- 底本
- Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg014.humanitext-grc2:16106-16107
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
庞培越过金牛座山脉平定周边诸族,将叙利亚全境纳入罗马统辖,并向帕提亚与提格兰的争端派遣了调解人。与此同时,绕行黑海抵达潘提卡派昂的米特拉达梯处死其子希法雷斯以报复其母的叛降,断拒庞培命其亲身受降的要求,虽罹患严重面疾仍厉兵秣马准备再战。
ὁ δὲ Πομπήιος καὶ τὸν Ταῦρον ὑπερελθὼν ἐπολέμησε μὲν Ἀντιόχῳ τῷ Κομμαγηνῷ, ἕως ἐς φιλίαν ὁ Ἀντίοχος αὐτῷ συνῆλθεν, ἐπολέμησε δὲ καὶ Δαρείῳ τῷ Μήδῳ, μέχρι ἔφυγεν, εἴτε Ἀντιόχῳ συμμαχῶν εἴτε Τιγράνῃ πρότερον. ἐπολέμησε δὲ καὶ Ἄραψι τοῖς Ναβαταίοις, Ἀρέτα βασιλεύοντος αὐτῶν, καὶ Ἰουδαίοις, Ἀριστοβούλου τοῦ βασιλέως ἀποστάντος, ἕως εἷλεν Ἱεροσόλυμα τὴν ἁγιωτάτην αὐτοῖς πόλιν. καὶ Κιλικίας δὲ ὅσα οὔπω Ῥωμαίοις ὑπήκουε, καὶ τὴν ἄλλην Συρίαν, ὅση τε περὶ Εὐφράτην ἐστὶ καὶ κοίλη καὶ Φοινίκη καὶ Παλαιστίνη λέγεται, καὶ τὴν Ἰδουμαίων καὶ Ἰτουραίων, καὶ ὅσα ἄλλα ὀνόματα Συρίας, ἐπιὼν ἀμαχὶ Ῥωμαίοις καθίστατο, ἔγκλημα μὲν οὐδὲν ἔχων ἐς Ἀντίοχον τὸν εὐσεβοῦς,1 παρόντα καὶ δεόμενον ὑπὲρ ἀρχῆς πατρῴας, ἡγούμενος δέ, Τιγράνη τὸν κρατήσαντα τοῦ Ἀντιόχου τῆς γῆς ἀπελάσας, Ῥωμαίοις αὐτὴν κατὰ τόδε προσκεκτῆσθαι.2 ταῦτα δʼ αὐτῷ διοικουμένῳ πρέσβεις ἀφίκοντο Φραάτου καὶ Τιγράνους ἐς πόλεμον ἀλλήλοις συμπεσόντων, οἱ μὲν Τιγράνους ὡς φίλῳ συμμαχεῖν τὸν Πομπήιον ἀξιοῦντες, οἱ δὲ τοῦ Παρθυαίου φιλίαν αὐτῷ πρὸς Ῥωμαίους τιθέμενοι. καὶ ὁ Πομπήιος οὐκ ἀξιῶν Παρθυαίοις πολεμεῖν ἄνευ Ῥωμαίων ψηφίσματος, ἔπεμψεν ἀμφοτέροις διαλλακτάς.
