- 底本
- Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg014.humanitext-grc2:16110-16111
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
米特拉达梯之继承人法尔纳克煽动士卒兵变,将老王逼入绝境。逃脱无望的米特拉达梯服毒自尽,却因身体具有抗药性而未能毙命,遂命凯尔特将领比托伊托斯将自己斩杀。
ὧδε δʼ ἐχόντων ἁπάντων, Φαρνάκης ὁ τῶν παίδων αὐτῷ τιμιώτατός τε καὶ πολλάκις ὑπʼ αὐτοῦ τῆς ἀρχῆς ἀποδεδειγμένος ἔσεσθαι διάδοχος, εἴτε δείσας περὶ τοῦδε τοῦ στόλου καὶ τῆς ἀρχῆς, ὡς νῦν μὲν ἔτι συγγνωσομένων τι Ῥωμαίων, ἀπολουμένης δὲ πάμπαν ὁλοκλήρως εἰ ἐπὶ τὴν Ἰταλίαν ὁ πατὴρ στρατεύσειεν,1 εἴθʼ ἑτέραις αἰτίαις καὶ λογισμῶν ἐπιθυμίαις, ἐπεβούλευε τῷ πατρί. ληφθέντων δὲ τῶν συνεγνωκότων αὐτῷ καὶ ἐς βασάνους ἀγομένων, Μηνοφάνης μετέπεισε τὸν Μιθριδάτην ὡς οὐ δέον, ἀποπλέοντα ἤδη, τὸν ἔτι οἱ τιμιώτατον υἱὸν ἀνελεῖν·2 εἶναι δʼ ἔφη τὰς τοιαύτας τροπὰς ἔργα πολέμων, ὧν παυσαμένων καὶ τάδε καθίστασθαι. ὁ μὲν δὴ πεισθεὶς προὔτεινε τῷ παιδὶ συγγνώμην. ὁ δὲ δείσας τι μήνιμα καὶ τὸν στρατὸν εἰδὼς κατοκνοῦντα τὴν στρατείαν, νυκτὸς ἐς πρώτους τοὺς Ῥωμαίων αὐτομόλους, ἀγχοτάτω τοῦ Μιθριδάτου στρατοπεδεύοντας, ἐσῆλθε, καὶ τὸν κίνδυνον αὐτοῖς ἰοῦσιν ἐπὶ τὴν Ἰταλίαν, ὅσος εἴη, σαφῶς εἰδόσιν ὑπερεπαίρων, πολλὰ δὲ μένουσιν ἐπελπίσας ἔσεσθαι παρʼ ἑαυτοῦ, προήγαγεν ἐς ἀπόστασιν ἀπὸ τοῦ πατρός. ὡς δʼ ἐπείσθησαν οἵδε, τῆς αὐτῆς νυκτὸς ἐς τὰ ἐγγὺς ἄλλα στρατόπεδα ἔπεμπεν ὁ Φαρνάκης. συνθεμένων δὲ κἀκείνων, πρῶτοι μὲν ἅμα ἕῳ ἠλάλαξαν οἱ αὐτόμολοι, ἐπὶ δʼ ἐκείνοις οἱ ἀεὶ πλησίον τὴν βοὴν μετελάμβανον. καὶ τὸ ναυτικὸν αὐτοῖς ἐπήχησεν, οὐ προειδότες μὲν ἅπαντες ἴσως, ὀξύρροποι δʼ ὄντες ἐς μεταβολὰς καὶ τὸ δυστυχοῦν ὑπερορῶντες, ἐν δὲ τῷ καινῷ τὸ εὔελπι ἀεὶ τιθέμενοι. οἱ δὲ καὶ ἀγνοίᾳ τῶν συνεγνωκότων, ἡγούμενοι πάντας διεφθάρθαι καὶ μόνοι ἔτι ὄντες ἔσεσθαι τοῖς πλείοσιν εὐκαταφρόνητοι, φόβῳ καὶ ἀνάγκῃ μᾶλλον ἢ ἑκουσίῳ γνώμῃ συνεπήχουν. Μιθριδάτης δʼ ἐγρόμενος ὑπὸ τῆς βοῆς ἔπεμπέ τινας ἐρησομένους ὅ τι χρῄζοιεν οἱ βοῶντες. οἱ δʼ οὐκ ἐγκαλυψάμενοι, τὸν υἱόν, ἔφασαν, βασιλεύειν,3 νέον ἀντὶ γέροντος εὐνούχοις τε ἐκδεδομένου καὶ κτείναντος ἤδη πολλοὺς υἱέας τε καὶ ἡγεμόνας καὶ φίλους.
