- 底本
- Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg014.humanitext-grc2:1491-1492
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段记述卢库鲁斯对米特里达梯的战事未决而终并将战权移交庞培的背景,继而回顾了米特里达梯最初唆使的海盗势力如何在东地中海迅速崛起并实现高度军事化组织。
ὧδε μὲν δὴ καὶ ὁ Λευκόλλου πρὸς Μιθριδάτην πόλεμος ἐς οὐδὲν βέβαιον οὐδὲ κεκριμένον τέλος ἔληξεν· ἀφισταμένης γὰρ τῆς Ἰταλίας ἐνοχλούμενοι, καὶ λῃστευομένης τῆς θαλάσσης λιμῷ πιεζόμενοι, οὐκ ἐν καιρῷ σφίσιν ἡγοῦντο πολεμεῖν ἄλλον τοσόνδε πόλεμον, πρὶν τὰ ἐνοχλοῦντα διαθέσθαι. ὧν καὶ ὁ Μιθριδάτης αἰσθανόμενος ἐς Καππαδοκίαν ἐσέβαλε καὶ τὴν ἰδίαν ἀρχὴν ὠχύρου. καὶ τάδε αὐτὸν πράσσοντα οἱ Ῥωμαῖοι περιεώρων ἐφʼ ὅσον αὐτοῖς ἡ θάλασσα ἐκαθαίρετο. ὡς δʼ ἐκεκάθαρτο καὶ ὁ καθήρας Πομπήιος ἔτι ἦν ἐν Ἀσίᾳ, τὸν Μιθριδάτειον πόλεμον ἀνελάμβανον αὐτίκα, καὶ ἐπέστελλον καὶ τοῦδε τῷ Πομπηίῳ στρατηγῆσαι. διό μοι δοκεῖ μέρος ὄντα τῆς Πομπηίου στρατείας τὰ περὶ τὴν θάλασσαν αὐτῷ πρὸ Μιθριδάτου κατειργασμένα, καὶ ἐς οὐδεμίαν συγγραφὴν οἰκείαν ἄλλην ἀπαντῶντα, ἐς τόδε τὸ μέρος συναγαγεῖν τε καὶ ἐπιδραμεῖν,1 ὡς ἐγένετο.
于是,卢库鲁斯对米特里达梯的战争就这样既无稳固又无决断的结局而告终;因为罗马人受到意大利反叛的困扰,又因海盗劫掠海疆而饱受饥荒之苦,他们认为在处置好这些困扰之前,为自己展开另一场如此规模的战争并非合宜之时。米特里达梯察觉到了这一点,便侵入卡帕多细亚并巩固了自己的统治。只要罗马人的海上通道正在肃清之中,他们便对他的这些行径置之不理。但当海面已被肃清,而肃清海患的庞培仍滞留于亚细亚时,他们立刻重启了对米特里达梯的战争,并指令庞培兼任这场战争的统帅。因此在我看来,既然庞培在对付米特里达梯之前在海上建立的功绩是他这次军役的一部分,而且在其他任何恰当的专史中都未曾述及,那么将它们汇集到此处并简略回顾其始末,是恰当的。
Μιθριδάτης ὅτε πρῶτον Ῥωμαίοις ἐπολέμει καὶ τῆς Ἀσίας ἐκράτει, Σύλλα περὶ τὴν Ἑλλάδα πονουμένου, ἡγούμενος οὐκ ἐς πολὺ καθέξειν τῆς Ἀσίας, τά τε ἄλλα, ὥς μοι προείρηται, πάντα ἐλυμαίνετο, καὶ ἐς τὴν θάλασσαν πειρατὰς καθῆκεν, οἳ τὸ μὲν πρῶτον ὀλίγοις σκάφεσι καὶ μικροῖς οἷα λῃσταὶ περιπλέοντες ἐλύπουν, ὡς δὲ ὁ πόλεμος ἐμηκύνετο, πλέονες ἐγίγνοντο καὶ ναυσὶ μεγάλαις ἐπέπλεον. γευσάμενοι δὲ κερδῶν μεγάλων, οὐδʼ ἡττωμένου καὶ σπενδομένου τοῦ Μιθριδάτου καὶ ἀναχωροῦντος ἔτι ἐπαύοντο· οἱ γὰρ βίου καὶ πατρίδων διὰ τὸν πόλεμον ἀφῃρημένοι, καὶ ἐς ἀπορίαν ἐμπεσόντες ἀθρόαν, ἀντὶ τῆς γῆς ἐκαρποῦντο τὴν θάλασσαν, μυοπάρωσι πρῶτον καὶ ἡμιολίαις, εἶτα δικρότοις καὶ τριήρεσι κατὰ μέρη περιπλέοντες, ἡγουμένων λῃστάρχων οἷα πολέμου στρατηγῶν. ἔς τε ἀτειχίστους πόλεις ἐμπίπτοντες, καὶ ἑτέρων τὰ τείχη διορύττοντες ἢ κόπτοντες ἢ πολιορκίᾳ λαμβάνοντες, ἐσύλων· καὶ τοὺς ἄνδρας, οἷς τι πλέον εἴη, ἐς ναυλοχίαν ἐπὶ λύτροις ἀπῆγον. καὶ τάδε τὰ λήμματα, ἀδοξοῦντες ἤδη τὸ τῶν λῃστῶν ὄνομα,2 μισθοὺς ἐκάλουν στρατιωτικούς. χειροτέχνας τε εἶχον ἐπʼ ἔργοις δεδεμένους, καὶ ὕλην ξύλου καὶ χαλκοῦ καὶ σιδήρου συμφέροντες οὔποτε ἐπαύοντο· ἐπαιρόμενοι γὰρ ὑπὸ τοῦ κέρδους, καὶ τὸ λῃστεύειν οὐκ ἐγνωκότες ἔτι μεθεῖναι, βασιλεῦσι δʼ ἤδη καὶ τυράννοις ἢ στρατοπέδοις μεγάλοις ἑαυτοὺς ὁμοιοῦντες, καὶ νομίζοντες, ὅτε συνέλθοιεν ἐς τὸ αὐτὸ πάντες, ἄμαχοι γενήσεσθαι, ναῦς τε καὶ ὅπλα πάντα ἐτεκταίνοντο, μάλιστα περὶ τὴν τραχεῖαν λεγομένην Κιλικίαν, ἣν κοινὸν σφῶν ὕφορμον ἢ στρατόπεδον ἐτίθεντο εἶναι, φρούρια μὲν καὶ ἄκρας καὶ νήσους ἐρήμους καὶ ναυλοχίας ἔχοντες πολλαχοῦ, κυριωτάτας δὲ ἀφέσεις ἡγούμενοι τὰς περὶ τήνδε τὴν Κιλικίαν, τραχεῖάν τε καὶ ἀλίμενον οὖσαν καὶ κορυφαῖς μεγάλαις ἐξέχουσαν. ὅθεν δὴ καὶ πάντες ὀνόματι κοινῷ Κίλικες ἐκαλοῦντο, ἀρξαμένου μὲν ἴσως τοῦ κακοῦ παρὰ τῶν Τραχεωτῶν Κιλίκων, συνεπιλαβόντων δὲ Σύρων τε καὶ Κυπρίων καὶ Παμφύλων καὶ τῶν Ποντικῶν καὶ σχεδὸν ἁπάντων τῶν ἑῴων ἐθνῶν3 οἳ πολλοῦ καὶ χρονίου σφίσιν ὄντος τοῦ Μιθριδατείου πολέμου δρᾶν τι μᾶλλον ἢ πάσχειν αἱρούμενοι τὴν θάλασσαν ἀντὶ τῆς γῆς ἐπελέγοντο,
