- 底本
- Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg014.humanitext-grc2:1387-1388
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
米特里达梯与提格兰重组军队对抗罗马军,但冬令来临迫使两军撤退中止决战。米特里达梯急趋本都击溃罗马指挥官法比乌斯后中箭负伤,在特里阿利乌斯接替指挥后,一场狂暴的风暴再次中断了交战。
Τιγράνης δὲ καὶ Μιθριδάτης στρατὸν ἄλλον ἤθροιζον περιιόντες, οὗ τὴν στρατηγίαν ἐπετέτραπτο Μιθριδάτης, ἡγουμένου Τιγράνους αὐτῷ γεγονέναι τὰ παθήματα διδάγματα. ἔπεμπον δὲ καὶ ἐς τὸν Παρθυαῖον, ἐπικουρεῖν σφίσι παρακαλοῦντες. ἀντιπρεσβεύοντος δὲ Λευκόλλου, καὶ ἀξιοῦντος ἢ οἷ συμμαχῆσαι ἢ ἀμφοτέροις ἐκστῆναι τοῦ ἀγῶνος, ὁ μὲν κρύφα συντιθέμενος ἑκατέροις, οὐκ ἔφθασεν οὐδετέροις ἀμῦναι,1 ὁ δὲ Μιθριδάτης ὅπλα τε εἰργάζετο κατὰ πόλιν ἑκάστην, καὶ ἐστρατολόγει σχεδὸν ἅπαντας Ἀρμενίους. ἐπιλεξάμενος δʼ αὐτῶν τοὺς ἀρίστους, ἐς ἑπτακισμυρίους πεζοὺς καὶ ἱππέας ἡμίσεας, τοὺς μὲν ἄλλους ἀπέλυσε, τοὺς δʼ ἐς ἴλας τε καὶ σπείρας ἀγχοτάτω τῆς Ἰταλικῆς συντάξεως καταλέγων Ποντικοῖς ἀνδράσι γυμνάζειν παρεδίδου. προσιόντος δʼ αὐτοῖς τοῦ Λευκόλλου, ὁ μὲν Μιθριδάτης τὸ πεζὸν ἅπαν καὶ μέρος τι τῶν ἱππέων ἐπὶ λόφου συνεῖχε, τῇ λοιπῇ δʼ ἵππῳ Τιγράνης τοῖς σιτολογοῦσι Ῥωμαίοις περιπεσὼν ἡσσᾶτο. καὶ μᾶλλον ἀδεῶς ἀπὸ τοῦδε οἱ Ῥωμαῖοι πλησίον αὐτοῦ Μιθριδάτου ἐσιτολόγουν τε καὶ ἐστρατοπέδευον. κονιορτὸς δʼ αὖθις ἠγείρετο πολὺς ὡς ἐπιόντος τοῦ Τιγράνους· καὶ τὸ ἐνθύμημα ἦν ἐν μέσῳ Λεύκολλον ἀμφοῖν γενέσθαι. ὁ δʼ αἰσθόμενος τοὺς μὲν ἀρίστους τῶν ἱππέων προύπεμψε πορρωτάτω συμπλέκεσθαι τῷ Τιγράνῃ καὶ κωλύειν αὐτὸν ἐξ ὁδοιπορίας ἐς τάξιν καθίστασθαι, αὐτὸς δὲ τὸν Μιθριδάτην προκαλούμενος ἐς μάχην καὶ περιταφρεύων οὐκ ἠρέθιζεν, ἕως χειμὼν ἐπιπεσὼν διέλυσε τὸ ἔργον ἅπασιν.
