- 底本
- Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg014.humanitext-grc2:1597-1599
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
庞培因迅速平定海盗而被授予全权指挥对米特拉达梯的战争;在严词拒绝深陷粮荒的国王提出的媾和请求后,庞培筑壕围困敌军。米特拉达梯夜间潜逃,最终在险峻的高地上被庞培的追兵阻截对峙。
ἐπὶ δὴ τούτοις ὀξέως τε οὕτω καὶ παραδόξως γενομένοις οἱ Ῥωμαῖοι τὸν Πομπήιον μέγα ἐπαίροντες, ἔτι ὄντα1 περὶ Κιλικίαν εἵλοντο τοῦ πρὸς Μιθριδάτην πολέμου στρατηγὸν ἐπὶ τῆς ὁμοίας ἐξουσίας, αὐτοκράτορα ὄντα, ὅπῃ θέλοι, συντίθεσθαί τε καὶ πολεμεῖν, καὶ φίλους ἢ πολεμίους Ῥωμαίοις οὓς δοκιμάσειε ποιεῖσθαι· στρατιᾶς τε πάσης, ὅση πέραν ἐστὶ τῆς Ἰταλίας, ἄρχειν ἔδωκαν. ἅπερ οὐδενί πω παντάπασι πρὸ τοῦδε ὁμοῦ πάντα ἐδόθη. καὶ ἴσως αὐτὸν καὶ διὰ τάδε μέγαν ὀνομάζουσιν· ὁ γάρ τοι πόλεμος ὁ τοῦ Μιθριδάτου καὶ ὑπὸ τῶν προτέρων στρατηγῶν ἐξήνυστο ἤδη. Πομπήιος μὲν οὖν εὐθὺς ἐκ τῆς Ἀσίας στρατὸν ἀγείρας μετεστρατοπέδευσεν ἐπὶ τοὺς ὅρους τοῦ Μιθριδάτου· Μιθριδάτῃ δὲ ἦν ἐπίλεκτος οἰκεῖος στρατός, τρισμύριοι πεζοὶ καὶ ἱππεῖς τρισχίλιοι, καὶ προὐκάθητο τῆς χώρας. ἄρτι δʼ αὐτὴν Λευκόλλου διεφθαρκότος ἀπόρως εἶχεν ἀγορᾶς· ὅθεν αὐτομολίαις ἐπετίθεντο πολλοί. καὶ τούσδε μὲν ὁ Μιθριδάτης ἐρευνώμενος ἐκρήμνη καὶ ὀφθαλμοὺς ἀνώρυττε καὶ ἔκαιεν. καὶ τὰ μὲν τῶν αὐτομολιῶν ἧσσον ἠνώχλει διὰ φόβον τῶν κολάσεων, ἐπέτριβε δʼ ἡ ἀπορία.
由于这些事情发生得如此迅捷而出人意料,罗马人极口称赞庞培,趁他仍在基利基亚一带之际,便选任他为对米特拉达梯作战的统帅,赋予同等之特权——即作为拥有全权的主帅,可随其意愿缔结和约或发动战争,并可将他认可的任何人立为罗马人的盟友或敌人;他们还将意大利境外的所有军队指挥权都交给了他。把所有这些权力全盘授予同一人,在此之前绝无先例。也许人们之所以称他为“大帝”,也正是由于这些缘故;因为事实上,对米特拉达梯的战争早已被先前的将领们基本完成了。 于是庞培立即从亚细亚征集军队,移营至米特拉达梯的边界。米特拉达梯拥有一支三万步兵和三千骑兵组成的本部精锐部队,正扎营在前线防守本国。但由于卢库鲁斯刚刚蹂躏了该地,他陷入了粮草匮乏的困境;因此许多人企图叛逃。米特拉达梯搜捕到这些人后,便将他们钉在十字架上、剜去双眼并施以火刑。因惧怕这些酷刑,逃亡之事虽有所减少,但粮荒依然使军队苦不堪言。
