← 阿庇安

米特拉达梯战争

§15104-15105

提格兰的归降与东方领地的重新划分

庞培进军亚美尼亚,赦免了归降的提格兰,并调解了他与儿子的领地分配;叛服无常的幼子最终被处死,庞培随后建立尼科波利斯并将领地重新分配给阿里奥巴尔赞。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§15104

ἐπανιὼν δʼ ἐντεῦθεν ὁ Πομπήιος ἐστράτευσεν ἐς Ἀρμενίαν, ἔγκλημα ἐς Τιγράνη τιθέμενος ὅτι συνεμάχει Μιθριδάτῃ· καὶ ἦν ἤδη περὶ Ἀρτάξατα τὴν βασίλειον. Τιγράνῃ δὲ οὐκ ἔγνωστο μὲν πολεμεῖν ἔτι, παῖδες δʼ ἐκ τῆς Μιθριδάτου θυγατρὸς αὐτῷ ἐγεγένηντο, ὧν δύο μὲν αὐτὸς ὁ Τιγράνης ἀνῃρήκει, τὸν μὲν ἐν μάχῃ, πολεμοῦντά οἱ, τὸν δʼ ἐν κυνηγεσίοις, αὐτοῦ πεσόντος ἀμελήσαντα καὶ τὸ διάδημα περιθέμενον ἔτι κειμένου. ὁ δὲ τρίτος, Τιγράνης, ἐν μὲν τοῖς κυνηγεσίοις ὑπεραλγήσας τοῦ πατρὸς ἐστεφάνωτο ὑπʼ αὐτοῦ, μικρὸν δὲ διαλιπὼν ἀπέστη καὶ ὅδε, καὶ πολεμῶν τῷ πατρὶ καὶ ἡττώμενος ἐς Φραάτην ἐπεφεύγει τὸν Παρθυαίων βασιλέα, ἄρτι τὴν Σιντρίκου τοῦ πατρὸς ἀρχὴν διαδεδεγμένον. πλησιάσαντος δὲ τοῦ Πομπηίου κοινωσάμενος Φραάτῃ, συγχωροῦντός τι κἀκείνου καὶ φιλίαν ἰδίαν ἐς τὸν Πομπήιον μνωμένου, κατέφυγεν ὁ παῖς ἱκέτης ἐς τὸν Πομπήιον, καὶ ταῦτα ὢν Μιθριδάτου θυγατριδοῦς.1 ἀλλὰ μέγα δικαιοσύνης καὶ πίστεως κλέος ἦν τοῦ Πομπηίου παρὰ τοῖς βαρβάροις, ᾧ δὴ πίσυνος καὶ ὁ πατὴρ Τιγράνης οὐδʼ ἐπικηρυκευσάμενος ᾔει, τά τε ἄλλα πάντα ἑαυτὸν ἐπιτρέψας ἐς τὰ δίκαια Πομπηίῳ, καὶ κατηγορήσων τοῦ παιδὸς ἐπὶ Πομπηίου. χιλιάρχους δὲ αὐτῷ καὶ ἱππάρχους ἐπὶ τιμῇ κελεύσαντος ὑπαντᾶν τοῦ Πομπηίου, οἱ μὲν ὄντες ἀμφὶ τὸν Τιγράνη τὸ ἀκήρυκτον τῆς ὁδοῦ δεδιότες ἔφευγον ὀπίσω, ὁ δὲ Τιγράνης ἦλθε, καὶ τὸν Πομπήιον ὡς κρείττονα βαρβαρικῶς προσεκύνησεν. εἰσὶ δʼ οἳ λέγουσιν ὑπὸ ῥαβδούχοις αὐτὸν ἀχθῆναι, μετάπεμπτον ὑπὸ τοῦ Πομπηίου γενόμενον. ὁποτέρως δʼ ἦλθεν, ἐξελογεῖτο περὶ τῶν γεγονότων, καὶ ἐδίδου Πομπηίῳ μὲν αὐτῷ τάλαντα ἑξακισχίλια, τῇ στρατιᾷ δὲ δραχμὰς πεντήκοντα ἑκάστῳ, καὶ λοχαγῷ χιλίας, καὶ χιλιάρχῳ μυρίας.

