- 底本
- Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg014.humanitext-grc2:1495-1496
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
庞培将地中海各防区分配给属下诸副将,在极短时间内扫清了东西海域,进军基利基亚迫使海盗不战而降,并通过安置降众等举措迅速结束了战争。
οὕτω διαθεὶς ὁ Πομπήιος ἅπαντα, ἐπέστησεν Ἰβηρίᾳ μὲν καὶ ταῖς Ἡρακλείοις στήλαις Τιβέριον Νέρωνα καὶ Μάλλιον Τορκουᾶτον, ἀμφὶ δὲ τὴν Λιγυστικήν τε καὶ Κελτικὴν θάλασσαν Μᾶρκον Πομπώνιον, Λιβύῃ δὲ καὶ Σαρδόνι καὶ Κύρνῳ, καὶ ὅσαι πλησίον νῆσοι, Λέντλον τε Μαρκελλῖνον καὶ Πόπλιον Ἀτίλιον, περὶ δὲ αὐτὴν Ἰταλίαν Λεύκιον Γέλλιον καὶ Γναῖον Λέντλον. Σικελίαν δὲ καὶ τὸν Ἰόνιον ἐφύλασσον αὐτῷ Πλώτιός τε Οὐᾶρος καὶ Τερέντιος Οὐάρρων μέχρι Ἀκαρνανίας, Πελοπόννησον δὲ καὶ τὴν Ἀττικήν, ἔτι δʼ Εὔβοιαν καὶ Θεσσαλίαν καὶ Μακεδονίαν καὶ Βοιωτίαν Λεύκιος Σισιννᾶς, τὰς δὲ νήσους καὶ τὸ Αἰγαῖον ἅπαν καὶ τὸν Ἑλλήσποντον ἐπʼ ἐκείνῳ Λεύκιος Λόλλιος, Βιθυνίαν δὲ καὶ Θρᾴκην καὶ τὴν Προποντίδα καὶ τὸ τοῦ Πόντου στόμα Πούπλιος Πείσων, Λυκίαν δὲ καὶ Παμφυλίαν καὶ Κύπρον καὶ Φοινίκην Μέτελλος Νέπως. ὧδε μὲν αὐτῷ διετετάχατο1 οἱ στρατηγοὶ ἐπιχειρεῖν τε καὶ ἀμύνεσθαι, καὶ φυλάσσειν τὰ τεταγμένα, καὶ τοὺς παρʼ ἀλλήλων ἐκφεύγοντας ὑπολαμβάνειν, ἵνα μὴ διώκοντες ἀφίσταιντο μακράν, μηδὲ ὡς ἐν δρόμῳ περιφέροιντο, καὶ χρόνιον εἴη τὸ ἔργον, αὐτὸς δʼ ἅπαντας ἐπέπλει. καὶ τὰ ἐς δύσιν πρῶτα ἡμέραις τεσσαράκοντα ἐπιδὼν ἐς Ῥώμην παρῆλθεν. ὅθεν ἐς Βρεντέσιον, καὶ ἐκ Βρεντεσίου τοσῷδε διαστήματι τὴν ἕω περιπλεύσας, ἐξέπληξεν ἅπαντας τάχει τε ἐπίπλου καὶ μεγέθει παρασκευῆς καὶ φόβῳ δόξης, ὥστε τοὺς λῃστὰς ἐλπίσαντας αὐτῷ προεπιχειρήσειν, ἢ οὐκ εὐμαρές γε τὸ κατὰ σφῶν ἔργον ἀποδείξειν, δείσαντας εὐθὺς τῶν τε πόλεων ἃς ἐπολιόρκουν ἐξαναχθῆναι, καὶ ἐς τὰς συνήθεις ἄκρας καὶ ναυλοχίας ὑποφεύγειν, καὶ Πομπηίῳ τὴν μὲν θάλασσαν αὐτίκα ἀμαχὶ κεκαθάρθαι, τοὺς δὲ λῃστὰς ὑπὸ τῶν στρατηγῶν ἁλίσκεσθαι2 πανταχοῦ κατὰ μέρη.