一切局势既已至此,在米特拉达梯诸子中最受宠遇、且屡次被立为王位继承人的法尔纳克,或是畏惧此番远征与王位的前途,认为此刻罗马人尚可能予以某种宽赦,而若其父进军意大利则将彻底荡然无存,或是出于其他缘由与算计的野心,谋反其父。同谋者被捕并押赴刑讯之际,梅诺法涅斯劝说米特拉达梯,言其正当扬帆启航之时,处死自己仍最器重的儿子实非所宜;他又称此类反复无常本是战争常态,战事一息,局势亦当平定。米特拉达梯遂被说服,向其子施以宽恕。但法尔纳克畏惧其父怀恨在心,又知军队畏惧远征,遂于夜间首先潜入距米特拉达梯驻地最近的罗马逃兵营中;对这些本就深知进军意大利艰险之人,他极力夸大前途之凶险,并许诺若其留驻必从他此处获得厚赏,以此诱使他们背叛其父。待这批人被说服,法尔纳克又在同一夜派遣使者前往临近的其他各军营。待众人皆达成一致,破晓时分逃兵们率先发出呐喊,紧邻之部众亦相继应和喧嚣。舰队亦随之同声鼓噪,倒非所有人均预先知情,只因士卒素性喜新厌旧、轻贱失势之人,且向来将希望寄托于新局。亦有其他人因不知同谋者究竟几何,自以为所有人皆已背叛,若唯独自己孤立,必被多数人轻视欺凌,遂出于恐惧与无奈、而非本心自愿随同呼喊。米特拉达梯被喧声惊醒,遣人前去询问呼喊者有何所求。他们毫不掩饰地答道:“当由儿子为王!当立青年,而非任由宦官摆布、且已诛杀诸多儿子、将领与亲信的老朽之徒。”
ὧν ὁ Μιθριδάτης πυθόμενος, ἐξῄει διαλεξόμενος αὐτοῖς. καί τι πλῆθος ἐκ φρουρίου τοῖς αὐτομόλοις συνέτρεχεν. οἱ δʼ οὐκ ἔφασαν αὐτοὺς προσήσεσθαι πρίν τι ἀνήκεστον ἐς πίστιν ἐργάσασθαι,4 δεικνύντες ὁμοῦ τὸν Μιθριδάτην. οἱ μὲν δὴ τὸν ἵππον ἔφθασαν αὐτοῦ κτεῖναι φυγόντος, καὶ τὸν Φαρνάκην ὡς ἤδη κρατοῦντες ἀνεῖπον βασιλέα· καὶ βύβλον τις πλατεῖαν φέρων ἐξ ἱεροῦ ἐστεφάνωσεν αὐτὸν ἀντὶ διαδήματος. ἅπερ ἄνωθεν ἐκ περιπάτου θεώμενος ἔπεμπεν ἐς τὸν Φαρνάκην ἄλλον ἐπʼ ἄλλῳ, φυγὴν αἰτῶν ἀσφαλῆ. οὐδενὸς δὲ τῶν πεμπομένων ἐπανιόντος, δείσας μὴ Ῥωμαίοις ἐκδοθείη, τοὺς μὲν σωματοφύλακας αὑτοῦ καὶ φίλους ἔτι παραμένοντας ἐπαινέσας ἔπεμψεν ἐς τὸν νέον βασιλέα, καὶ αὐτῶν τινας προσιόντας ἔκτεινεν ἡ στρατιὰ παραλόγως, αὐτὸς δὲ παραλύσας ὃ περὶ τῷ ξίφει φάρμακον ἀεὶ περιέκειτο ἐκίρνη. δύο δʼ αὐτῷ θυγατέρες ἔτι κόραι συντρεφόμεναι, Μιθριδᾶτίς τε καὶ Νύσσα, τοῖς Αἰγύπτου καὶ Κύπρου βασιλεῦσιν ἠγγυημέναι, προλαβεῖν τοῦ φαρμάκου παρεκάλουν, καὶ σφόδρα εἴχοντο, καὶ πίνοντα κατεκώλυον ἕως ἔπιον λαβοῦσαι. καὶ τῶν μὲν αὐτίκα τὸ φάρμακον ἥπτετο, τοῦ δὲ Μιθριδάτου, καίτοι συντόνως ἐξεπίτηδες βαδίζοντος, οὐκ ἐφικνεῖτο διʼ ἔθος καὶ συντροφίαν ἑτέρων φαρμάκων, οἷς ἐς ἄμυναν δηλητηρίων ἐχρῆτο συνεχῶς· καὶ νῦν ἔτι φάρμακα Μιθριδάτεια λέγεται. Βίτοιτον οὖν τινὰ ἰδών, ἡγεμόνα Κελτῶν, πολλὰ μὲν ἐκ τῆς σῆς, ἔφη, δεξιᾶς ἐς πολεμίους ὠνάμην, ὀνήσομαι δὲ μέγιστον εἰ νῦν με κατεργάσαιο, κινδυνεύοντα ἐς πομπὴν ἀπαχθῆναι θριάμβου τὸν μέχρι πολλοῦ τοσῆσδε ἀρχῆς αὐτοκράτορα καὶ βασιλέα, ἀδυνατοῦντα ἐκ φαρμάκων5 ἀποθανεῖν διʼ εὐήθη προφυλακὴν ἑτέρων φαρμάκων· τὸ γὰρ δὴ χαλεπώτατον καὶ σύνοικον ἀεὶ βασιλεῦσι φάρμακον, ἀπιστίαν στρατοῦ καὶ παίδων καὶ φίλων, οὐ προειδόμην ὁ τὰ ἐπὶ τῇ διαίτῃ πάντα προϊδὼν καὶ φυλαξάμενος. ὁ μὲν δὴ Βίτοιτος ἐπικλασθεὶς ἐπεκούρησε χρῄζοντι τῷ βασιλεῖ,
