- 底本
- Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg014.humanitext-grc2:15100-15101
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
因己方骑兵回撤被误判为溃败,米特拉达梯军陷入恐慌而自相践踏覆没;国王携亲卫突围逃至西诺雷加后转道科尔基斯,并策划借道博斯普鲁斯自欧洲向亚细亚的罗马军发动全面反攻。
ἅμα δʼ ἡμέρᾳ τὸν μὲν στρατὸν αὑτῶν ὥπλιζεν ἑκάτερος, οἱ προφύλακες δʼ ἀλλήλων κατὰ τὸ πρανὲς ἀπεπειρῶντο· καί τινες ἱππεῖς τοῦ Μιθριδάτου χωρίς τε τῶν ἵππων καὶ χωρὶς ἐπαγγέλματος ἐβοήθουν τοῖς σφετέροις προφύλαξιν. πλειόνων δέ σφισι Ῥωμαίων ἱππέων ἐπιόντων, οἱ ἄνιπποι τῶν Μιθριδατείων οἵδε ἀθρόως ἐς τὸ στρατόπεδον ἀνεπήδων, ἀναβησόμενοί τε τοὺς ἵππους καὶ ἐξ ἴσου τοῖς ἐπιοῦσι Ῥωμαίοις συνοισόμενοι.1 κατιδόντες δʼ αὐτοὺς οἱ ἄνω ἔτι ὁπλιζόμενοι σὺν δρόμῳ καὶ βοῇ προσθέοντας, καὶ τὸ γιγνόμενον οὐκ εἰδότες ἀλλὰ φεύγειν αὐτοὺς ὑπολαβόντες, ὡς εἰλημμένου σφῶν ἤδη καθʼ ἑκάτερα τοῦ στρατοπέδου,2 τὰ ὅπλα μεθέντες ἔφευγον. ἀδιεξόδου δʼ ὄντος τοῦ χωρίου προσέπταιον ἀλλήλοις ἀναστρεφόμενοι, μέχρι καθήλαντο κατὰ τῶν κρημνῶν. οὕτω μὲν ἡ στρατιὰ τῷ Μιθριδάτῃ διὰ προπέτειαν τῶν ἄνευ προστάγματος τοῖς προμάχοις ἐπικουρεῖν ἑλομένων θορυβηθεῖσα διέφθαρτο, καὶ τὸ λοιπὸν ἔργον εὔκολον ἦν τῷ Πομπηίῳ, κτείνοντι καὶ συλλαμβάνοντι ἀνόπλους ἔτι καὶ ἐν περικρήμνῳ συγκεκλεισμένους. καὶ ἀνῃρέθησαν ἐς μυρίους, καὶ τὸ στρατόπεδον ὅλῃ τῇ παρασκευῇ κατελήφθη.
天刚拂晓,双方统帅便各自命本部军队穿戴铠甲,而前哨部队则沿着斜坡互相展开了小规模交锋。米特拉达梯手下的若干骑兵在既无坐骑又无军令的情况下,便自发前去支援己方的前哨。然而,当大批罗马骑兵压境而来时,这批未乘马的米特拉达梯士兵便成群结队地往营地奔回,打算骑上战马,以便与来犯的罗马军对等交锋。而在高处尚在披甲的士兵们见他们高声呼喊着飞奔而来,不明就里,反以为他们是因为营地两侧皆已被敌军占领而在溃逃,于是纷纷丢弃武器四散奔逃。由于当地地形险仄、毫无出路,他们在仓皇转身时彼此撞击挤压,直至纷纷跳下悬崖。米特拉达梯的军队就这样因为那些自作主张、未经号令便去支援前哨者的鲁莽行径而陷入骚乱并惨遭覆灭;庞培接下来的战事便轻松自如,只是斩杀并俘虏那些尚未披坚执锐且被困于绝壁之中的溃兵而已。被歼灭者达万人之众,大营连同全部军备亦尽数陷落。
Μιθριδάτης δὲ μετὰ τῶν ὑπασπιστῶν μόνων ὠσάμενος ἐς τὰ κατάκρημνα καὶ διαφυγὼν ἐνέτυχέ τισιν ἱππεῦσι μισθοφόροις καὶ πεζοῖς ὡς τρισχιλίοις, οἳ εὐθὺς αὐτῷ συνείποντο ἐς Σινόρηγα φρούριον, ἔνθα αὐτῷ χρήματα πολλὰ ἐσεσώρευτο· καὶ δωρεὰν καὶ μισθὸν ἐνιαυτοῦ τοῖς συμφυγοῦσι διέδωκεν. φέρων δʼ ἐς ἑξακισχίλια τάλαντα ἐπὶ τὰς τοῦ Εὐφράτου πηγὰς ἠπείγετο ὡς ἐκεῖθεν ἐς Κόλχους περάσων. δρόμῳ δʼ ἀπαύστῳ χρώμενος τὸν μὲν Εὐφράτην ὑπερῆλθεν ἡμέρᾳ μάλιστα τετάρτῃ, τρισὶ δʼ ἄλλαις καθιστάμενος καὶ ὁπλίζων τοὺς