当米特里达梯最初与罗马人交战并控制亚细亚时,由于苏拉正在希腊一带苦战,他料想自己不能长久保有亚细亚,便如我先前所说的那样摧毁了其他一切,并放任海盗入海;海盗起初仅以少量小型船只像匪徒般游弋骚扰,但随着战争拖延,他们人数大增,并驾着大型战船进犯。尝到了巨大利益的滋味后,他们甚至在米特里达梯战败、订立和约并撤军之后也未曾停止;因为那些因战争而丧失生计和家园并陷入全面贫困的人,不再依靠土地,而是靠海洋为生,起初以轻捷快船和半双桨船,继而以双层桨战船和三层桨战船分队巡游,由海盗头领像战事将领一般率领。他们扑向没有城墙的城市,对其他城市则挖掘地道穿墙、撞击城垣或通过围攻将其攻克,劫掠一空;而那些较为富裕的男子,则被掳往他们的泊地索要赎金。他们此时耻于接受海盗之名,将这些掳获之物称为军饷。他们还役使被束缚劳作的手工业者,且从未停止搜集木材、青铜和铁等材料;因为他们为暴利所鼓舞,决意不再放弃劫掠,并已将自己比作君王、僭主或庞大的军队,且认为一旦全体会合在一处便将不可战胜,于是尤其在所谓“崎岖的基利家”一带建造了战船和各种武器,并将该地定为他们共同的避风泊地或大本营;他们虽然在许多地方拥有要塞、海角、荒岛和停泊处,但将这片基利家一带的据点视为最重要的出发基地,因为那里地势险峻、缺乏港口且高耸着险峻的山峰。正因如此,所有人通称为基利家人;这一祸患或许始于崎岖基利家的人,但叙利亚人、塞浦路斯人、潘菲利亚人、本都人以及几乎所有东方部族都参与其中,由于米特里达梯战争对他们而言规模庞大且旷日持久,他们宁愿作恶害人而不愿受人宰割,遂选择了大海而非陆地,
- 1491διό μοι δοκεῖ μέρος ὄντα τῆς Πομπηίου στρατείας τὰ περὶ τὴν θάλασσαν αὐτῷ πρὸ Μιθριδάτου κατειργασμένα, καὶ ἐς οὐδεμίαν συγγραφὴν οἰκείαν ἄλλην ἀπαντῶντα, ἐς τόδε τὸ μέρος συναγαγεῖν τε καὶ ἐπιδραμεῖν
非人称动词 δοκεῖ 与与格 μοι 搭配(意为“依我看/在我看来似乎合适”),统摄置于句末的不定词 συναγαγεῖν τε καὶ ἐπιδραμεῖν。不定词的直接宾语是 τὰ ... κατειργασμένα(所建功绩),而位于其前后的分词短语 μέρος ὄντα ... καὶ ... ἀπαντῶντα 则作宾语的补足或修饰成分,在性数格上(中性复数宾格)与宾语一致。长跨度的语序倒装(hyperbaton)使得宾语及其修饰从句插入在主导词与不定词之间。
- 1492ἀδοξοῦντες ἤδη τὸ τῶν λῃστῶν ὄνομα
动词 ἀδοξέω 通常用作不及物动词,意为“名声不佳”或“受鄙视”,但此处支配直接宾格补足语 τὸ τῶν λῃστῶν ὄνομα,采取了及物用法,意为“以……之名为耻”或“蔑视强盗的名号”。
- 1492ἀρξαμένου μὲν ἴσως τοῦ κακοῦ παρὰ τῶν Τραχεωτῶν Κιλίκων, συνεπιλαβόντων δὲ Σύρων τε καὶ Κυπρίων καὶ Παμφύλων καὶ τῶν Ποντικῶν καὶ σχεδὸν ἁπάντων τῶν ἑῴων ἐθνῶν
由 μὲν ... δέ 构成的并列属格绝对结构(genitive absolute)。前半句(ἀρξαμένου ... τοῦ κακοῦ)指出海患的发端,后半句(συνεπιλαβόντων δὲ ...)说明叙利亚、塞浦路斯等东方各族的联动参与和祸患的蔓延。复合动词 συνεπιλαμβάνω 在此表示“一同参与、协力”。