庞培从该地折返,出兵进军亚美尼亚,对提格兰提出的指控是他曾与米特拉达梯结盟;不久庞培便已逼近王都阿尔塔克萨塔。而提格兰无意继续作战。他与米特拉达梯的女儿育有数子,其中两个儿子已被提格兰亲自处死:一人是在起兵对抗其父的交战中被杀;另一人则是在狩猎时,因见父亲坠马倒地置之不理,趁父亲依然倒卧在地便将王冠戴在自己头上而被诛。第三个儿子也叫提格兰,在那次狩猎中因对父亲极表关切而由父亲加冕;然而没过多久他也起兵反叛,在与父亲交战溃败后,逃奔帕提亚国王弗拉阿特斯——此人刚刚继承了其父西纳特鲁克斯的王位。当庞培临近时,少提格兰与弗拉阿特斯商议,弗拉阿特斯亦表示赞同并寻求与庞培建立私人友谊,于是这个儿子便作为求庇护者投奔庞培,尽管他还是米特拉达梯的外孙。但庞培的公正与信誉在异族人中享有极高的声望,正是仰仗于此,其父提格兰甚至未事先派使节通报便亲自前往,在一切其他事情上皆将自身交付庞培的公正裁决,并打算在庞培面前控告其子。当庞培下令千夫长和骑兵指挥官隆重出迎时,跟从提格兰的人因惧怕此行未派使节的不妥而向后逃窜,但提格兰依然前往,并依照异族人的风俗向作为上位者的庞培屈膝下跪。亦有人说他是应庞培之召,在执棒吏的带领下被带进来的。无论他是以何种方式前来,都对过去之事做了解释,并赠给庞培本人六千塔兰特,给每个士兵五十德拉克马,给每个百夫长一千德拉克马,给每个千夫长一万德拉克马。

§15105

καὶ ὁ Πομπήιος αὐτῷ συνεγίγνωσκε τῶν γεγονότων καὶ συνήλλασσε τῷ παιδί, καὶ διῄτησε τὸν μὲν υἱὸν ἄρχειν τῆς Σωφηνῆς καὶ Γορδυηνῆς, αἳ νῦν ἄρα εἰσὶν Ἀρμενία βραχυτέρα, τὸν δὲ πατέρα τῆς ἄλλης Ἀρμενίας ἐπὶ τῷδε τῷ παιδὶ κληρονόμῳ.2 τὴν δὲ ἐπίκτητον αὐτὸν ἀρχὴν ἐκέλευεν ἤδη μεθεῖναι. καὶ μεθίει Συρίαν τὴν ἀπʼ Εὐφράτου μέχρι τῆς θαλάσσης· εἶχε γὰρ δὴ καὶ τήνδε καὶ Κιλικίας τινὰ ὁ Τιγράνης, Ἀντίοχον ἐκβαλὼν τὸν εὐσεβῆ προσαγορευθέντα. Ἀρμενίων δʼ ὅσοι τὸν Τιγράνη πρὸς Πομπήιον ὁδεύοντα ἐγκατελελοίπεσαν, ἐν ὑποψίᾳ τοῦτʼ ἔχοντες, τὸν παῖδα αὐτοῦ παρὰ τῷ Πομπηίῳ ἔτι ὄντα πείθουσιν ἐπιθέσθαι τῷ πατρί. καὶ ὁ μὲν ἐλήφθη καὶ ἐδέθη, καὶ μεταξὺ Παρθυαίους ἐρεθίζων ἐπὶ τὸν Πομπήιον ἐθριαμβεύθη καὶ ἀνῃρέθη· ὁ δὲ Πομπήιος ἐκτετελέσθαι οἱ τὸν πάντα πόλεμον ἡγούμενος, ᾤκιζε πόλιν ἔνθα τὴν μάχην ἐνίκα Μιθριδάτην, ἣ ἀπὸ τοῦ ἔργου Νικόπολις κλῄζεται, καὶ ἔστιν Ἀρμενίας τῆς βραχυτέρας λεγομένης. Ἀριοβαρζάνῃ δʼ ἀπεδίδου βασιλεύειν Καππαδοκίας, καὶ προσεπέδωκε Σωφηνὴν καὶ Γορδυηνήν, ἃ τῷ παιδὶ ἐμεμέριστο τῷ Τιγράνους· καὶ στρατηγεῖται νῦν ἅμα τῇ Καππαδοκίᾳ καὶ τάδε.3 ἔδωκε δὲ καὶ τῆς Κιλικίας πόλιν Καστάβαλα καὶ ἄλλας. Ἀριοβαρζάνης μὲν οὖν τὴν βασιλείαν ὅλην τῷ παιδὶ περιὼν ἐνεχείρισε. καὶ πολλαὶ μεταβολαὶ μέχρι Καίσαρος ἐγένοντο τοῦ Σεβαστοῦ, ἐφʼ οὗ, καθάπερ τὰ λοιπά, καὶ ἥδε ἡ βασιλεία περιῆλθεν ἐς στρατηγίαν.4

