← 阿庇安

米特拉达梯战争

§1284-1286

提格兰诺刻尔塔战役与陷落

卢库鲁斯进军提格兰领地并围攻新都提格兰诺刻尔塔,随后以佯退与奇袭彻底击溃了提格兰亲率的庞大援军。城内的希腊雇佣兵见此兵变,引罗马军入城,提格兰诺刻尔塔遂告陷落。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1284

ἐπὶ δὲ ταῖς θυσίαις ἐπὶ τὸν Τιγράνην, οὐκ ἐκδιδόντα οἱ τὸν Μιθριδάτην, ἐστράτευε σὺν δύο τέλεσιν ἐπιλέκτοις καὶ ἱππεῦσι πεντακοσίοις. καὶ τὸν Εὐφράτην περάσας, μόνα τὰ χρήσιμα τοὺς βαρβάρους αἰτῶν διώδευεν· οἱ γὰρ ἄνδρες οὐκ ἐπολέμουν, οὐδʼ ἠξίουν τι πάσχειν, ἔστε Λεύκολλον καὶ Τιγράνην ἐπʼ ἀλλήλοις διακριθῆναι.1 Τιγράνῃ δʼ οὐδεὶς ἐμήνυεν ἐπιόντα Λεύκολλον· ὁ γάρ τοι πρῶτος εἰπὼν ἐκεκρέμαστο ὑπʼ αὐτοῦ, συνταράσσειν αὐτὸν τὰς πόλεις νομίσαντος.2 ὡς δέ ποτε ᾔσθετο, Μιθροβαρζάνην προύπεμπε μετὰ δισχιλίων ἱππέων, Λεύκολλον ἐπισχεῖν τοῦ δρόμου. Μαγκαίῳ δὲ Τιγρανόκερτα φυλάττειν ἐπέτρεψεν, ἥν τινα πόλιν, ὥς μοι προείρηται, ἐπὶ τιμῇ τῇ ἑαυτοῦ βασιλεὺς ἐν ἐκείνῳ γενέσθαι τῷ χωρίῳ συνῴκιζε, καὶ τοὺς ἀρίστους ἐς αὐτὴν συνεκάλει, ζημίαν ἐπιτιθείς, ὅσα μὴ μεταφέροιεν, δεδημεῦσθαι. τείχη τε αὐτοῖς περιέβαλε πεντηκονταπήχη τὸ ὕψος, ἱπποστασίων ἐν τῷ βάθει γέμοντα, καὶ βασίλεια καὶ παραδείσους κατὰ τὸ προάστειον ἐποίει μακρούς, καὶ κυνηγέσια πολλὰ καὶ λίμνας· ἀγχοῦ δὲ καὶ φρούριον ἀνίστη καρτερόν. καὶ πάντα τότε Μαγκαίῳ ταῦτʼ ἐπιτρέψας, περιῄει στρατιὰν ἀγείρων. Μιθροβαρζάνην μὲν οὖν ὁ Λεύκολλος εὐθὺς ἐκ τῆς πρώτης συμβολῆς τρεψάμενος ἐδίωκε, Μαγκαῖον δὲ Σεξτίλιος ἐς Τιγρανόκερτα κατακλείσας τὰ μὲν βασίλεια αὐτίκα, ἀτείχιστα ὄντα, διήρπασε, τὴν δὲ πόλιν καὶ τὸ φρούριον ἀπετάφρευε, καὶ μηχανὰς ἐφίστη, καὶ ὑπονόμοις ἀνεκρήμνη τὸ τεῖχος.

