- 底本
- Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg014.humanitext-grc2:16108-16109
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
米特拉达梯病愈后重整旗鼓企图控制海峡,但潘那戈里亚的叛乱引发多处要塞倒戈,遣往斯基泰联姻求援的使团亦遭护卫背叛。陷于绝境的米特拉达梯仍策划借道凯尔特人直攻意大利本土,士兵们虽畏惧其规模之庞大,却为国王的余威所慑而隐忍遵从。
ὡς δʼ ἔληγε τὸ πάθος, καὶ ὁ στρατὸς αὐτῷ ἀγήγερτο ἤδη, ἐπίλεκτοι μὲν ἑξήκοντα σπεῖραι, ἀνὰ ἑξακοσίους ἄνδρας, πολὺς δὲ καὶ ἄλλος ὅμιλος καὶ νῆες, καὶ χωρία ὅσα οἱ στρατηγοὶ παρὰ τὴν νόσον ᾑρήκεσαν, ἐπέρα τοῦ στρατοῦ μέρος ἐς Φαναγόρειαν, ἕτερον ἐμπόριον ἐπὶ τοῦ στόματος, ὡς ἑκατέρωθεν ἕξων τὰς ἐσβολάς, ἔτι Πομπηίου περὶ Συρίαν ὄντος. Κάστωρ δὲ Φαναγορεὺς ᾐκισμένος ποτὲ ὑπὸ Τρύφωνος εὐνούχου βασιλικοῦ, τὸν Τρύφωνα ἐσιόντα κτείνει προσπεσών, καὶ τὸ πλῆθος ἐς ἐλευθερίαν συνεκάλει. οἱ δέ, καίπερ ἤδη τῆς ἀκροπόλεως ἐχομένης ὑπὸ Ἀρταφέρνους τε καὶ ἑτέρων υἱέων τοῦ Μιθριδάτου, ξύλα περιθέντες τὴν ἄκραν ἐνεπίμπρασαν, ἕως ὁ μὲν Ἀρταφέρνης καὶ Δαρεῖος καὶ Ξέρξης καὶ Ὀξάθρης καὶ Εὐπάτρα, παῖδες τοῦ Μιθριδάτου, δείσαντες ἐπὶ τῷ πυρὶ παρέδοσαν ἑαυτοὺς ἄγεσθαι. καὶ ἦν αὐτῶν Ἀρταφέρνης ἀμφὶ τεσσαράκοντα ἔτη μόνος, οἱ δὲ λοιποὶ παῖδες εὔμορφοι. Κλεοπάτρα δὲ ἀντεῖχεν, ἑτέρα παῖς τοῦ Μιθριδάτου· καὶ αὐτὴν ὁ πατὴρ ἀγάμενος τῆς εὐψυχίας, δίκροτα πολλὰ ἐπιπέμψας ἐξήρπασεν. ὅσα δὲ ἐγγὺς ἦν φρούρια, ἀρτίληπτα τῷ Μιθριδάτῃ γενόμενα, πρὸς τὴν θερμουργίαν τῶν Φαναγορέων ἀφίστατο τοῦ Μιθριδάτου, Χερρόνησός τε καὶ Θεοδοσία καὶ Νύμφαιον, καὶ ὅσα ἄλλα περὶ τὸν Πόντον ἐστὶν εὔκαιρα ἐς πόλεμον. ὁ δὲ τὰς ἀποστάσεις ὁρῶν πυκνάς, καὶ τὸν στρατὸν ἐν ὑποψίᾳ ἔχων μὴ οὐ βέβαιος ᾖ1 διὰ τὴν ἀνάγκην τῆς στρατείας καὶ διʼ ἐσφορῶν βαρύτητα καὶ τὴν ἀεὶ τοῖς στρατοῖς ἐς ἡγεμόνας ἀτυχοῦντας ἀπιστίαν, ἔπεμπεν ἐς τοὺς Σκύθας διʼ εὐνούχων τοῖς δυνάσταις τὰς θυγατέρας ἐς γάμους, αἰτῶν στρατιὰν κατὰ τάχος ἤδη οἱ παρεῖναι. πεντακόσιοι δʼ αὐτὰς ἀπὸ τοῦ στρατοῦ παρέπεμπον ἄνδρες· οἳ Μιθριδάτου βραχὺ διασχόντες ἔκτεινάν τε τοὺς ἄγοντας εὐνούχους, ἀεὶ πρὸς εὐνούχους κρατοῦντας τοῦ Μιθριδάτου πεπολεμωμένοι, καὶ τὰς κόρας ἐς τὸν Πομπήιον ἀπήγαγον.