庞培将这一切布置停当后,派提贝里乌斯·尼禄与曼利乌斯·托尔夸图斯负责伊比利亚和赫拉克勒斯之柱;派马库斯·庞波尼乌斯负责利古里亚海和凯尔特海周围;派伦图卢斯·马塞利努斯和普布利乌斯·阿提利乌斯负责利比亚、萨丁尼亚、科西嘉及邻近各岛;派卢基乌斯·盖利乌斯和格奈乌斯·伦图卢斯负责意大利本土周围。为他防守西西里和直到阿卡纳尼亚的伊奥尼亚海的是普洛提乌斯·瓦卢斯与特伦提乌斯·瓦罗;防守伯罗奔尼撒、阿提卡以及优卑亚、色萨利、马其顿和维奥蒂亚的是卢基乌斯·西辛纳;防守各岛屿、整个爱琴海及其后的赫勒斯滂的是卢基乌斯·罗利乌斯;防守比提尼亚、色雷斯、普罗庞提斯海和本都海口的是普布利乌斯·皮索;防守吕基亚、庞菲利亚、塞浦路斯和腓尼基的是梅特路斯·内波斯。如此,在他麾下的各位将领已作好部署,负责进攻与防御,把守指定区域,并拦截从彼此防区逃窜的敌人,以免因追击而远离本区,或如在跑道上周旋打转而延误战事;庞培本人则巡视全域。他在四十天内先视察了西方各地,随后抵达罗马;又从那里前往布伦迪西乌姆,并以同样长的时间自布伦迪西乌姆巡视了东方,以其进军的神速、军备的浩大以及威望带来的威慑使所有人震惊不已。因此,那些原本指望先发制人袭击他、或至少证明制服他们并非易事的海盗,顿时陷入恐慌,从他们围困的各城邦出海逃遁,躲入他们习用的岬角与停泊港;结果对庞培而言,海面立刻不战而清,海盗们则处处被其属下将领分批捕获。
αὐτὸς δὲ ἐς Κιλικίαν ἠπείγετο μετὰ ποικίλου στρατοῦ καὶ μηχανημάτων πολλῶν, ἐλπίσας παντοίας μάχης καὶ πολιορκίας αὐτῷ δεήσειν ἐπὶ ἄκρας ἀποκρήμνους. οὐδενὸς δὲ ἐδέησε· τὸ γὰρ κλέος αὐτοῦ καὶ τὴν παρασκευὴν οἱ λῃσταὶ καταπλαγέντες, καὶ ἐλπίσαντες, εἰ μὴ διὰ μάχης ἔλθοιεν, τεύξεσθαι φιλανθρώπου, πρῶτοι μὲν οἳ Κράγον καὶ Ἀντίκραγον εἶχον, φρούρια μέγιστα, μετὰ δʼ ἐκείνους οἱ ὄρειοι Κίλικες καὶ ἐφεξῆς ἅπαντες ἑαυτοὺς ἐνεχείρισαν, ὅπλα τε ὁμοῦ πολλά, τὰ μὲν ἕτοιμα τὰ δὲ χαλκευόμενα, παρέδωκαν, καὶ ναῦς τὰς μὲν ἔτι πηγνυμένας τὰς δʼ ἤδη πλεούσας, χαλκόν τε καὶ σίδηρον ἐς ταῦτα συνενηνεγμένον καὶ ὀθόνας καὶ κάλως καὶ ὕλην ποικίλην, αἰχμαλώτων τε πλῆθος, τῶν μὲν ἐπὶ λύτροις τῶν δὲ ἐπὶ ἔργοις δεδεμένων. ὧν ὁ Πομπήιος τὴν μὲν ὕλην ἐνέπρησε, τὰς δὲ ναῦς ἀπήγαγε, τοὺς δʼ αἰχμαλώτους ἐς τὰς πατρίδας ἀφῆκε· καὶ πολλοὶ κενοτάφια σφῶν κατέλαβον ὡς ἐπὶ νεκροῖς γενόμενα.3 τοὺς δὲ πειρατὰς οἳ μάλιστα ἐδόκουν οὐχ ὑπὸ μοχθηρίας ἀλλʼ ἀπορίᾳ βίου διὰ τὸν πόλεμον ἐπὶ ταῦτα ἐλθεῖν, ἐς Μαλλὸν καὶ Ἄδανα καὶ Ἐπιφάνειαν, ἢ εἴ τι ἄλλο πόλισμα ἔρημον ἢ ὀλιγάνθρωπον ἦν τῆσδε τῆς τραχείας Κιλικίας, συνῴκιζε· τοὺς δέ τινας αὐτῶν καὶ ἐς Δύμην τῆς Ἀχαΐας ἐξέπεμπεν. ὧδε μὲν ὁ λῃστρικὸς πόλεμος, χαλεπώτατος ἔσεσθαι νομισθείς, ὀλιγήμερος ἐγένετο τῷ Πομπηίῳ· καὶ ναῦς ἔλαβε τὰς μὲν ἁλούσας μίαν καὶ ἑβδομήκοντα, τὰς δὲ ὑπʼ αὐτῶν παραδοθείσας ἓξ καὶ τριακοσίας, πόλεις δὲ καὶ φρούρια καὶ ὁρμητήρια ἄλλα αὐτῶν ἐς εἴκοσι καὶ ἑκατόν. λῃσταὶ δʼ ἀνῃρέθησαν ἐν ταῖς μάχαις ἀμφὶ τοὺς μυρίους.
