- 底本
- Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg014.humanitext-grc2:15102-15103
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
米特拉达梯穿行并结盟斯基泰诸族,迫使背叛的儿子马哈雷斯自尽,并筹划翻越阿尔卑斯山进攻意大利;与此同时,在科尔基斯探访古迹的庞培击溃并降服了设伏的阿尔巴尼亚人与伊比利亚人联军。
ἐς τοσοῦτο παραδοξολογίας ἐπειγόμενος ὁ Μιθριδάτης ἐφικέσθαι ὅμως ἐπενόει,1 καὶ διώδευεν ἔθνη Σκυθικὰ καὶ πολεμικὰ καὶ ἀλλότρια πείθων ἢ βιαζόμενος· οὕτω καὶ φεύγων καὶ ἀτυχῶν αἰδέσιμος ἔτι καὶ φοβερὸς ἦν. ἡνιόχους μὲν οὖν δεχομένους αὐτὸν παρώδευεν, Ἀχαιοὺς δʼ ἐτρέψατο διώκων· οὓς ἀπὸ Τροίας ἐπανιόντας φασὶν ἐς τὸν Πόντον ὑπὸ χειμῶνος ἐκπεσεῖν, καὶ πολλὰ παθεῖν ὡς Ἕλληνας ὑπὸ βαρβάρων, πέμψαντας δʼ ἐπὶ ναῦς ἐς τὰς πατρίδας καὶ ὑπεροφθέντας μηνῖσαι τῷ Ἑλληνικῷ γένει, καὶ Σκυθικῶς ὅσους ἕλοιεν Ἑλλήνων καταθύειν, πρῶτα μὲν ἅπαντας ὑπʼ ὀργῆς, σὺν χρόνῳ δὲ τοὺς καλλίστους αὐτῶν μόνους, μετὰ δὲ τοὺς κληρουμένους. καὶ τάδε μὲν περὶ Ἀχαιῶν τῶν Σκυθικῶν· ὁ δὲ Μιθριδάτης ἐς τὴν Μαιῶτιν ἐμβαλών, ἧς εἰσὶ πολλοὶ δυνάσται, πάντων αὐτὸν κατὰ κλέος ἔργων τε καὶ ἀρχῆς, καὶ δυνάμεως ἔτι οἱ παρούσης ἀξιολόγου, δεχομένων τε καὶ παραπεμπόντων, καὶ δῶρα πολλὰ φερόντων καὶ κομιζομένων ἕτερα, ὁ δὲ καὶ συμμαχίαν αὐτοῖς ἐτίθετο,2 ἐπινοῶν ἕτερα καινότερα, διὰ Θρᾴκης ἐς Μακεδονίαν καὶ διὰ Μακεδόνων ἐς Παίονας ἐμβαλὼν ὑπερελθεῖν ἐς τὴν Ἰταλίαν τὰ Ἄλπεια ὄρη· γάμους τε θυγατέρων ἐπὶ τῇδε τῇ συμμαχίᾳ τοῖς δυνατωτέροις αὐτῶν ἠγγύα. Μαχάρης δʼ αὐτὸν ὁ παῖς πυνθανόμενος ὁδόν τε τοσαύτην ὀλίγῳ χρόνῳ καὶ ἄγρια ἔθνη καὶ τὰ καλούμενα κλεῖθρα Σκυθῶν, οὐδενί πω γεγονότα περατά, διοδεῦσαι, πρέσβεις μέν τινας ἐς αὐτὸν ἔπεμπεν ἀπολογησομένους ὡς ἀνάγκῃ θεραπεύσειε Ῥωμαίους, ὀργὴν δὲ ἄκρον εἰδὼς ἔφευγεν ἐς τὴν ἐν τῷ Πόντῳ χερρόνησον, τὰς ναῦς διαπρήσας, ἵνα μὴ διώξειεν αὐτὸν ὁ πατήρ. ἑτέρας δʼ ἐπιπέμψαντος ἐκείνου, προλαβὼν ἑαυτὸν ἔκτεινεν. ὁ δὲ Μιθριδάτης αὐτοῦ τῶν φίλων οὓς μὲν αὐτὸς ἐς τὴν ἀρχὴν ἀπιόντι ἐδεδώκει, πάντας ἔκτεινε, τοὺς δὲ τοῦ παιδὸς ἀπαθεῖς ὡς ὑπηρέτας ἰδίου φίλου γενομένους ἀφῆκεν.
