- 底本
- Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg014.humanitext-grc2:1389-1390
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
特里阿利乌斯擅自夜袭米特里达梯却惨遭覆没,米特里达梯虽负伤仍整军夺取罗马营地。与此同时,罗马方面宣告追究卢库鲁斯的战争责任并遣散其军队,致使卢库鲁斯麾下除极贫者外全数溃散。
καὶ τότε μὲν ἀνεχώρουν ἑκάτεροι, ἀπαγγελλομένου δὲ Λευκόλλου προσιέναι,1 προλαβεῖν τὸ ἔργον ὁ Τριάριος ἐπειγόμενος ἔτι νυκτὸς ἐπεχείρει ταῖς Μιθριδάτου προφυλακαῖς. ἰσομάχου δʼ ἐς πολὺ τοῦ ἀγῶνος ὄντος, ὁ βασιλεὺς ἐς τὸ καθʼ αὑτὸν μέρος ἐπιβαρήσας ἔκρινε τὴν μάχην, καὶ διασπάσας τοὺς πολεμίους τὸ πεζὸν αὐτῶν κατέκλεισεν ἐς διώρυχα πηλοῦ, ἔνθα διεφθείροντο στῆναι μὴ δυνάμενοι. τοὺς δʼ ἱππέας ἀνὰ τὸ πεδίον ἐδίωκεν, ἐκθύμως τῇ φορᾷ τῆς εὐτυχίας καταχρώμενος, ἔστε τις αὐτὸν Ῥωμαῖος λοχαγός, οἷα θεράπων αὐτῷ συντροχάζων, ἐς τὸν μηρὸν ἐπάταξε ξίφει πληγὴν βαθεῖαν, οὐκ ἐλπίσας ἐς τὰ νῶτα διὰ τοῦ θώρακος ἐφίξεσθαι. καὶ τόνδε μὲν εὐθὺς οἱ πλησίον συνέκοπτον, ὁ δὲ Μιθριδάτης ἀπεφέρετο ὀπίσω, καὶ οἱ φίλοι τὴν στρατιὰν ἀπὸ νίκης λαμπρᾶς ἀνεκάλουν σὺν ἐπείξει βαρείᾳ. ἐνέπιπτε δὲ τοῖς μαχομένοις ἐπὶ τῷ παραλόγῳ τῆς ἀνακλήσεως θόρυβός τε καὶ ἀπορία, μή τι δεινὸν ἑτέρωθεν εἴη, μέχρι μαθόντες εὐθὺς ἐν τῷ πεδίῳ τὸ σῶμα περιίσταντο καὶ ἐθορύβουν, ἕως Τιμόθεος αὐτοῖς ὁ ἰατρός, ἐπισχὼν τὸ αἷμα, ἐπέδειξεν αὐτὸν ἐκ μετεώρου, οἷόν τι καὶ Μακεδόσιν ἐν Ἰνδοῖς, ὑπὲρ Ἀλεξάνδρου δεδιόσιν, ὁ Ἀλέξανδρος αὑτὸν ἐπὶ νεῶς θεραπευόμενον ἐπέδειξεν. ὁ δὲ Μιθριδάτης ὡς ἀνήνεγκεν, αὐτίκα τοῖς ἀνακαλέσασιν ἐκ τῆς μάχης κατεμέμφετο, καὶ τὸν στρατὸν αὐτῆς ἡμέρας ἦγεν αὖθις ἐπὶ τὸ Ῥωμαίων στρατόπεδον. οἱ δὲ καὶ ἐκ τοῦδε ἐπεφεύγεσαν ἤδη σὺν δέει. σκυλευομένων δὲ τῶν νεκρῶν ἐφαίνοντο χιλίαρχοι μὲν εἴκοσι καὶ τέσσαρες, ἑκατόνταρχοι δὲ πεντήκοντα καὶ ἑκατόν, ὅσον ἡγεμόνων πλῆθος οὐ ῥᾳδίως συνέπεσε Ῥωμαίοις ἐν ἥττῃ μιᾷ.
