← 阿庇安

米特拉达梯战争

§11-14

比提尼亚的起源与普鲁西亚斯王的作为

在概述了关于比提尼亚名称及起源的诸种传说之后,本段记述了普鲁西亚斯国王在珀尔修斯战争期间保持中立并在罗马将领面前表现卑屈的轶事,随后叙述了他对阿塔罗斯的侵略以及企图暗杀儿子尼科墨德斯的阴谋破产。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11

Θρᾷκας Ἕλληνες ἡγοῦνται, τοὺς ἐς Ἴλιον μετὰ Ῥήσου στρατεύσαντας, Ῥήσου νυκτὸς ὑπὸ Διομήδους ἀναιρεθέντος ὃν τρόπον Ὅμηρος ἐν τοῖς ἔπεσι φράζει, φεύγοντας ἐπὶ τοῦ Πόντου τὸ στόμα, ᾗ στενώτατός ἐστιν ἐς Θρᾴκην ὁ διάπλους, οἱ μὲν οὐκ ἐπιτυχόντας πλοίων τῇδε καταμεῖναι καὶ τῆς γῆς κρατῆσαι Βεβρυκίας λεγομένης, οἱ δὲ περάσαντας1 ὑπὲρ τὸ Βυζάντιον ἐς τὴν Θρᾳκῶν τῶν Βιθυνῶν λεγομένων παρὰ Βιθύαν ποταμὸν οἰκῆσαι, καὶ λιμῷ πιεσθέντας ἐς Βεβρυκίαν αὖθις ἐπανελθεῖν, καὶ Βιθυνίαν ἀντὶ Βεβρυκίας, ἀπὸ τοῦ ποταμοῦ παρʼ ὃν ᾤκουν, ὀνομάσαι, ἢ καὶ τὸ ὄνομα αὐτοῖς ἀλόγως σὺν χρόνῳ παρατραπῆναι, οὐκ ἐς πολὺ τῆς Βιθυνίας παρὰ τὴν Βεβρυκίαν διαφερούσης. ὧδε μὲν ἔνιοι νομίζουσιν, ἕτεροι δὲ Βίθυν ἄρξαι πρῶτον αὐτῶν, παῖδα Διός τε καὶ Θρᾴκης, οὓς ἐπωνύμους ἑκατέρᾳ γῇ γενέσθαι.

希腊人认为,曾随瑞索斯远征伊利昂的色雷斯人——在瑞索斯如荷马在史诗中所记述的那样在夜间被狄俄墨得斯斩杀之后——逃向黑海海口,那里是通往色雷斯渡口最狭窄之处;其中一些人认为,由于未能找到船只,他们留在当地并控制了被称为柏布律客亚的土地;另一些人则认为,他们渡过拜占庭以远,定居在被称为比提尼亚人的色雷斯人之中,位于比提亚斯河畔,后因受饥荒所迫,再次返回柏布律客亚,并以他们曾居住其旁的河流之名,改柏布律客亚为比提尼亚,或者也可能是随着时间的推移,他们的名称无端发生了演变,因为比提尼亚与柏布律客亚并无太大差别。有些人持此看法,而另一些人则认为,宙斯与色雷斯的儿子比提斯首先统治了他们,他们〔比提斯与色雷斯〕成为了两块土地的名称来源。