米特拉达梯得讯,出城欲与他们交涉。此时城寨中亦有一群民众奔向逃兵。逃兵们却指向米特拉达梯,声称在他们做出无法挽回之举以示忠诚之前,绝不接纳他们。于是众人先下手在他逃跑时斩杀其坐骑,并仿佛已成胜局般拥立法尔纳克为王;有人自神庙取来宽展的纸草,以此代王冠加于其首。米特拉达梯自城垣走道上俯瞰此景,接二连三遣使前往法尔纳克处,祈求准其安全出逃。但所遣使者无一折返,他因畏惧被引渡予罗马人,遂嘉许尚留身旁的卫士与亲信,将他们遣往新王处;军队却毫无道理地杀害了其中数名前来之人。米特拉达梯遂解下常佩于佩剑周围的毒药并将其调和。尚在膝下抚养的两位未出阁的女儿——已许配给埃及与塞浦路斯国王的米特拉达蒂斯与尼萨——恳求先饮毒药,死死扯住他,阻止他饮用,直至她们接过毒药饮下。毒性即刻在少女身上发作;然而对米特拉达梯,纵使他特意疾步走动,毒药亦未奏效,盖因他为防御毒害而长年持续服用其他药物,身体早已习以为常;至今这些药方仍被称为“米特拉达梯解毒剂”。见一名凯尔特人领袖比托伊托斯在此,他遂言道:“你的右手曾为我对敌建立诸多功勋,若你此刻将我了结,则将施我以最大恩德;我长久以来为如此庞大帝国的专制君王,如今却面临被押解参加凯旋式的危险,反因对其他毒物的愚蠢预防而无法服毒自尽;盖因对国王而言最凶险、亦常伴身侧之毒药——即军队、子女与亲友之不忠——我这料定并防范了一切饮食毒害之人,却未曾预见。”比托伊托斯为之动容,遂成全了这位祈求受死的国王,
- 16110ὡς νῦν μὲν ἔτι συγγνωσομένων τι Ῥωμαίων, ἀπολουμένης δὲ πάμπαν ὁλοκλήρως εἰ ἐπὶ τὴν Ἰταλίαν ὁ πατὴρ στρατεύσειεν
由 ὡς 引导的属格独立结构(συγγνωσομένων ... Ῥωμαίων 以及 ἀπολουμένης [补 τῆς ἀρχῆς]),用以表达主句主语法尔纳克的主观动机与盘算。后半句包含间接引语中的条件从句(εἰ + 祈愿语气动词 στρατεύσειεν),表示“设若其父进军意大利,王国必当覆灭”的推断。
- 16110οὐ δέον, ἀποπλέοντα ἤδη, τὸν ἔτι οἱ τιμιώτατον υἱὸν ἀνελεῖν
οὐ δέον 为非人称动词 δεῖ 的分词宾格独立结构(意为“本不应当 / 并非适宜”)。现在分词 ἀποπλέοντα 呈宾格,与不定式 ἀνελεῖν 的逻辑主语米特拉达梯保持一致,意即“正当他扬帆启航之际,处死其子实非所宜”。
- 16110τὸν υἱόν, ἔφασαν, βασιλεύειν
该宾格加不定式结构承接前文的间接问句 ὅ τι χρῄζοιεν(他们有何所求),并由插入的 ἔφασαν 统摄,具有祈使或意愿色彩,表达士卒的诉求:“[我们要求]由儿子为王”。
- 16111οὐκ ἔφασαν αὐτοὺς προσήσεσθαι πρίν τι ἀνήκεστον ἐς πίστιν ἐργάσασθαι
οὐκ ἔφασαν 意为“表示不…… / 拒绝”。动词 προσήσεσθαι 为 προσίημι 的将来时中动不定式,意为“接纳 / 许其归附”。接在否定主句后的 πρίν + 不定式(ἐργάσασθαι)结构表示“直到他们做出……之前绝不接纳”。
- 16111κινδυνεύοντα ἐς πομπὴν ἀπαχθῆναι θριάμβου τὸν μέχρι πολλοῦ τοσῆσδε ἀρχῆς αὐτοκράτορα καὶ βασιλέα, ἀδυνατοῦντα ἐκ φαρμάκων ἀποθανεῖν διʼ εὐήθη προφυλακὴν ἑτέρων φαρμάκων
此句包含与条件从句宾语 με 保持一致的一连串宾格分词短语(κινδυνεύοντα ... ἀδυνατοῦντα ...),中间插入了同位语名词短语 τὸν ... αὐτοκράτορα καὶ βασιλέα。语序的倒装与大幅离隔突显了米特拉达梯从昔日霸主跌入绝境的讽刺性悲剧命运。