祭祀之后,卢库鲁斯率领两个精选军团和五百名骑兵,进攻不肯交出米特里达梯的提格兰。渡过幼发拉底河后,他仅向异族居民索取必要的粮秣并穿境而过;因为当地人既不发难交战,也不愿遭受祸害,只想等待卢库鲁斯与提格兰彼此分出胜负。然而竟无人向提格兰通报卢库鲁斯的进犯;因为此前第一个向他报告的人已被他处以绞刑,他认定此人是在扰乱各城人心。及至他终于察觉,便派遣米特罗巴尔扎内斯率两千骑兵先行,阻截卢库鲁斯的进军。他将提格兰诺刻尔塔的防守委托给曼凯奥斯;正如我前面所述,这座城池是国王为自身的荣耀在该地营建的,他将贵族们召集于此,并下令凡未随身运来的财产尽数充公。他又为城池修筑了五十肘高的城墙,墙体深处辟有无数马厩;城郊建有宏大的宫殿与园林,广设猎场与池塘;附近还筑有一座坚固的堡垒。当时提格兰将这一切托付给曼凯奥斯后,便四处招募军队。卢库鲁斯在第一次交锋中即击溃并追击米特罗巴尔扎内斯,而塞克斯提利乌斯则将曼凯奥斯围困于提格兰诺刻尔塔,随即劫掠了毫无防备的王宫,又在城池与堡垒周围挖掘堑壕,架设攻城器械,并挖掘地道掏空城墙根基。

§1285

καὶ Σεξτίλιος μὲν ἀμφὶ ταῦτα ἐγίγνετο, Τιγράνης δέ, πεζῶν ἐς πέντε καὶ εἴκοσι μυριάδας ἀγείρας καὶ ἱππέας ἐς πεντακισμυρίους, προύπεμψεν αὐτῶν ἐς Τιγρανόκερτα περὶ ἑξακισχιλίους, οἳ διὰ μέσων Ῥωμαίων ἐς τὸ φρούριον ὠσάμενοί τε καὶ τὰς παλλακὰς τοῦ βασιλέως ἐξαρπάσαντες ἐπανῆλθον. τῷ δὲ λοιπῷ στρατῷ Τιγράνης αὐτὸς ἤλαυνεν ἐπὶ Λεύκολλον. καὶ αὐτῷ τότε πρῶτον Μιθριδάτης ἐς ὄψιν ἐλθὼν συνεβούλευε μὴ συμπλέκεσθαι Ῥωμαίοις, ἀλλὰ τῷ ἱππικῷ μόνῳ περιτρέχοντα καὶ τὴν γῆν λυμαινόμενον ἐς λιμὸν αὐτούς, εἰ δύναιτο, περικλεῖσαι, ᾧ τρόπῳ καὶ αὐτὸς ὑπὸ Λευκόλλου περὶ Κύζικον ἀμαχὶ κάμνων τὸν στρατὸν ἀπολέσαι.3 ὁ δὲ γελάσας αὐτοῦ τὴν στρατηγίαν, προῄει συνεσκευασμένος ἐς μάχην· καὶ τὴν Ῥωμαίων ὀλιγότητα ἰδὼν ἐπέσκωψεν οὕτως· εἰ μὲν πρέσβεις εἰσὶν οἵδε, πολλοί, εἰ δὲ πολέμιοι, πάμπαν ὀλίγοι. Λεύκολλος δὲ λόφον εὔκαιρον ἰδὼν ὄπισθεν τοῦ Τιγράνους, τοὺς μὲν ἱππέας ἐκ μετώπου προσέτασσεν ἐνοχλεῖν αὐτῷ καὶ περισπᾶν ἐφʼ ἑαυτοὺς καὶ ὑποχωρεῖν ἑκόντας, ἵνα τῶν βαρβάρων διωκόντων ἡ τάξις παραλυθείη· τοῖς δὲ πεζοῖς αὐτὸς ἐς τὸν λόφον περιοδεύσας ἀνῄει λαθών. καὶ ὡς εἶδε τοὺς πολεμίους ὑπὸ τῆς διώξεως οἷα νικῶντας ἐς πολλὰ διεσκεδασμένους, τὰ δὲ σκευοφόρα αὐτῶν πάντα ὑποκείμενα, ἀνεβόησε· νικῶμεν, ὦ ἄνδρες, καὶ ἐπὶ τὰ σκευοφόρα πρῶτος ἵετο δρόμῳ. τὰ δὲ αὐτίκα σὺν θορύβῳ φεύγοντα τοῖς πεζοῖς ἐνέπιπτε, καὶ τοῖς ἱππεῦσιν οἱ πεζοί. τροπή τε ἦν εὐθὺς ὁλοσχερής· οἵ τε γὰρ ἐν τῇ διώξει μακρὰν ἀπεσπασμένοι τῶν Ῥωμαϊκῶν ἱππέων ἐπιστρεψάντων ἐς αὐτοὺς ἀπώλλυντο, καὶ τὰ σκευοφόρα τοῖς ἄλλοις ἐνέπιπτεν ὡς ἐνοχλούμενα. πάντων τε ὡς ἐν τοσῷδε πλήθει θλιβομένων, καὶ τὸ ἀκριβὲς οὐκ εἰδότων, ὁπόθεν ἡ ἧσσα αὐτοῖς ἄρχοιτο, πολὺς ἦν φόνος, οὐδενὸς σκυλεύοντος οὐδέν· ἀπηγόρευτο γὰρ ἐκ Λευκόλλου μετʼ ἀπειλῆς, ὥστε καὶ ψέλια καὶ περιαυχένια παροδεύοντες ἔκτεινον4 ἐπὶ σταδίους ἑκατὸν καὶ εἴκοσιν, ἔστε νὺξ ἐπέλαβε. τότε δʼ ἀναστρέφοντες ἐσκύλευον· ἐδίδου γὰρ ὁ Λεύκολλος ἤδη.