§12

τάδε μὲν οὖν μοι προλελέχθω περὶ Βιθυνίας· τῶν δὲ πρὸ Ῥωμαίων αὐτῆς βασιλέων, ἐννέα καὶ τεσσαράκοντα ἐφεξῆς γενομένων, ὅτου μοι μάλιστα μνημονεῦσαι προσήκει τὰ Ῥωμαίων συγγράφοντι, Προυσίας ἦν ὁ κυνηγὸς ἐπίκλησιν, ᾧ Περσεὺς ὁ Μακεδόνων βασιλεὺς τὴν ἀδελφὴν ἠγγύησεν. καὶ οὐ πολὺ ὕστερον Περσέως καὶ Ῥωμαίων ἐς χεῖρας ἐπʼ ἀλλήλους ἰόντων, ὁ Προυσίας οὐδετέροις συνεμάχει. Περσέως δʼ ἁλόντος ἀπήντησε τοῖς Ῥωμαίων στρατηγοῖς εἷμά τε Ῥωμαϊκὸν ἀμπεχόμενος, ὃ καλοῦσι τήβεννον, καὶ ὑποδήματα ἔχων Ἰταλικά, τὴν κεφαλὴν ἐξυρημένος καὶ πῖλον ἐπικείμενος, ᾧ τρόπῳ τινὲς προΐασι τῶν ἐν διαθήκαις ἐλευθερωθέντων, αἰσχρὸς ὢν καὶ τἆλλα ὀφθῆναι καὶ βραχύς. ἐντυχὼν δʼ αὐτοῖς ἔφη ῥωμαϊστὶ τῷ ῥήματι Ῥωμαίων εἰμὶ λίβερτος, ὅπερ ἐστὶν ἀπελεύθερος. γέλωτα δὲ παρασχὼν ἐς Ῥώμην ἐπέμφθη, καὶ φανεὶς κἀνταῦθα γελοῖος ἔτυχε συγγνώμης.

关于比提尼亚,就先作为序言叙述至此。在罗马人统治之前的该地四十九位历代国王中,对于撰写罗马历史的我来说最值得提及的,是绰号为“猎人”的普鲁西亚斯,马其顿国王珀尔修斯曾将妹妹许配给他。此后不久,珀尔修斯与罗马人兵戎相见,普鲁西亚斯未曾协助任何一方。在珀尔修斯被俘后,他前去晋见罗马将领,身上披着被称为托加的罗马式外袍,脚穿意大利式鞋履,剃光了头并戴着皮勒乌斯帽——如同某些在遗嘱中被释放的奴隶出行时的装束一般——他本来就相貌丑陋且身材矮小。晋见将领们时,他用拉丁语的原话说: “我是罗马人的被释奴隶,”其意即获释自由人。在引人发笑之后,他被送往罗马,在那里同样显得滑稽可笑,并因此获得了宽恕。

§13

χρόνῳ δʼ ὕστερον Ἀττάλῳ τι χαλεπήνας, τῷ Βασιλεῖ τῆς Ἀσίας τῆς περὶ τὸ Πέργαμον, τὴν γῆν ἐδῄου τὴν Ἀσιάδα. μαθοῦσα δʼ ἡ Ῥωμαίων βουλὴ προσέπεμπε τῷ Προυσίᾳ μὴ πολεμεῖν Ἀττάλῳ, φίλῳ Ῥωμαίων ὄντι καὶ συμμάχῳ. καὶ δυσπειθῶς ἔτι ἔχοντι οἱ πρέσβεις μετʼ ἀνατάσεως προσέτασσον πείθεσθαι τοῖς ὑπὸ τῆς συγκλήτου λεγομένοις, καὶ ἥκειν μετὰ χιλίων ἱππέων ἔς τι μεθόριον ἐπὶ συνθήκαις, ἔνθα καὶ τὸν Ἄτταλον ἔφασαν περιμένειν μετὰ τοσῶνδε ἑτέρων. ὁ δʼ ὡς ὀλίγων τῶν σὺν Ἀττάλῳ καταφρονήσας, καὶ ἐλπίσας αὐτὸν ἐνεδρεύσειν, προύπεμπε τοὺς πρέσβεις ὡς μετὰ χιλίων ἑπόμενος, πάντα δʼ ἀναστήσας τὸν στρατὸν ἦγεν ὡς ἐς μάχην. Ἀττάλου δὲ καὶ τῶν πρέσβεων αἰσθομένων τε καὶ διαφυγόντων ᾗ δυνατὸς αὐτῶν ἐγίγνετο ἕκαστος, ὁ δὲ καὶ τῶν σκευοφόρων τῶν Ῥωμαϊκῶν ὑπολειφθέντων ἥπτετο, καὶ χωρίον τι Νικηφόριον ἐξελὼν κατέσκαπτε, καὶ τοὺς ἐν αὐτῷ νεὼς ἐνεπίμπρη, Ἄτταλόν τε ἐς τὸ Πέργαμον συμφυγόντα ἐπολιόρκει, μέχρι καὶ τῶνδε οἱ Ῥωμαῖοι πυθόμενοι πρέσβεις ἑτέρους ἔπεμπον, οἳ τὸν Προυσίαν ἐκέλευον Ἀττάλῳ τὰς βλάβας ἀποτῖσαι. τότε οὖν καταπλαγεὶς ὁ Προυσίας ὑπήκουσε καὶ ἀνεχώρει. ποινὴν δὲ τῶν πρέσβεων ὁρισάντων αὐτὸν ἐσενεγκεῖν Ἀττάλῳ ναῦς καταφράκτους εἴκοσιν αὐτίκα καὶ ἀργυρίου σὺν χρόνῳ τάλαντα πεντακόσια, τάς τε ναῦς ἔδωκε καὶ τὰ χρήματα ἐν τῷ χρόνῳ συνέφερεν.