庞培越过托罗斯山脉,亦与科马基尼的安条克交战,直至安条克与他和解结好;他又与米底的达流士交战直至其逃遁,无论达流士是因与安条克结盟还是此前曾与提格兰结盟。他还进军讨伐阿雷塔斯统治下的纳巴泰阿拉伯人,以及在国王阿里斯托布鲁斯叛乱后的犹太人,直至攻克了他们最神圣的城市耶路撒冷。此外,他不费一兵一卒,径直将基利家尚未臣服于罗马的部分,以及其余整个叙利亚——凡幼发拉底河沿岸、被称为叙利亚谷地、腓尼基、巴勒斯坦的区域,以及以东人和伊图里亚人的土地,并所有冠以叙利亚之名的地方——悉数置于罗马统治之下。他对前来恳求恢复父祖王国的虔诚者之子安条克并无怨嫌,但他认为,既然自己驱逐了从安条克手中夺取土地的提格兰,罗马便依此理拥有了该领土。正当他处置这些事务时,陷入交战的弗拉阿特斯与提格兰派遣使节前来:提格兰的使节恳请庞培作为盟友出兵相助,而帕提亚王的使节则谋求与罗马人建立友好关系。庞培认为未经罗马人决议不宜对帕提亚开战,便向双方派出了调解人。
καὶ ὁ μὲν ἀμφὶ ταῦτα ἦν, Μιθριδάτῃ δὲ ἡ περίοδος ἤνυστο τοῦ Πόντου· καὶ Παντικάπαιον, ἐμπόριον Εὐρωπαίων ἐπὶ τῆς ἐκβολῆς τοῦ Πόντου καταλαβὼν κτείνει τῶν υἱέων Ξιφάρην ἐπὶ τοῦ πόρου διὰ μητρὸς ἁμάρτημα τοιόνδε. φρούριον ἦν τι Μιθριδάτῃ, ἔνθα λανθάνοντες ὑπόγειοι θησαυροὶ πολλῶν σιδηροδέτων χαλκέων πολλὰ χρήματα ἔκρυπτον. Στρατονίκη δέ, μία τῶν Μιθριδάτου παλλακῶν ἢ γυναικῶν, ἣ τοῦδε τοῦ φρουρίου τὴν ἐπιστήμην καὶ φυλακὴν ἐπετέτραπτο, περιιόντος ἔτι τὸν Πόντον τοῦ Μιθριδάτου τὸ φρούριον ἐνεχείρισε τῷ Πομπηίῳ καὶ τοὺς θησαυροὺς ἀγνοουμένους ἐμήνυσεν, ἐπὶ συνθήκῃ μόνῃ τῇδε, ὅτι οἱ τὸν υἱὸν Ξιφάρην ὁ Πομπήιος, εἰ λάβοι, περισώσει. καὶ ὁ μὲν τοῖς χρήμασιν ἐπιτυχὼν ὑπέσχητο αὐτῇ τὸν Ξιφάρην καὶ ἐδεδώκει φέρεσθαι καὶ τὰ ἴδια· αἰσθόμενος δὲ τῶν γεγονότων ὁ Μιθριδάτης κτείνει τὸν Ξιφάρην ἐπὶ τοῦ πόρου, ἐφορώσης τῆς μητρὸς πέραθεν, καὶ ἐξέρριψεν ἄταφον. καὶ ὁ μὲν υἱοῦ κατεφρόνησεν ἐς ἀνίαν τῆς ἁμαρτούσης, καὶ πρέσβεις ἐς τὸν Πομπήιον, ἔτι περὶ Συρίαν ὄντα καὶ οὐκ αἰσθανόμενον αὐτοῦ παρόντος, ἔπεμπεν, οἳ τῆς πατρῴας ἀρχῆς αὐτὸν Ῥωμαίοις τελέσειν φόρους ὑπισχνοῦντο· Πομπηίου δʼ αὐτὸν ἐλθόντα δεῖσθαι τὸν Μιθριδάτην κελεύοντος, καθὰ καὶ Τιγράνης ἀφίκετο, τοῦτο μὲν οὐκ ἔφη ποτὲ ὑποστήσεσθαι, Μιθριδάτης γε ὤν,3 πέμψειν δὲ τῶν παίδων τινὰς καὶ φίλους. ἅμα δὲ ταῦτʼ ἔλεγε, καὶ στρατιὰν ἀθρόως κατέλεγεν ἐλευθέρων τε καὶ δούλων, ὅπλα τε πολλὰ καὶ βέλη καὶ μηχανὰς ἐπήγνυ, φειδόμενος οὔτε τινὸς ὕλης οὔτε βοῶν ἀροτήρων ἐς τὰ νεῦρα, ἐσφοράς τε πᾶσιν ἐς τὰ βραχύτατα τῆς περιουσίας4 ἐπέγραφεν. οἱ δὲ ὑπηρέται τούτου πολλοὺς ἐνύβριζον, οὐκ αἰσθανομένου τοῦ Μιθριδάτου· νόσον γάρ τινα ἑλκώδη τοῦ προσώπου νοσῶν ὑπὸ τριῶν εὐνούχων ἐθεραπεύετο καὶ ἑωρᾶτο.