当病痛消退,军队亦已集结完毕——计有每队六百人的精选步兵队六十队,以及大量其他随行人群、舰船,和其将领在他患病期间所攻占的全部据点——米特拉达梯趁庞培尚在叙利亚之际,将一部分军队渡送至海峡另一商埠潘那戈里亚,以便从两侧扼守进军通道。然而,曾遭王室宦官特里丰虐待的潘那戈里亚人卡斯托尔,乘特里丰入城时突袭将其杀死,并号召民众争取自由。尽管卫城已由阿尔塔费尔内斯及米特拉达梯的其他儿子据守,民众仍在堡垒周围堆积木材纵火焚烧,直到米特拉达梯的子女阿尔塔费尔内斯、大流士、薛西斯、奥克萨特雷斯和欧帕特拉因惧怕烈火而投降就擒。他们之中仅阿尔塔费尔内斯年约四十,其余皆为俊美的幼子幼女。但米特拉达梯的另一位女儿克利奥帕特拉坚持抵抗;其父赞赏她的胆识,派遣多艘双层桨座战船将她救出。而附近凡米特拉达梯新近攻占的要塞,如刻松尼苏斯、狄奥多西亚、宁菲翁,以及黑海沿岸其他一切具有战略价值的据点,见潘那戈里亚人奋起发难,亦相继背叛米特拉达梯。目睹叛乱纷起,又因强制征兵、沉重赋税以及军队对失势统帅惯有的不信任,疑心军队不忠,米特拉达梯遂命宦官护送诸女前去与斯基泰诸酋长联姻,请求火速遣军相助。军中拨出五百名士卒护送她们;然而这些士卒稍离米特拉达梯,便因素来仇视操弄米特拉达梯权柄的宦官,遂杀死领路的宦官,将少女们劫往庞培处。
ὁ δὲ καὶ τέκνων τοσῶνδε καὶ φρουρίων καὶ τῆς ἀρχῆς ὅλης ἀφῃρημένος, καὶ ἐς οὐδὲν ἀξιόμαχος ἔτι ὤν, οὐδὲ τῆς Σκυθῶν συμμαχίας ἡγούμενος ἂν τυχεῖν, ὅμως οὐδὲν οὐδὲ τότε ἢ ταπεινὸν ἢ συμφορῶν ἄξιον ἐνεθυμεῖτο, ἀλλʼ ἐς Κελτούς, ἐκ πολλοῦ φίλους ἐπὶ τῷδέ οἱ γεγονότας, ἐπενόει διελθὼν ἐς τὴν Ἰταλίαν σὺν ἐκείνοις ἐμβαλεῖν, ἐλπίζων οἱ πολλὰ καὶ τῆς Ἰταλίας αὐτῆς ἔχθει Ῥωμαίων προσέσεσθαι, πυνθανόμενος ὧδε καὶ Ἀννίβαν πρᾶξαι πολεμούμενον ἐν Ἰβηρίᾳ, καὶ ἐπιφοβώτατον ἐκ τοῦδε Ῥωμαίοις γενέσθαι. ᾔδει δὲ καὶ ἔναγχος τὴν Ἰταλίαν σχεδὸν ἅπασαν ἀπὸ Ῥωμαίων ἀποστᾶσαν ὑπὸ ἔχθους, καὶ ἐπὶ πλεῖστον αὐτοῖς πεπολεμηκυῖαν, Σπαρτάκῳ τε μονομάχῳ συστᾶσαν ἐπʼ αὐτούς, ἀνδρὶ ἐπʼ οὐδεμιᾶς ἀξιώσεως ὄντι. ταῦτα ἐνθυμούμενος ἐς Κελτοὺς ἠπείγετο. τοῦ δὲ τολμήματος ἂν αὐτῷ λαμπροτάτου γενομένου,2 ὁ στρατὸς ὤκνει διʼ αὐτὸ μάλιστα τῆς τόλμης τὸ μέγεθος, ἐπί τε χρόνιον στρατείαν καὶ ἐς ἀλλοτρίαν γῆν ἀγόμενοι, καὶ ἐπὶ ἄνδρας ὧν οὐδʼ ἐν τῇ σφετέρᾳ κρατοῦσιν. αὐτόν τε τὸν Μιθριδάτην ἡγούμενοι, πάντων ἀπογιγνώσκοντα, βούλεσθαί τι δρῶντα καὶ βασιλιζόμενον μᾶλλον ἢ διʼ ἀργίας ἀποθανεῖν, ὅμως ἐνεκαρτέρουν καὶ ἡσύχαζον· οὐ γάρ τοι σμικρὸς οὐδʼ εὐκαταφρόνητος ἦν ὁ βασιλεὺς οὐδʼ ἐν ταῖς συμφοραῖς.
米特拉达梯虽被剥夺了如此多的子女、要塞及整个王国,且不再具有交战能力,亦自知无法指望斯基泰人的盟援,却在那时仍未怀有任何卑下或屈从于厄运之念,反而策划穿越早因此目的而结好的凯尔特人领地,与他们一同杀入意大利;他期望意大利本土亦有许多人会因仇恨罗马人而倒向自己,因他获悉汉尼拔在伊比利亚遭到攻打时亦采取此策,并由此成为罗马人最大的威胁。他还知晓,不久前几乎整个意大利都因怨恨而背叛罗马人,与其进行了漫长的战争,甚至依附于毫无名望的角斗士斯巴达克斯来反抗罗马。思及于此,他急切地欲奔赴凯尔特人处。此一冒险之举虽对他而言本该极为辉煌,但士兵们因这冒险规模实在过于宏大而裹足不前,畏惧被带往异乡进行旷日持久的远征,去对抗那些他们在自己国土上都无法战胜的人。他们认定米特拉达梯自知大势已去,宁愿有所作为、以王者之姿死去,也不愿在怠惰中灭亡;即便如此,他们仍旧隐忍并保持顺从,因为这位国王纵在罹难之中,也绝非微不足道或可被轻视之辈。
- 16108μὴ οὐ βέβαιος ᾖ
由表示疑虑的短语 τὸν στρατὸν ἐν ὑποψίᾳ ἔχων 引出的从属分句,属于顾虑动词后的 μὴ οὐ 加虚拟语气结构,表示对否定事态发生的担忧,即“疑心/担心军队不够忠诚可靠”。
- 16109τοῦ δὲ τολμήματος ἂν αὐτῷ λαμπροτάτου γενομένου
带有虚词 ἄν 的属格独立结构,相当于条件句的结论从句(直陈式过去时或祈愿式带 ἄν),具有非现实假想(反事实)色彩,意为“此项壮举对他而言本可极其辉煌(然而军队却畏缩不前)”。