庞培本人率领多兵种组成的军队和大量攻城器械疾趋基利基亚,预料在陡峭的岬角险隘将需要进行各类战斗和围攻。然而这一切都未派上用场;因为海盗们为其名望与战备所震慑,并指望若不诉诸战斗便能获得宽大待遇,于是最先是把守克拉古斯和安提克拉古斯这两处最险要堡垒的人投降,继之是山地基利基亚人,随后所有人皆相继投诚。他们交出了大量武器(有现成的,也有正在锻造的),以及船只(有尚在修造的,也有已经在航行的),还有为此搜集的铜铁、帆布、缆绳、各类木料,以及大量俘虏(有的被绑缚待赎,有的则被充作劳力)。对于这些,庞培焚毁了木料,拖走了战船,将俘虏遣返各自祖国;其中许多人回去后发现,人们已把他们当作死者而为他们立下了衣冠冢。至于那些看起来主要是因战争造成的生计困窘而非出于本性奸恶而沦为海盗的人,庞培将他们安置在马洛斯、阿达纳、埃皮法尼亚,或这崎岖的基利基亚其他荒废或人烟稀少的小城;他还将其中一部分人遣往阿哈伊亚的迪梅。就这样,原本被认为极其艰巨的海盗战争,在庞培手中数日之内便告平定;他缴获的船只中,俘获的有七十一艘,海盗主动交出的有三百零六艘,其城邦、堡垒和其他据点达一百二十处。在各次战斗中阵亡的海盗约有一万人。
- 1495διετετάχατο
动词 διατάσσω 的直陈式过去完成时被动第三人称复数的爱奥尼亚方言形式(古典雅典方言通常使用迂说形式 διατεταγμένοι ἦσαν,此处在辅音词干后使用 -ατο 后缀)。语法主语是 οἱ στρατηγοί,其后接续的不定式短语(ἐπιχειρεῖν, ἀμύνεσθαι, φυλάσσειν, ὑπολαμβάνειν)说明被指派的具体任务。
- 1495ὥστε τοὺς λῃστὰς ἐλπίσαντας ... κεκαθάρθαι, τοὺς δὲ λῃστὰς ὑπὸ τῶν στρατηγῶν ἁλίσκεσθαι
由表示结果的连词 ὥστε 引导的长大宾格加不定式结构。前半部分的逻辑主语与不定式为 τοὺς λῃστὰς ... ἐξαναχθῆναι, καὶ ... ὑποφεύγειν(海盗们出海并逃遁);后半部分则转换了主语与语态,变为带关涉与格 Πομπηίῳ 的被动完成时与现在时不定式:τὴν μὲν θάλασσαν ... κεκαθάρθαι(对庞培而言海面得以肃清)与 τοὺς δὲ λῃστὰς ... ἁλίσκεσθαι(海盗们被逐一捕获)。
- 1496κενοτάφια σφῶν κατέλαβον ὡς ἐπὶ νεκροῖς γενόμενα
间接反身代词 σφῶν 指向主语 πολλοί(获释返乡的俘虏)。短语 ὡς ἐπὶ νεκροῖς(“宛如对待死者一般”)修饰分词 γενόμενα;整句形象地描述了俘虏们返乡后,发现人们以为他们已死而为他们立好了衣冠冢的情形。
