων κατʼ ἐπιβουλάς, οὐκ ἀπέστη τινὸς οὐδʼ ὥς, καίπερ ὢν πρεσβύτης. οὐ μὴν οὐδὲ τῶν ἐπιβουλῶν τις αὐτὸν ἔλαθεν, οὐδʼ ἡ τελευταία, ἀλλʼ ἑκὼν ταύτην ὑπεριδὼν ἀπώλετο διʼ αὐτήν· οὕτως ἀχάριστον ἡ πονηρία συγγνώμης τυγχάνουσα. φονικὸς δὲ καὶ ὠμὸς ἐς πάντας ἦν, καὶ τὴν μητέρα ἔκτεινε καὶ τὸν ἀδελφὸν καὶ τῶν παίδων τρεῖς υἱοὺς καὶ τρεῖς θυγατέρας. τὸ σῶμα δʼ ἦν μέγας μέν, ὡς ὑποδεικνύουσιν ὅσα ὅπλα αὐτὸς ἔπεμψεν ἐς Νεμέαν τε καὶ Δελφούς, εὔρωστος δέ, ὡς μέχρι τέλους ἱππεῦσαί τε καὶ ἀκοντίσαι καὶ χίλια στάδια τῆς ἡμέρας, περιμενόντων αὐτὸν ἐκ διαστημάτων ἵππων, δραμεῖν. καὶ ἅρμα ἤλαυνεν ἑκκαίδεκα ἵππων ὁμοῦ. καὶ παιδείας ἐπεμέλετο Ἑλληνικῆς, διὸ καὶ τῶν ἱερῶν ᾔσθετο τῶν Ἑλληνικῶν, καὶ μουσικὴν ἠγάπα. καὶ σώφρων ἐς πολλὰ καὶ φερέπονος ὢν περὶ μόνας ἡττᾶτο τὰς τῶν γυναικῶν ἡδονάς.
米特拉达梯便如此死去;他是波斯王希斯塔斯佩斯之子大流士的第十六代后裔,也是背叛马其顿人并建立本都王国的米特拉达梯的第八代后裔。他活了六十八岁或六十九岁,并在其中统治了五十七年;盖因他在年幼沦为孤儿时便继承了王位。他制服了周边的蛮族,臣服了众多斯基泰人,坚忍卓绝地与罗马人打了四十年的战争;在此期间,他屡次占据比提尼亚与卡帕多西亚,席卷了亚细亚、弗里吉亚、帕夫拉戈尼亚、加拉太与马其顿,进军希腊并建立了许多显赫伟业,且统辖了自基利家至伊奥尼亚海的整片海域,直至苏拉在迫使他损失十六万大军后将其再次封锁在祖传的疆界之内。即便遭受如此惨重的挫折,他依然从容不迫地重燃战火。在与最卓越的统帅交锋时,他虽败于苏拉、卢库鲁斯和庞培,却也常常在许多方面占据上风;他俘获了卢基乌斯·卡西乌斯、昆图斯·奥皮乌斯和马尼乌斯·阿基利乌斯并押解随行,直至将战争的祸首阿基利乌斯处死,将其余二人交还给苏拉。他亦曾战胜芬布里亚、穆雷纳、执政官科塔、法比乌斯与特里阿利乌斯。在气魄上,即便身处逆境,他也始终宏毅沉雄、坚忍负劳。他在受挫之时亦绝不放过任何进攻罗马人的途径,盖因他曾与萨姆奈特人及凯尔特人结盟,并遣使赴伊比利亚联络塞多留。他身上多次被敌人击伤,亦屡遭他人阴谋暗算,即便年事已高,也绝不因此而放弃任何图谋。更没有任何阴谋能避过他的耳目,甚至连最后的谋反亦未能逃过,但他故意将其轻置一旁,终致因其丧命;奸险之徒在获得宽恕之后竟是如此忘恩负义。他对所有人都好杀而残暴,诛戮了自己的母亲与兄弟,并残害了自己子女中的三个儿子和三个女儿。在体格上,正如他亲自赠予涅墨亚和德尔斐的铠甲兵器所昭示的,他身材魁梧,且极为健壮,乃至直到生命尽头仍能骑马、投枪,并能在沿途备有换乘马匹的条件下日行千里(一千斯塔德)。他亦能同时驾驭十六匹马拉的战车。他留心希腊教养,因而熟知希腊的神圣礼仪,且酷爱音乐。他在诸多事情上克己耐劳,唯独在女色的享乐上难以自持。