过了些时候,他因某事对帕加马周边的小亚细亚国王阿塔罗斯怀怒,便蹂躏了亚细亚的土地。罗马元老院得知此事后,派遣使者去见普鲁西亚斯,令其不得向罗马人的朋友与盟友阿塔罗斯开战。见其仍有抗拒之意,使者们严厉威吓,命令他服从元老院的指示,并率领一千名骑兵前往某处边界订立条约,使者称阿塔罗斯亦将率同等兵力在那里等候。但他因阿塔罗斯随从人数稀少而生轻慢之心,并希望能设伏袭击,便打发使者先行,伪装成仅率一千骑兵尾随其后,却调动全部军队作交战态势进发。阿塔罗斯与使者们察觉此事并各自尽力逃脱,普鲁西亚斯甚至抢夺了被遗留下的罗马军辎重,攻占并夷平了名为尼凯福里昂的要塞,焚毁了其中的神庙,并围困了逃入帕加马的阿塔罗斯,直至罗马人获悉这些变故,派遣了其他使者命令普鲁西亚斯向阿塔罗斯赔偿损失。此时普鲁西亚斯始感惊恐,遂遵命退兵。使者们裁定罚金,责令他立即向阿塔罗斯交付二十艘甲板战船,并在一段时间内交付五百塔兰同白银,他交付了战船,并在该期间内缴纳着款项。

§14

ὄντι δʼ αὐτῷ διὰ μίσους τοῖς ὑπηκόοις2 ἐπὶ ὠμότητι χαλεπῇ, Νικομήδης υἱὸς ἦν, πάνυ τοῖς Βιθυνοῖς ἀρέσκων· ὅπερ ὁ Προυσίας ὑφορώμενος ἐς Ῥώμην αὐτὸν βιοῦν μετεστήσατο. καὶ μαθὼν εὐδοκιμοῦντα κἀκεῖ, προσέταξε τῆς βουλῆς δεηθῆναι τῶν ἔτι ὀφειλομένων Ἀττάλῳ χρημάτων αὐτὸν ἀπολῦσαι. Μηνᾶν τε αὐτῷ συμπρεσβεύσοντα ἔπεμπε· καὶ εἴρητο τῷ Μηνᾷ, εἰ μὲν ἐπιτύχοι τῆς ἀφέσεως τῶν χρημάτων, ἔτι φείδεσθαι τοῦ Νικομήδους, εἰ δὲ ἀποτύχοι, κτείνειν αὐτὸν ἐν Ῥώμῃ. κερκούρους τέ τινας ἐς τοῦτο συνέπεμψεν αὐτῷ, καὶ δισχιλίους στρατιώτας. ὁ δὲ τῆς μὲν ζημίας οὐκ ἀφεθείσης τῷ Προυσίᾳ (Ἀνδρόνικος γὰρ ἐπιπεμφθεὶς ἐς ἀντιλογίαν ὑπὸ Ἀττάλου τὴν ζημίαν ἀπέφαινεν ἐλάττονα τῆς ἁρπαγῆς), τὸν δὲ Νικομήδη λόγου καὶ σπουδῆς ἄξιον ὁρῶν, ἠπόρητο, καὶ οὔτε κτείνειν αὐτὸν ὑφίστατο οὔτε αὐτὸς ἐς Βιθυνίαν ἐπανιέναι διὰ δέος. ὅμως δʼ αὐτῷ βραδύνοντι συνεὶς ὁ νεανίσκος ἐς λόγους ἦλθεν, ἐθέλοντι κἀκείνῳ.3 συνθέμενοι δʼ ἐπιβουλεῦσαι τῷ Προυσίᾳ, τὸν Ἀττάλου πρεσβευτὴν Ἀνδρόνικον ἐς τὸ ἔργον προσέλαβον, ἵνα τὸν Ἄτταλον πείσειε τὸν Νικομήδη καταγαγεῖν ἐς Βιθυνίαν. ἀναμείναντες δʼ ἀλλήλους ἐν τῇ Βερνίκῃ, πολισματίῳ τινὶ τῆς Ἠπείρου, νυκτὸς ἐσβάντες ἐς ναῦν ἅ τε δέοι ποιεῖν συνετίθεντο, καὶ διελύθησαν ἔτι νυκτός.