庞培忙于处理这些事务之际,米特拉达梯已完成了对黑海沿岸的巡绕。他占领了黑海海口处的欧洲人商埠潘提卡派昂,并在海峡边杀死了自己的儿子希法雷斯,其缘由是其母犯下了如下过失:米特拉达梯有一座要塞,其隐秘的地下密室中用许多加铁箍的青铜器皿藏匿了大量财宝。米特拉达梯的侍妾或妻子之一斯特拉托妮克曾被托付掌管并守卫这座要塞,在米特拉达梯仍在黑海周边巡行时,她将要塞献给了庞培,并告发了那些无人知晓的财宝,唯一附带的条件是:庞培若俘获其子希法雷斯,须保全其性命。庞培得到财宝后,向她许诺保全希法雷斯,并准许她带走私人财物。米特拉达梯得知变故后,在海峡边、母亲从对岸眼睁睁注视之下杀死了希法雷斯,并弃尸不葬。他就这样视儿子的性命如草芥,以此惩罚并折磨犯错的生母,随后向尚在叙利亚且未察觉其已抵此地的庞培派去使节,许诺若能保有父祖的王国便向罗马人缴纳贡税。但当庞培命令米特拉达梯如同提格兰那样亲自前来求情时,米特拉达梯回答说,只要他还是米特拉达梯,就绝不承受这种屈辱,但他愿意派遣若干子女与朋友前往。他一边这样说,一边从自由人和奴隶中大规模征募军队,赶制大批武器、箭矢和器械,既不吝惜任何林木,也不顾惜用来制取筋腱的耕牛,并向所有人横征暴敛,乃至征及微末财产。其属吏横行霸道、虐害众多百姓,米特拉达梯却一无所知;因为他面部患有一种溃烂的恶疾,仅由三名宦官照料,也只有他们得以见到他。
- 16106Ἀντίοχον τὸν εὐσεβοῦς
冠词后接父名属格,省略了υἱόν(儿子):“虔诚者之子安条克”(即安条克十三世,其父为安条克十世“虔诚者”)。
- 16106ἡγούμενος δέ, Τιγράνη τὸν κρατήσαντα τοῦ Ἀντιόχου τῆς γῆς ἀπελάσας, Ῥωμαίοις αὐτὴν κατὰ τόδε προσκεκτῆσθαι
分词ἡγούμενος支配“宾语加不定式”结构(Ῥωμαίοις αὐτὴν ... προσκεκτῆσθαι,“罗马人由此获得了该地”);其间插入了与主语(庞培)保持一致的主格分词ἀπελάσας,该分词的宾语为第三变格法宾格形式Τιγράνη,后接修饰分词短语τὸν κρατήσαντα τοῦ Ἀντιόχου τῆς γῆς(“夺取了安条克土地的”)。
- 16107Μιθριδάτης γε ὤν
分词ὤν与限定小词γε连用,表示与身份相关的条件或让步:“只要他还是米特拉达梯/作为米特拉达梯而言”,突显其王者的自尊心。
- 16107ἐς τὰ βραχύτατα τῆς περιουσίας
介词ἐς引导中性复数最高级τὰ βραχύτατα及部分属格τῆς περιουσίας,构成表示范围与极限的副词短语:“直至于微末财产/细枝末节的财产”。