ὁ μὲν δὴ εὐπάτωρ τε καὶ Διόνυσος ἐπικληθεὶς Μιθριδάτης ὧδε ἐτελεύτα, καὶ Ῥωμαῖοι μαθόντες ἑώρταζον ὡς ἐχθροῦ δυσχεροῦς ἀπηλλαγμένοι· Φαρνάκης δὲ Πομπηίῳ τὸν νέκυν τοῦ πατρὸς ἐς Σινώπην ἐπὶ τριήρους ἔπεμπε, καὶ τοὺς Μάνιον ἑλόντας, ὅμηρά τε πολλὰ ὅσα ἦν Ἑλληνικά τε καὶ βαρβαρικά, δεόμενος ἢ τῆς πατρῴας ἀρχῆς ἢ Βοσπόρου γε βασιλεύειν μόνου, ἥν τινα καὶ Μαχάρης ὁ ἀδελφὸς αὐτοῦ βασιλείαν παρὰ Μιθριδάτου παρειλήφει.2 Πομπήιος δʼ ἐς μὲν τὸ σῶμα τοῦ Μιθριδάτου χορηγίαν ἔδωκε, καὶ θάψαι βασιλείῳ ταφῇ τοῖς θεραπευτῆρσιν αὐτοῦ προσέταξε, καὶ ἐν Σινώπῃ τοῖς βασιλείοις ἐνθέσθαι τάφοις, ἀγάμενος αὐτὸν τῆς μεγαλουργίας ὡς τῶν καθʼ αὑτὸν βασιλέων ἄριστον· Φαρνάκην δὲ ἀπαλλάξαντα πόνου πολλοῦ τὴν Ἰταλίαν φίλον καὶ σύμμαχον Ῥωμαίοις ἐποιήσατο, καὶ βασιλεύειν ἔδωκεν αὐτῷ Βοσπόρου, χωρὶς Φαναγορέων, οὓς ἐλευθέρους καὶ αὐτονόμους ἀφῆκεν, ὅτι πρῶτοι μάλιστα οἵδε ἀναρρωννυμένῳ τῷ Μιθριδάτῃ, καὶ ναῦς καὶ στρατὸν ἄλλον καὶ ὁρμητήρια ἔχοντι, ἐπεχείρησαν,3 ἡγεμόνες τε τοῖς ἄλλοις ἀποστάσεως ἐγένοντο, καὶ Μιθριδάτῃ καταλύσεως αἴτιοι.
被称为“欧帕托尔”与“狄奥尼索斯”的米特拉达梯遂以此种结局告终,罗马人得讯后举行欢庆,如同摆脱了一位凶险的大敌;法尔纳克则用三列桨战船将父亲的遗体运往锡诺佩送交庞培,并附送了抓获马尼乌斯之人以及众多希腊和蛮族人质,祈求准其承袭父业,或至少单独统辖博斯普鲁斯——这正是其兄长马哈雷斯此前曾从米特拉达梯手中获得的王国。庞培为米特拉达梯的遗体拨付了丧葬之资,吩咐其侍从以王家规制予以安葬,并将其安置在锡诺佩的王家陵寝中,赞赏其雄图大略,视其为当代君王中最杰出之人;而对解除了意大利巨大劳患的法尔纳克,庞培则将其立为罗马人的朋友与盟友,并将博斯普鲁斯赐予他统辖,唯独除开法纳戈里亚人——庞培任其享有自由与自治,盖因当米特拉达梯恢复元气、坐拥战船、别支军队与据点之时,恰恰是他们最先发难,成为其余众人叛变的先导,亦是米特拉达梯灭亡的主因。
- 16112τὸ φρόνημα δʼ ἦν ἀεί, κἀν ταῖς συμφοραῖς, μέγας
中性名词 τὸ φρόνημα 在此作限制宾格(“在气魄/精神上”),而谓语形容词 μέγας(阳性主格单数)则与承前省略的主语米特拉达梯在性数上保持一致。若误将位于句首的 τὸ φρόνημα 视为主语,则谓词应为中性形式 μέγα。
- 16113ἥν τινα καὶ Μαχάρης ὁ ἀδελφὸς αὐτοῦ βασιλείαν παρὰ Μιθριδάτου παρειλήφει
此句属于先行词内移结构(incorporation of the antecedent),名词 βασιλείαν 被吸收入关系从句并置于关系词 ἥν τινα 之后。其在句意上指代前文的“单独统领博斯普鲁斯”(Βοσπόρου ... βασιλεύειν μόνου)。
- 16113ὅτι πρῶτοι μάλιστα οἵδε ἀναρρωννυμένῳ τῷ Μιθριδάτῃ, καὶ ναῦς καὶ στρατὸν ἄλλον καὶ ὁρμητήρια ἔχοντι, ἐπεχείρησαν
动词 ἐπεχείρησαν 要求与格补足语(意为“袭击/发难”),在此支配分词短语 ἀναρρωννυμένῳ τῷ Μιθριδάτῃ... ἔχοντι(“袭击正在恢复元气、且坐拥……的米特拉达梯”)。主语后的 πρῶτοι μάλιστα 作表语性修饰,意为“恰恰最先”。