普鲁西亚斯因严苛残酷而遭臣民深恨,但他有个儿子尼科墨得斯,深受比提尼亚人喜爱;普鲁西亚斯对此心怀猜忌,遂将他迁往罗马居住。得知他在罗马亦深得众望后,普鲁西亚斯命他向元老院请求免除仍欠阿塔罗斯的赔款。他还派遣墨纳斯作为使节与其同行;并且吩咐墨纳斯,若能求得款项的免除,便仍放过尼科墨得斯,若未能求得,便在罗马将他杀死。为此他还为墨纳斯配给了一些轻型船只和两千名士兵。然而当罚金未能免除时——因阿塔罗斯派来答辩的安德罗尼科斯证明罚金少于掠夺所得——墨纳斯见尼科墨得斯值得敬重与热忱相待,进退维谷,既不敢承担杀害他的责任,又因恐惧不敢擅自返回比提尼亚。但在他迟疑之际,青年尼科墨得斯察觉到了端倪,便与墨纳斯交涉,墨纳斯亦欣然应允。他们商定图谋推翻普鲁西亚斯,并拉拢了阿塔罗斯的使者安德罗尼科斯加入此事,以便他说服阿塔罗斯送尼科墨得斯返回比提尼亚。他们在伊庇鲁斯的一个名为贝尔尼凯的小城镇会合,夜间登上一艘船,商定了应当采取的行动,并在拂晓前各自散去。

语法注3 条
  1. 11οἱ μὲν οὐκ ἐπιτυχόντας πλοίων τῇδε καταμεῖναι καὶ τῆς γῆς κρατῆσαι ... οἱ δὲ περάσαντας

    由主句动词 ἡγοῦνται(“认为”)支配的间接引语结构。不定式句的逻辑主语为宾格分词短语 τοὺς ... στρατεύσαντας ... φεύγοντας(“随同出征并逃亡者”),但句中插入了主格的部分同位语 οἱ μὲν ... οἱ δὲ(“一些人……另一些人……”)以引出不同说法。尽管插入了主格成分,与不定式主语呼应的分词仍保持宾格(οὐκ ἐπιτυχόντας, περάσαντας)。

  2. 14ὄντι δʼ αὐτῷ διὰ μίσους τοῖς ὑπηκόοις

    由介词 διὰ 与属格名词 μίσους 构成的述谓性习语 διὰ μίσους εἶναί τινι,意为“为某人所憎恨”。与格代词 αὐτῷ 是主句 Νικομήδης υἱὸς ἦν(“他有一个儿子尼科墨德斯”)的领属与格,而 τοῖς ὑπηκόοις 则是表示憎恨主体(“受臣民憎恨”)的与格。

  3. 14ὅμως δʼ αὐτῷ βραδύνοντι συνεὶς ὁ νεανίσκος ἐς λόγους ἦλθεν, ἐθέλοντι κἀκείνῳ

    αὐτῷ βραδύνοντι(“见其迟疑”)与分词 συνεὶς(“察觉”)连用,采用与格结构表明察觉的对象与状态。句末的 ἐθέλοντι κἀκείνῳ(“因彼亦有此意”)是伴随状况分词,与前述与格代词 αὐτῷ(指墨纳斯)保持性数格一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg014.humanitext-grc2:11-14