- 底本
- Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg014.humanitext-grc2:1493-1494
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
由于海盗在地中海全域的劫掠愈演愈烈并导致罗马陷入饥荒与耻辱,罗马人授予庞培前所未有的全权指挥权,庞培将海区划分为若干防区并交由二十五位副将统辖,构建起全面的合围防线。
ὥστε πολλαὶ τάχιστα αὐτῶν μυριάδες ἦσαν, καὶ οὐ μόνης ἔτι τῆς ἑῴας θαλάσσης ἐκράτουν, ἀλλὰ καὶ τῆς ἐντὸς Ἡρακλείων στηλῶν ἁπάσης· καὶ γάρ τινας ἤδη Ῥωμαίων στρατηγοὺς ναυμαχίᾳ ἐνενικήκεσαν, ἄλλους τε καὶ τὸν τῆς Σικελίας περὶ αὐτῇ Σικελίᾳ. ἄπλωτά τε ἤδη πάντα ἦν, καὶ ἡ γῆ τῶν ἔργων ἐνδεὴς διὰ τὴν ἀνεπιμιξίαν. ἥ τε πόλις ἡ Ῥωμαίων ᾔσθετο μάλιστα τοῦ κακοῦ, τῶν τε ὑπηκόων σφίσι καμνόντων, καὶ αὐτοὶ διὰ πλῆθος ἴδιον ἐπιπόνως λιμώττοντες.1 τὸ δʼ ἔργον αὐτοῖς ἐφαίνετο μέγα καὶ δυσχερές, ἐξελεῖν τοσάδε στρατόπεδα ἀνδρῶν ναυτικῶν, μεμερισμένα μὲν ἐς πᾶσαν ἐν κύκλῳ γῆν καὶ θάλασσαν, κοῦφα δὲ ταῖς κατασκευαῖς ἐς τὸ ὑποφεύγειν, οὐκ ἐκ πατρίδων ἢ φανερᾶς χώρας ὁρμώμενα, οὐδʼ οἰκεῖον οὐδὲν ἢ ἴδιον ἀλλʼ ἀεὶ τὸ προστυχὸν ἔχοντα. ὥστε πολὺς ὢν ὁ τοῦδε τοῦ πολέμου παράλογος, ἔννομον οὐδὲν ἔχοντος οὐδὲ βέβαιον οὐδὲ φανερόν, ἀμηχανίαν ὁμοῦ καὶ φόβον εἰργάζετο. Μουρήνας τε ἐγχειρήσας αὐτοῖς οὐδὲν ἐξείργαστο μέγα. ἀλλʼ οὐδὲ Σερουίλιος Ἰσαυρικὸς ἐπὶ τῷ Μουρήνᾳ, ἀλλʼ ἤδη καὶ τῆς γῆς τῆς Ἰταλικῆς τοῖς παραλίοις, ἀμφί τε τὸ Βρεντέσιον καὶ τὴν Τυρρηνίαν, ἐπέβαινον οἱ λῃσταὶ σὺν καταφρονήσει, καὶ γύναια παροδεύοντα τῶν εὐπατριδῶν καὶ δύο στρατηγοὺς αὐτοῖς σημείοις2 συνηρπάκεσαν.
因此,他们的人数极快地达到了数十万之众,不再仅掌握着东部海域,而且控制了赫拉克勒斯之柱以内的全部海面;因为他们甚至已经在海战中击败过几位罗马将领,其中包括在西西里附近击败了西西里总督。整个海域已无法航行,土地也因交往断绝而荒芜无人耕作。罗马城最为深切地体会到了这一灾祸,属民饱受困苦,而他们自身也因本邦人口众多而忍受着极度难捱的饥荒。然而在他们看来,消灭如此众多的航海武装队伍是一项浩大而艰巨的任务,因为他们分散在周围的所有陆地与海洋上,装备轻捷以便随时逃遁,既不出自特定的祖国或固定的疆域,也没有任何私有或固定的产业,而是无论碰上何物便随手取用。因此,这场战争极大的不可预测性——由于它毫无章法、无所固定亦无形迹可循——同时引发了束手无策与恐慌。穆雷纳曾对他们发起进攻却毫无建树;穆雷纳之后的塞尔维利乌斯·伊萨乌里库斯亦复如是;相反,海盗们甚至已经带着蔑视登陆意大利本土沿岸,在布伦迪西乌姆和伊特鲁里亚一带出没,掳掠了沿路通行的贵族妇女以及两位法务官连同其职权徽标。