提格兰与米特里达梯四处巡视,重新招募另一支军队,其统帅权交由米特里达梯负责,因为提格兰认为所遭受的苦难已成为他的教训。他们还遣使前往帕提亚国王处,请求出兵相助。由于卢库鲁斯亦派出使节对抗,要求帕提亚国王要么与自己结盟,要么退出两方的争端,帕提亚人暗中与两方各自立约,最终未曾援助任何一方。米特里达梯则在各城赶造武器,并征召了几乎所有的亚美尼亚人。他从中挑选出最精锐者,计步兵约七万、骑兵为其半数,将其余人员遣散;而将选出者编入最接近意大利军队编制的骑兵中队与步兵大队中,交由本都军人加以操练。当卢库鲁斯向他们逼近时,米特里达梯将全体步兵和一部分骑兵集结在一座丘陵上,但提格兰率其余骑兵袭击正在搜集粮秣的罗马军,结果遭到击败。自此以后,罗马军更加无所畏惧地在米特里达梯本人近旁征集粮草并安营扎寨。然而不久尘土大起,原来提格兰再度逼近;其意图是将卢库鲁斯夹在两军之间。卢库鲁斯察觉后,便派精锐骑兵尽可能远出迎击提格兰,阻止他在行军之后列成战阵;而他本人虽向米特里达梯挑战并在其周围挖掘堑壕,却未能激他〔出战〕,直到冬季降临,使所有人的战事归于中止。
καὶ Τιγράνης μὲν ἐξ ὅλης Ἀρμενίας ἐς τὰ ἐντὸς ἀνεζεύγνυεν, ὁ δὲ Μιθριδάτης ἐς τὸν Πόντον ἐπὶ τὰ λοιπὰ τῆς ἰδίας ἀρχῆς ἠπείγετο, τετρακισχιλίους οἰκείους ἔχων, καὶ τοσούσδε ἑτέρους παρὰ Τιγράνους λαβών. ἐφείπετο δʼ αὐτῷ καὶ ὁ Λεύκολλος, ἀναζευγνὺς καὶ ὅδε διὰ τὴν ἀπορίαν. φθάσας δʼ αὐτὸν ὁ Μιθριδάτης ἐπέθετο Φαβίῳ τῷ δεῦρο ἐκ Λευκόλλου στρατηγεῖν ὑπολελειμμένῳ, καὶ τρεψάμενος αὐτὸν ἔκτεινε πεντακοσίους. ἐλευθερώσαντος δὲ τοῦ Φαβίου θεράποντας ὅσοι ἦσαν ἐν τῷ στρατοπέδῳ, καὶ διʼ ὅλης ἡμέρας αὖθις ἀγωνιζομένου, παλίντροπος ἦν ὁ ἀγών, μέχρι τὸν Μιθριδάτην, πληγέντα λίθῳ τε ἐς τὸ γόνυ καὶ ὑπὸ τὸν ὀφθαλμὸν βέλει, κατὰ σπουδὴν ἀποκομισθῆναι, καὶ πολλὰς ἡμέρας τοὺς μὲν φόβῳ τοῦ βασιλέως τῆς σωτηρίας,2 τοὺς δὲ ὑπὸ πλήθους τραυμάτων ἠρεμῆσαι. Μιθριδάτην μὲν οὖν ἐθεράπευον Ἄγαροι, Σκυθικὸν ἔθνος, ἰοῖς ὄφεων ἐς τὰς θεραπείας χρώμενοι καὶ ἐπὶ τῷδε ἀεὶ βασιλεῖ συνόντες· Φαβίῳ δὲ Τριάριος, ἕτερος Λευκόλλου στρατηγός, ἐπελθὼν μετʼ οἰκείου στρατοῦ, τήν τε ἀρχὴν παρὰ τοῦ Φαβίου καὶ τὸ ἀξίωμα παρελάμβανεν. καὶ μετʼ οὐ πολὺ χωρούντων ἐς μάχην αὐτοῦ τε καὶ Μιθριδάτου, πνεῦμα, οἷον οὐκ ἐμνημονεύετο γενέσθαι, τάς τε σκηνὰς ἀμφοτέρων διέρριψε καὶ τὰ ὑποζύγια παρέσυρε καὶ τῶν ἀνδρῶν ἔστιν οὓς κατεκρήμνισεν.3
提格兰遂从全亚美尼亚撤回内陆,米特里达梯则率本部四千人,并从提格兰处另得同等兵力,急趋本都以收复自身统治残存之地。卢库鲁斯因补给匮乏亦拔营追击。但米特里达梯先于他抵达,突袭了卢库鲁斯留守当地担任指挥的法比乌斯,击溃彼军并斩杀五百人。法比乌斯解放了营中所有的仆役,再度交战了一整天,战局几度反复,直至米特里达梯膝部被石块击中、眼下中箭而仓促被抬离战场;随后数日,一方因担忧国王的安危,另一方则因伤者众多,双方皆按兵不动。医治米特里达梯的是阿加洛伊人,这是一个斯基泰部族,擅长用蛇毒疗伤,并因此常年随侍国王身边。此时卢库鲁斯的另一位副将特里阿利乌斯率本部兵马赶来支援法比乌斯,接管了法比乌斯的指挥权与职权。不久,当他与米特里达梯即将交战之际,一场前所未见的狂风大作,吹翻了双方的营帐,卷走了驮畜,并将若干士兵吹落悬崖。
- 1387οὐκ ἔφθασεν οὐδετέροις ἀμῦναι
动词 φθάνω 通常接补充性分词,此处则支配不定式 ἀμῦναι。与否定词 οὐκ 连用,表示“未及赶上援助任何一方”或“最终未能给予援助”。
- 1388φόβῳ τοῦ βασιλέως τῆς σωτηρίας
双重属格结构。τῆς σωτηρίας 作为名词 φόβῳ 的宾格性属格(“对……安危的担忧”),而 τοῦ βασιλέως 则作为主格性/所有格性属格修饰 σωτηρίας(“国王的”)。
- 1388καὶ τῶν ἀνδρῶν ἔστιν οὓς κατεκρήμνισεν
惯用短语 ἔστιν οἵ(“有些人”,相当于拉丁语 sunt qui)在此作宾格形式 ἔστιν οὕς,充当主动词 κατεκρήμνισεν 的直接宾语。与前面的部分属格 τῶν ἀνδρῶν 结合,意为“将士兵中的一部分人吹落悬崖”。