συνόντας ἢ προσιόντας ἐς τὴν Χωτηνὴν Ἀρμενίαν ἐνέβαλεν, ἔνθα Χωτηνοὺς μὲν καὶ Ἴβηρας, κωλύοντας αὐτὸν βέλεσι καὶ σφενδόναις, ἐλαύνων διῆλθεν ἐπὶ τὸν Ἄψαρον ποταμόν. Ἴβηρας δὲ τοὺς ἐν Ἀσίᾳ οἱ μὲν προγόνους οἱ δʼ ἀποίκους ἡγοῦνται τῶν Εὐρωπαίων Ἰβήρων, οἱ δὲ μόνον ὁμωνύμους· ἔθος γὰρ οὐδὲν ἦν ὅμοιον, ἢ γλῶσσα.3 Μιθριδάτης δʼ ἐν Διοσκούροις χειμάζων, ἥν τινα πόλιν οἱ Κόλχοι σύμβολον ἡγοῦνται τῆς Διοσκούρων σὺν Ἀργοναύταις ἐπιδημίας, οὐδὲν σμικρόν, οὐδʼ οἷον ἐν φυγῇ, διενοεῖτο, ἀλλὰ τὸν Πόντον ὅλον ἐν κύκλῳ καὶ Σκύθας ἐπὶ τῷ Πόντῳ καὶ τὴν Μαιώτιδα λίμνην ὑπερελθὼν ἐς Βόσπορον ἐμβαλεῖν, τήν τε Μαχάρους τοῦ παιδὸς ἀρχήν, ἀχαρίστου περὶ αὐτὸν γενομένου, παραλαβὼν αὖθις ἐκ μετώπου Ῥωμαίοις γενέσθαι, καὶ πολεμεῖν ἐκ τῆς Εὐρώπης οὖσιν ἐν τῇ Ἀσίᾳ, τὸν πόρον ἐν μέσῳ θέμενος, ὃν κληθῆναι νομίζουσι Βόσπορον Ἰοῦς διανηξαμένης,4 ὅτε βοῦς γενομένη κατὰ ζηλοτυπίαν Ἥρας ἔφευγεν.
米特拉达梯仅率卫士冲入崇山绝壁得以脱身,途中遭遇了约三千名雇佣骑兵与步兵,他们立即随同他撤往西诺雷加要塞,那里为他积蓄了大量的金银财富;国王向与他一同逃难者分发了犒赏和一年的薪饷。随后他携带着约六千塔兰同巨款,急奔幼发拉底河源头,企图由此转道进入科尔基斯。经过马不停蹄的强行军,他大约在第四天渡过了幼发拉底河;又停留了三天,整顿并武装随行者以及前来投奔之人,继而杀入亚美尼亚的霍特涅地区。他在那里击溃了企图以箭矢和投石阻截他的霍特涅人与伊比利亚人,顺利穿行抵达阿普萨罗斯河。关于亚细亚的伊比利亚人,有人认为是欧洲伊比利亚人的祖先,有人认为是其殖民者,亦有人认为仅仅是同名而已;因为无论习俗还是语言,两者皆无相似之处。米特拉达梯在狄奥斯库里亚斯过冬——科尔基斯人认为该城是狄奥斯库里兄弟随同阿尔戈英雄到访的纪念地——但他所筹划的绝非微不足道的念头,亦非寻常流亡者之所谋,而是打算环绕整个蓬托斯,越过蓬托斯沿岸的斯基泰人地区及迈奥提斯湖,攻入博斯普鲁斯,夺取那对他忘恩负义的儿子马哈雷斯的统治权,从而再度与罗马人正面对垒,以海峡相隔,从欧洲向地处亚细亚的敌军发起进攻;人们相信,这道海峡之所以被称为博斯普鲁斯,是因为伊娥在因赫拉的嫉妒而化为牝牛逃亡时曾泅渡此地。
- 15100ἀναβησόμενοί τε τοὺς ἵππους καὶ ἐξ ἴσου τοῖς ἐπιοῦσι Ῥωμαίοις συνοισόμενοι
由 τε...καί 连结的将来时分词 ἀναβησόμενοι 与 συνοισόμενοι 用作目的状语,修饰主要动词 ἀνεπήδων。动词 ἀναβαίνω 此处作及物用法,意为“骑上”,直接支配宾格 τοὺς ἵππους。
- 15100ὡς εἰλημμένου σφῶν ἤδη καθʼ ἑκάτερα τοῦ στρατοπέδου
由 ὡς 引导的属格绝对结构(genitive absolute),表示逃散士兵们主观上的判定或认知依据(“以为他们营地的两侧皆已被攻陷”)。σφῶν 为复数人称代词属格,在此作 τοῦ στρατοπέδου 的领属性定语。
- 15101ἔθος γὰρ οὐδὲν ἦν ὅμοιον, ἢ γλῶσσα
在否定词 οὐδέν 之后,连词 ἢ 承接否定意义(相当于“亦不/也不”),共用表语 ὅμοιον ἦν(即“风俗既不相似,语言亦然”)。这是否定句中用 ἢ 连接并列被否定成分的常见句式。
- 15101τὸν πόρον ἐν μέσῳ θέμενος, ὃν κληθῆναι νομίζουσι Βόσπορον Ἰοῦς διανηξαμένης
在由关系代词 ὃν 引导的关系节中,动词 νομίζουσι 支配“宾格加不定式”结构(κληθῆναι 与谓语宾格 Βόσπορον)。句末的 Ἰοῦς διανηξαμένης 为表示时间或原因的属格绝对结构(“因伊娥游过该处”),用以说明博斯普鲁斯这一地名的神话词源。