于是当时双方各自退兵;但当卢库鲁斯逼近的消息传来时,特里阿利乌斯急于抢先建立战功,仍在夜间便袭击了米特里达梯的前哨。战事长时期势均力敌,但国王以全力压向自己所在的一方,决定了胜负,并在冲破敌阵后,将对方步兵围困于一处泥泞的深壕之中,敌军因立足不稳而在那里覆没。他狂热地乘胜追击,在原野上追逐对方骑兵,直到一名罗马百夫长佯装随从与他并驰,用剑狠刺其大腿致成重伤,因为此人料想穿透胸甲击中背部是没有指望的。此人随即被近旁之人剁碎,米特里达梯则被抬送至后方,他的亲信们怀着极度紧迫的心情,将军队从一场辉煌的胜利中召回。交战中的士兵因这突如其来的撤军号令而陷入骚乱与困惑,唯恐别处发生了什么灾祸,直到他们获知实情,便立即在原野上聚集围拢国王身旁大起骚动,直至军医提摩太为他止血后,将他高高展示给众人——正如在印度时,马其顿人因担忧亚历山大,亚历山大也在船上展示正在疗伤的自己那般。米特里达梯一苏醒过来,立刻斥责那些从战场召回军队的人,并在当天就再次率军进逼罗马军的营地。然而罗马人此时早已怀着恐惧从该处逃遁。当剥去阵亡者甲胄时,发现有军团长二十四人、百夫长一百五十人,如此众多的军官人数在单次败仗中鲜少降临于罗马人。
ὁ δὲ Μιθριδάτης ἐς Ἀρμενίαν, ἣν δὴ νῦν Ῥωμαῖοι βραχυτέραν Ἀρμενίαν καλοῦσιν, ἀνεζεύγνυ, τὰ μὲν εὐκόμιστα πάντα σιτολογῶν, τὰ δὲ δυσχερῆ διαφθείρων τε καὶ Λεύκολλον ἐπιόντα προαφαιρούμενος. καί τις ἀνὴρ Ῥωμαῖος, ἀπὸ βουλῆς, Ἀττίδιος ὄνομα, διὰ δίκην φυγὼν ἐκ τῆς πατρίδος ἐς Μιθριδάτην πρὸ πολλοῦ καὶ φιλίας ἀξιούμενος, ἑάλω τότε ἐπιβουλεύων αὐτῷ. καὶ τόνδε μὲν ὁ βασιλεὺς οὐ δικαιῶν βασανίσαι, Ῥωμαίων ποτὲ βουλευτὴν γενόμενον, ἔκτεινε, τοὺς δὲ συναμαρτόντας ᾐκίσατο δεινῶς. ἀπελεύθεροι δʼ ὅσοι τῷ Ἀττιδίῳ συνεγνώκεσαν, ἀπαθεῖς ἀφῆκεν ὡς δεσπότῃ διακονησαμένους. Λευκόλλου δʼ ἤδη τῷ Μιθριδάτῃ παραστρατοπεδεύοντος, ὁ τῆς Ἀσίας στρατηγὸς περιπέμπων ἐκήρυσσε Ῥωμαίους ἐπικαλεῖν Λευκόλλῳ πέρα τοῦ δέοντος πολεμοῦντι,2 καὶ τοὺς ὑπʼ αὐτῷ τῆς στρατείας ἀφιέναι, καὶ τῶν οὐ πειθομένων τὰ ὄντα δημεύσειν. ὧν ἐξαγγελθέντων ὁ στρατὸς αὐτίκα διελύετο, χωρὶς ὀλίγων. ὅσοι πάνυ πένητες ὄντες καὶ τὴν ζημίαν οὐ δεδιότες τῷ Λευκόλλῳ παρέμενον.3
米特里达梯拔营退往亚美尼亚——即如今罗马人所称的小亚美尼亚——将一切便于搬运之物悉数作为粮秣征集,而将难以搬运之物就地销毁,以此预先断绝逼近中的卢库鲁斯的补给。当时有一位元老院阶层的罗马人,名叫阿蒂迪乌斯,很久以前因判罪而从祖国逃亡至米特里达梯处,并深得信任;此时他图谋行刺国王的事迹败露而被捕。国王认为此人曾是罗马元老,拷问他不合礼法,遂将他处决,却对同谋者施以酷刑。至于知悉阿蒂迪乌斯密谋的被释奴隶,国王皆予以免罪释放,视他们仅是听命于主人而已。当卢库鲁斯已经在米特里达梯附近扎营时,亚细亚的总督派遣人员四处宣告:罗马人指控卢库鲁斯无节制地拖延战事,并免除其麾下士兵的军役,不遵从者将被没收财产。这一消息传开后,全军除少数人外立即溃散。唯有那些极度贫困、不惧财产损失的人留在了卢库鲁斯身边。
- 1389ἀπαγγελλομένου δὲ Λευκόλλου προσιέναι
属格独立结构,其中转述动词被动态分词 ἀπαγγελλομένου 与专有名词 Λευκόλλου 在性、数、格上一致,并带有补充不定式 προσιέναι(即属格形式的人称句构造,字面为“卢库鲁斯被报告正在逼近”)。虽然亦可将其理解为以不定式短语为逻辑主语的非人称属格独立结构,但古典希腊语更倾向于使用人称构造。
- 1390Ῥωμαίους ἐπικαλεῖν Λευκόλλῳ πέρα τοῦ δέοντος πολεμοῦντι
由动词 ἐκήρυσσε(宣告)支配的带不定式对格结构。对格主语为 Ῥωμαίους(罗马人民),动词 ἐπικαλέω 接与格(Λευκόλλῳ),意为“指控/责难某人”。与格分词短语 πέρα τοῦ δέοντος πολεμοῦντι 说明指控的具体缘由(“因其无节制地进行战争”)。后文的 ἀφιέναι 和 δημεύσειν 亦为并列于同一对格主语 Ῥωμαίους 之下的不定式。
- 1390χωρὶς ὀλίγων. ὅσοι πάνυ πένητες ὄντες καὶ τὴν ζημίαν οὐ δεδιότες τῷ Λευκόλλῳ παρέμενον.
由关系代词 ὅσοι 引导的小句承接前置介词短语 χωρὶς ὀλίγων(除少数人外)中的先行词 ὀλίγων,对其具体范围加以说明限定。原文虽以句号分隔,但句法上充当对前句 ὀλίγων 的同位语性/补充性关系分句(带有定式动词 παρέμενον 的独立句形式)。