米特拉达梯面对如此不可思议的宏图大略,仍决意予以实施,他在好战且敌对的斯基泰诸部族中穿行,或施以劝诱,或施以强力;即便在流亡和落魄之中,他依然令人敬畏。那些接纳他的赫尼奥基人,他只是借道而过,而阿开亚人则被他追击并击溃。相传这批阿开亚人是在从特洛伊归途中遭遇风暴漂流至蓬托斯的,因身为希腊人而遭受了异族人的百般折磨;他们曾遣使回故土求取船只,却遭到冷遇,因而对希腊全民族怀恨在心,遂依照斯基泰的风俗,凡捕获希腊人便将其作为祭品献祭给神明——起初出于愤怒将捕获者尽数处死,随着时间推移仅献祭其中最俊美者,后来则仅献祭抽签选中者。关于斯基泰的阿开亚人便止于此。米特拉达梯进入拥有众多首领的迈奥提斯湖地区后,众人仰慕其勋业与王权之盛名,加之他麾下尚有一支可观的军队,纷纷前来迎接护送,送来众多礼物,并换取其他回礼;他甚至与他们结成同盟,构想出更加新奇大胆的计策:穿越色雷斯进入马其顿,再经由马其顿人地区深入培奥尼亚,继而翻越阿尔卑斯山攻入意大利;为了达成这桩同盟,他还许诺将自己的女儿们嫁给其中最为强盛的首领。然而其子马哈雷斯得知父亲竟在极短时间内穿过了如此遥远的距离、凶悍的部族以及此前从未有人能够通过的所谓‘斯基泰要冲’,便派遣使者前往,辩称自己依附罗马人乃出于无奈;但他深知父亲怒火冲天,遂焚毁船只,逃往蓬托斯的一处半岛,以免父亲追击。而当父亲派其他船只追来时,他抢先一步自尽身亡。米特拉达梯将其子当年赴任领地时由自己委派的所有朋友尽数处死,但对于属于其子的〔朋友〕,因他们是充当私人朋友的随从,便宽免释放了他们。
καὶ τάδε μὲν ἦν ἀμφὶ τὸν Μιθριδάτην, ὁ δὲ Πομπήιος αὐτὸν εὐθὺς μὲν ἐπὶ τῇ φυγῇ μέχρι Κόλχων ἐδίωξε, μετὰ δέ, οὐδαμὰ δόξας αὐτὸν οὔτε τὸν Πόντον οὔτε τὴν Μαιώτιδα λίμνην περιελεύσεσθαι, οὐδὲ μεγάλοις ἔτι πράγμασιν ἐγχειρήσειν ἐκπεσόντα, τοὺς Κόλχους ἐπῄει καθʼ ἱστορίαν τῆς Ἀργοναυτῶν καὶ Διοσκούρων καὶ Ἡρακλέους ἐπιδημίας, τὸ πάθος μάλιστα ἰδεῖν ἐθέλων ὃ Προμηθεῖ φασὶ γενέσθαι περὶ τὸ Καύκασον ὄρος. χρυσοφοροῦσι δʼ ἐκ τοῦ Καυκάσου πηγαὶ πολλαὶ ψῆγμα ἀφανές· καὶ οἱ περίοικοι κῴδια τιθέντες ἐς τὸ ῥεῦμα βαθύμαλλα, τὸ ψῆγμα ἐνισχόμενον αὐτοῖς ἐκλέγουσιν. καὶ τοιοῦτον ἦν ἴσως καὶ τὸ χρυσόμαλλον Αἰήτου δέρος. τὸν οὖν Πομπήιον ἐπὶ τῇ ἱστορίᾳ ἀνιόντα οἱ μὲν ἄλλοι παρέπεμπον, ὅσα ἔθνη γείτονα· Ὀροίζης δʼ ὁ τῶν Ἀλβανῶν βασιλεὺς καὶ Ἀρτώκης ὁ Ἰβήρων ἑπτὰ μυριάσιν ἐλόχων ἀμφὶ τὸν Κύρτον ποταμόν, ὃς δώδεκα στόμασι πλωτοῖς ἐς τὴν Κασπίαν θάλασσαν ἐρεύγεται, πολλῶν ἐς αὐτὸν ἐμβαλόντων ποταμῶν, καὶ μεγίστου πάντων Ἀράξου. αἰσθόμενος δὲ τῆς ἐνέδρας ὁ Πομπήιος τὸν ποταμὸν ἐζεύγνυ, καὶ τοὺς βαρβάρους συνελάσας ἐς λόχμην βαθεῖαν (ὑλομαχῆσαι δʼ εἰσὶ δεινοί, κρυπτόμενοί τε καὶ ἐπιόντες ἀφανῶς) αὐτῇ λόχμῃ τὸν στρατὸν περιστήσας ἐνέπρησε,3 καὶ τοὺς ἐκφεύγοντας ἐδίωκεν, ἕως ἅπαντες ὅμηρά τε καὶ δῶρα ἤνεγκαν. καὶ ἐθριάμβευσεν ἐς Ῥώμην καὶ ἀπὸ τῶνδε. πολλαὶ δὲ ἔν τε τοῖς ὁμήροις καὶ τοῖς αἰχμαλώτοις ηὑρέθησαν γυναῖκες, οὐ μείονα τῶν ἀνδρῶν τραύματα ἔχουσαι· καὶ ἐδόκουν Ἀμαζόνες εἶναι, εἴτε τι ἔθνος ἐστὶν αὐτοῖς γειτονεῦον αἱ Ἀμαζόνες, ἐπίκλητοι τότε ἐς συμμαχίαν γενόμεναι, εἴτε τινὰς πολεμικὰς ὅλως γυναῖκας οἱ τῇδε βάρβαροι καλοῦσιν Ἀμαζόνας.