庞培宽宥了提格兰过去的行为,并使他与儿子和解,裁决由其子统治索菲尼与戈杜埃尼(即如今所谓的较小的亚美尼亚),而父亲则统治亚美尼亚其余各地,以此子为继承人。但庞培命令他立即放弃后来兼并的领土。提格兰遂放弃了从幼发拉底河直至大海的叙利亚;因提格兰驱逐了被称为‘虔诚者’的安条克后,曾领有该地以及基利家的一部分。但那些在提格兰前往庞培处时背弃了他的亚美尼亚人,对此心怀猜忌,遂劝说尚留在庞培身边的少提格兰去袭击其父。于是少提格兰被捕入狱,又因在此期间煽动帕提亚人对抗庞培,而在凯旋式中被游街示众后处死。庞培认为整个战争已由他彻底结束,便在他击败米特拉达梯的战场上建立了一座城市,因这一功绩该城被命名为尼科波利斯(胜利之城),属于所谓的较小的亚美尼亚。庞培将卡帕多细亚的王位归还给阿里奥巴尔赞,并额外赠与索菲尼与戈杜埃尼(此前分配给提格兰之子的土地);如今这些地方与卡帕多细亚一同作为行省由总督管辖。他还赐予了他基利家的卡斯塔巴拉城及其他城市。阿里奥巴尔赞遂在生前将整个王国托付给了自己的儿子。至奥古斯都·恺撒之前经历了诸多变迁,在奥古斯都统治下,与其余各地一样,该王国亦最终转变为由行省总督管辖的行省。

语法注4 条
  1. 15104καὶ ταῦτα ὢν Μιθριδάτου θυγατριδοῦς

    καὶ ταῦτα 与分词(此处为 ὤν)搭配构成固定短语,表示让步或追加强调(“尽管……”,“况且还是……”)。此处突出了少提格兰作为罗马死敌米特拉达梯的外孙,却反过来向罗马统帅庞培寻求庇护这一自相矛盾的情势。

  2. 15105ἐπὶ τῷδε τῷ παιδὶ κληρονόμῳ

    介词 ἐπί 接与格表示条件(“以……为条件”),名词短语 τῷδε τῷ παιδί 带有作谓语性同位语的 κληρονόμῳ(“作为继承人”),意为“以此子作为后嗣为条件”。

  3. 15105καὶ στρατηγεῖται νῦν ἅμα τῇ Καππαδοκίᾳ καὶ τάδε

    被动语态动词 στρατηγεῖται 意为“(由行省长官)作为行省受管辖”。主语是中性复数主格 καὶ τάδε(“这些地方也”),遵循中性复数主语搭配单数动词的雅典规则(schema Atticum)。

  4. 15105περιῆλθεν ἐς στρατηγίαν

    短语 περιέρχομαι ἐς... 意为“转变为/归结为(某种状态)”。此处的 στρατηγία 是希腊语记述罗马行省制度的专门术语,指罗马的总督管区(provincia)。因此该句意为“转变为由总督管辖的行省”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg014.humanitext-grc2:15104-15105