πρέσβεις οὖν ἐς Πομπήιον πέμψας ἠξίου μαθεῖν, τίς ἂν εἴη τοῦ πολέμου διάλυσις. ὁ δʼ ἐὰν τοὺς αὐτομόλους ἡμῖν παραδῷς ἔφη, καὶ σεαυτὸν ἡμῖν ἐπιτρέψῃς. ὧν ὁ Μιθριδάτης πυθόμενος τοῖς αὐτομόλοις τὸ περὶ αὐτῶν ἔφρασε, καὶ δεδιότας ὁρῶν ὤμοσεν ὅτι οἱ τὰ πρὸς Ῥωμαίους ἐστὶν ἄσπονδα διὰ τὴν πλεονεξίαν αὐτῶν, καὶ οὐκ ἐκδώσει τινά, οὐδὲ πράξει ποτὲ ὃ μὴ κοινῇ πᾶσι συνοίσει. ὁ μὲν δὴ ὧδε εἶπεν, ὁ δὲ Πομπήιος ἐνέδραν ποι καθεὶς ἱππέων, ἑτέρους ἔπεμπεν ἐκ φανεροῦ τοῖς προφύλαξι τοῦ βασιλέως ἐνοχλεῖν· καὶ εἴρητο αὐτοῖς ἐρεθίζειν καὶ ὑποφεύγειν ὥσπερ ἡττωμένους, ἔστε περ οἱ ἐκ τῆς ἐνέδρας περιλαβόντες αὐτοὺς ἐτρέψαντο. καὶ φεύγουσι τάχʼ ἂν καὶ ἐς τὸ στρατόπεδον συνεσεπήδησαν, εἰ μὴ δείσας ὁ βασιλεὺς προήγαγε τὸ πεζόν. οἱ δʼ ἀπεχώρουν. καὶ τέλος ἦν τοῦτο τῇ πρώτῃ Πομπηίου καὶ Μιθριδάτου πείρᾳ ἐς ἀλλήλους καὶ ἱππομαχίᾳ.
于是米特拉达梯派使者前往庞培处,要求得知结束战争的条件为何。庞培答道:“只要你将逃兵交给我们,并将你自己交由我们全权发落。” 米特拉达梯得知这些条件后,把有关逃兵的内容告知了他们;见他们惊恐万分,便起誓说由于罗马人的贪得无厌,他与罗马人之间绝无媾和可能,他绝不会交出任何人,也决不做任何不利于大家共同利益之事。米特拉达梯固然如此作答,而庞培则在某处设下一队骑兵伏兵,另派一批骑兵公然骚扰国王的前哨。他们受命去挑衅敌军,并像战败似地退走,直至伏兵四面包抄将敌军击溃。当敌军溃逃时,罗马人若非因国王心生畏惧而率步兵出阵接应,甚至可能顺势冲入敌营之中。于是罗马人撤退了。这就是庞培与米特拉达梯之间的首次交锋及骑兵战的结局。
ἐνοχλούμενος δʼ ὑπὸ τῆς ἀπορίας ὁ βασιλεὺς ἄκων ὑπεχώρει, καὶ ἐσεδέχετο Πομπήιον ἐς τὴν ἑαυτοῦ, ἐλπίζων καθήμενον ἐν τῇδε τῇ διεφθαρμένῃ κακοπαθήσειν. ὁ δὲ ἀγορὰν μὲν ἐπακτὸν ἐκ τῶν ὄπισθεν εἶχε, περιελθὼν δὲ τὰ πρὸς ἕω τοῦ Μιθριδάτου, καὶ φρούρια αὐτῷ καὶ στρατόπεδα πολλὰ ἐς ἑκατὸν καὶ πεντήκοντα σταδίους περιθεὶς ἀπετάφρευε τοῦ μὴ σιτολογεῖν αὐτὸν ἔτι εὐμαρῶς.2 καὶ ὁ βασιλεὺς ἀποταφρεύοντι μὲν οὐκ ἐπετίθετο, εἴθʼ ὑπὸ δέους εἴθʼ ὑπʼ ἀνοίας, ἣ νᾶσιν ἐγγίγνεται πλησιαζόντων τῶν κακῶν, κάμνων δʼ αὖθις ἐξ ἀπορίας τὰ ὑποζύγια ὅσα εἶχε κατέκοπτε, τοὺς ἵππους μόνους περιποιούμενος, ἔστε μόλις ἐς πεντήκοντα διαρκέσας ἡμέρας νυκτὸς ἀπεδίδρασκε σὺν σιωπῇ βαθείᾳ διʼ ὁδῶν δυσχερῶν. ὡς δὲ αὐτὸν μόλις ἡμέρας ὁ Πομπήιος καταλαβὼν εἴχετο τῶν ὑστάτων, ὁ μὲν καὶ τότε τῶν φίλων ἐκτάξαι κελευόντων οὐκ ἐμάχετο, ἀλλὰ τοῖς ἱππεῦσι μόνοις τοὺς πλησιάζοντας ἀνακόπτων ἑσπέρας ἐν ὕλαις ηὐλίσατο πυκναῖς. τῇ δʼ ἐπιούσῃ χωρίον κατέλαβε περίκρημνον, οὗ μία ἐς αὐτὸ ἄνοδος ἦν, καὶ τέσσαρες αὐτὴν σπεῖραι προὐφύλασσον. ἀντεφύλασσον δὲ καὶ Ῥωμαῖοι μὴ διαφυγεῖν Μιθριδάτην.3
国王因粮荒所扰,不得不退却,容许庞培进入本国腹地,指望庞培留驻在这片荒芜之地会饱受困顿。然而庞培有从后方运来的补给,他迂回绕至米特拉达梯的东面,在一百五十斯塔狄昂的范围内筑起许多堡垒和营盘将其合围,并开凿壕沟加以封锁,使他再也无法轻易搜集粮草。国王在庞培开凿壕沟时并未发起进攻,不知是出于畏惧,还是出于大难临头时所有人都会滋生的愚昧;但他因穷困再次陷入窘境,便宰杀了所有驮畜,只保留战马;在勉强支撑了五十天之后,于夜间在极度的寂静中沿着险峻的道路逃遁。天明时庞培好不容易追上了他,紧咬其后卫不放;但此时国王即便在亲信们劝他列阵迎敌的情况下依然不肯交战,仅以骑兵阻击逼近的追兵,傍晚在茂密的树林中宿营。次日,他占领了一处仅有一条通路可达的险峻高地,并派四个大队在前面把守。罗马人也严加防备,以防米特拉达梯再次潜逃。
- 1597ἐπὶ τῆς ὁμοίας ἐξουσίας, αὐτοκράτορα ὄντα
介词 ἐπί 表示授予的条件或职权(“在同等特权之下”),宾格分词 ὄντα 与主句的直接宾语 τὸν Πομπήιον 在性、数、格上一致。其后的不定式 συντίθεσθαι、πολεμεῖν 与 ποιεῖσθαι 起到说明性不定式(epexegetical infinitive)的作用,用以具体界定 αὐτοκράτωρ(“全权统帅”)的职权范围。
- 1599τοῦ μὴ σιτολογεῖν αὐτὸν ἔτι εὐμαρῶς
带冠词属格不定式 τοῦ 加上否定词 μή 及不定式 σιτολογεῖν 构成了表示目的或防范结果(“为了使他不再……”)的属格不定式结构。它直接修饰主动词 ἀπετάφρευε(“开凿壕沟加以阻绝”),明确了修筑攻城壕堑的战略目的。
- 1599ἀντεφύλασσον δὲ καὶ Ῥωμαῖοι μὴ διαφυγεῖν Μιθριδάτην
表示戒备与防范的动词 ἀντεφύλασσον 引出带有否定词/连词 μή 与不定式 διαφυγεῖν 的从属结构,用来表示防备的对象(“防止米特拉达梯逃脱”)。防备类动词在此处采用 μή 搭配不定式,而非虚拟语气或祈愿语气从句,这在希腊语中是标准用法之一。