米特拉达梯这方面的情况便是如此。而庞培在米特拉达梯溃逃之初一直追击至科尔基斯,但随后断定他绝不可能绕过蓬托斯或迈奥提斯湖,一个丧家之犬亦不可能再行图谋大业,便借探访阿尔戈英雄、狄奥斯库里兄弟及赫拉克勒斯巡历遗迹之名巡游科尔基斯,尤其极欲亲眼看看相传普罗米修斯在高加索山脉遭受磨难的所在。高加索有许多泉水冲刷出肉眼难察的金屑,当地居民将厚毛的羊皮置于激流中,搜集附着在上面的金粉;埃厄忒斯的金羊毛大概亦是此类产物。庞培循着古迹寻访前进时,其余邻近部族皆为之伴从护送;然而阿尔巴尼亚国王奥罗伊泽斯与伊比利亚国王阿尔托克西斯却率领七万人设伏于屈尔托斯河畔,该河有许多河流汇入(其中最大的是阿拉克塞斯河),由十二处可通航的河口注入里海。庞培察觉到了伏兵,遂在河上架桥,将蛮族逼入一片茂密的树丛中(他们擅长丛林战,善于隐蔽并进行暗袭),庞培命军队将整片树丛团团围住并纵火焚烧,四处追杀逃窜之敌,直至所有人交出人质并献上贡赋。庞培亦因这些战功而在罗马举行了凯旋式。在人质与战俘之中发现了许多妇人,她们身上所受的创伤丝毫不逊于男子;人们以为她们是亚马逊人,不知亚马逊人是邻近部族且当时被征召助战,还是当地蛮族将所有善战的女子皆统称为亚马逊人。
- 15102ἐς τοσοῦτο παραδοξολογίας ἐπειγόμενος ὁ Μιθριδάτης ἐφικέσθαι ὅμως ἐπενόει
介词短语 ἐς τοσοῦτο παραδοξολογίας 依存于不定式 ἐφικέσθαι(“达成、达到”),由表示程度的中性代词 τοσοῦτο 与部分属格 παραδοξολογίας 构成。句子的核心骨架为:分词短语 ἐς τοσοῦτο παραδοξολογίας ἐπειγόμενος + 主语 ὁ Μιθριδάτης + 副词 ὅμως + 不定式 ἐφικέσθαι + 主动词 ἐπενόει。修饰成分前置构成了倒装(hyperbaton)。
- 15102πάντων αὐτὸν κατὰ κλέος ἔργων τε καὶ ἀρχῆς, καὶ δυνάμεως ἔτι οἱ παρούσης ἀξιολόγου, δεχομένων τε καὶ παραπεμπόντων, καὶ δῶρα πολλὰ φερόντων καὶ κομιζομένων ἕτερα, ὁ δὲ καὶ συμμαχίαν αὐτοῖς ἐτίθετο
此句属于破格结构(anacoluthon):长大的独立属格结构(πάντων ... δεχομένων τε καὶ παραπεμπόντων, καὶ ... φερόντων καὶ κομιζομένων)内嵌入了宾格代词 αὐτὸν(作为分词的宾语),而在后方的主句中又通过复指代词 ὁ δέ 重新引入主语。独立属格内部的 δυνάμεως ... παρούσης 构成了嵌套的独立属格表示原因,οἱ 则是与格代词,表示“对他而言/属于他的”。
- 15103αὐτῇ λόχμῃ τὸν στρατὸν περιστήσας ἐνέπρησε
αὐτῇ λόχμῃ 既可理解为表示伴随或整体的与格(“连同树丛本身一同焚毁”),亦可理解为复合分词 περιστήσας(“将……环绕布置于”)所支配的与格补足语(“将军队布置于树丛四周”)。结合战术语境,庞培先命军队包围树丛随后纵火,因此将其视为 περιστήσας 所引出的与格最为自然,αὐτῇ 起强调作用(“树丛本身”)。