ὧν οὔτε τὴν βλάβην οὔτε τὴν αἰσχύνην ἔτι φέροντες οἱ Ῥωμαῖοι τὸν τότε σφῶν ἐπὶ δόξης ὄντα μεγίστης Γναῖον Πομπήιον αἱροῦνται νόμῳ στρατηγὸν ἐπὶ τριετὲς αὐτοκράτορα εἶναι θαλάσσης τε ἁπάσης ἣ στηλῶν Ἡρακλείων ἐντός ἐστι, καὶ γῆς ἀπὸ θαλάσσης ἐπὶ σταδίους τετρακοσίους ἄνω. βασιλεῦσί τε καὶ δυνάσταις καὶ ἔθνεσι καὶ πόλεσι πάσαις ἐπέστελλον ἐς πάντα συλλαμβάνειν τῷ Πομπηίῳ, καὶ αὐτῷ στρατιὰν καταλέγειν ἔδοσαν καὶ χρήματα ἀγείρειν. συνέπεμψαν δὲ καὶ παρὰ σφῶν στρατὸν πολὺν ἐκ καταλόγου, καὶ ναῦς ὅσας εἶχον, καὶ χρημάτων ἐς ἑξακισχίλια τάλαντα Ἀττικά. οὕτω μέγα καὶ δυσεργὲς ἡγοῦντο εἶναι τοσῶνδε κρατῆσαι στρατοπέδων, ἐν τοσῇδε θαλάσσῃ καὶ μυχοῖς τοσοῖσδε διαλανθανόντων τε εὐμαρῶς καὶ ὑποχωρούντων ῥᾳδίως καὶ ἐμπιπτόντων αὖθις ἀφανῶς. ἀνήρ τε οὐδείς πω πρὸ τοῦ Πομπηίου ἐπὶ τοσήνδε ἀρχὴν αἱρεθεὶς ὑπὸ Ῥωμαίων ἐξέπλευσεν, ᾧ στρατιὰ μὲν αὐτίκα ἦν ἐν δώδεκα μυριάσι πεζῶν καὶ ἱππεῖς τετρακισχίλιοι, νῆες δὲ σὺν ἡμιολίαις ἑβδομήκοντα καὶ διακόσιαι, ὑπηρέται δʼ ἀπὸ τῆς βουλῆς, οὓς καλοῦσι πρεσβευτάς, πέντε καὶ εἴκοσιν· οἷς ὁ Πομπήιος ἐπιδιῄρει τὴν θάλασσαν, καὶ ναῦς ἐδίδου καὶ ἱππέας ἑκάστῳ καὶ στρατὸν πεζόν, καὶ στρατηγίας σημεῖα περικεῖσθαι,3 ἵνʼ αὐτοκράτωρ ἐντελὴς οὗ πιστεύοιτο μέρους ἕκαστος ὑπάρχοι, αὐτὸς δʼ, οἷα δὴ βασιλεὺς βασιλέων, αὐτοὺς περιθέοι καὶ ἐφορῴη μένοντας ἐφʼ ὧν ἐτάχθησαν, μηδὲ μεταδιώκων τοὺς λῃστὰς περιφέροιτο ἐξ ἔργων ἀτελῶν ἔτι ὄντων ἐς ἕτερα, ἀλλʼ εἶεν οἱ πανταχόθεν αὐτοῖς ἀπαντῶντές τε καὶ τὰς ἐς ἀλλήλους διαδρομὰς ἀποκλείοντες.
罗马人既不能再忍受这种损失,也不能再忍受这种耻辱,便依法选派当时在他们当中享有最高声誉的格奈乌斯·庞培,担任赫拉克勒斯之柱以内所有海域以及自海向内陆延伸四百斯塔德土地的三年的全权统帅。他们向所有的君王、统治者、民族和城邦发出训令,要求在一切事务上协助庞培,并赋予他征集军队与筹措军饷的权力。他们还从本土派出大量按名册征召的军队、全部现存战船,以及高达六千阿提卡塔兰特的巨款。他们认为,要在如此广袤的大海和如此众多的深湾中制服如此众多的武装队伍,是极为庞大而困难的事情,因为海盗极易隐匿、轻捷退避,又总在暗中再度突袭。在庞培之前,从未有人被罗马人选派执掌如此庞大的统帅权而出航;他麾下随即拥有了十二万步兵和四千骑兵组成的军队,包括半双桨船在内的二百七十艘战船,以及二十五位来自元老院的助手,即被称为副将者。庞培将海域划分给他们,为每人分派战船、骑兵与步兵,并准许他们佩戴法务官的徽标,以便每个人在受托管辖的区域内都拥有完全的专决统帅权;而庞培本人则犹如万王之王,巡行各地,监督他们坚守各自受命防守的岗位,不至于因追逐海盗而从未竟的事务中被拖往他处,而是处处有人阻击海盗并切断其彼此间的往来策应。
- 1493καὶ αὐτοὶ διὰ πλῆθος ἴδιον ἐπιπόνως λιμώττοντες
该主格分词短语与前面的属格独立结构 τῶν τε ὑπηκόων σφίσι καμνόντων(当他们的属民饱受困苦之时)相对置,并通过按意义一致(constructio ad sensum)的修辞手法,将前文的主语 ἥ τε πόλις ἡ Ῥωμαίων(罗马城)视为复数的人(罗马人自身)。由于其逻辑主语与主句主语相同,此处不再延续属格独立结构,而是改用主格状语分词,并由阴性单数(πόλις)转为阳性复数。
- 1493αὐτοῖς σημείοις
带有代词 αὐτός 的伴随与格(associative dative),为一惯用表达,意为“连同其职权徽标(即法务官的法西斯等权威标志)一起”。
- 1494καὶ στρατηγίας σημεῖα περικεῖσθαι
不定式 περικεῖσθαι 由前述主动词 ἐδίδου(给予)支配,引申为“准许/赋予他们佩戴……”。该不定式短语与动词先前的名词宾语(ναῦς, ἱππέας, στρατόν)并列。