塞克斯提利乌斯忙于攻城之际,提格兰纠集了约二十五万步兵和五万骑兵,先行派遣其中约六千人前往提格兰诺刻尔塔;他们穿透罗马军的阵线突入堡垒,夺回国王的侍妾后返还。提格兰本人则率其余全军直趋卢库鲁斯。此时米特里达梯方始与提格兰相见,劝他切勿与罗马军正面交战,而应仅以骑兵穿插游弋,蹂躏田野,若有可能便使对方陷入饥荒;正如昔日他自己也在基齐库斯一带被卢库鲁斯不战而拖至疲敝,以致丧失全军一样。但提格兰嘲笑他的用兵之道,整军前行准备决战;见罗马军人数甚少,便这般讥诮道: “这些人若是使节,未免太多;若是敌人,又实在太少。” 卢库鲁斯见提格兰背后有一座居高临下的丘陵,便命骑兵从正面骚扰敌军,将敌军引向自身并主动后退,以便异族军队在追击中阵形溃散;他本人则率步兵迂回潜登丘陵。当他看到敌军因追击而自以为得胜、四处散乱,且辎重队尽在其下方时,便高呼: “士兵们,我们胜利了!” 言毕亲自率先冲向辎重队。辎重队顿时惊恐奔逃,冲入自军步兵阵中,步兵又撞入骑兵阵中。旋即全军溃乱;那些在追击中被诱引得极远的敌军,遭到反戈一击的罗马骑兵彻底歼灭,而辎重队陷入混乱,又与其他部队互相践踏。在这般庞大的队伍中,人人相互挤压,且根本不知败局因何而起,杀戮极其惨烈;然而无人掠夺财物,因卢库鲁斯曾严厉下令禁止掠夺,以致士卒虽途经手镯与项链亦置之不顾,径直追杀了一百二十斯塔德,直到夜幕降临。此时他们才折返掠夺,因为卢库鲁斯此时已准许他们行事。

§1286

γιγνομένην δὲ τὴν ἧτταν ὁ Μαγκαῖος ἐφορῶν ἀπὸ Τιγρανοκέρτων, τοὺς Ἕλληνας, οἳ ἐμισθοφόρουν αὐτῷ, πάντας ἐξώπλισεν ὑποπτεύων· οἳ σύλληψιν δεδιότες, ἀθρόοι σκυτάλας ἔχοντες ἐβάδιζόν τε καὶ ηὐλίζοντο. Μαγκαίου δὲ τοὺς βαρβάρους ἐπάγοντος αὐτοῖς ὡπλισμένους, διαδησάμενοι τὰ ἱμάτια ταῖς λαιαῖς ἀντὶ ἀσπίδων, μετὰ τόλμης ἐσέδραμον ἐς αὐτούς· καὶ ὅσους ἀνέλοιεν, εὐθὺς ἐμερίζοντο τὰ ὅπλα. ὡς δὲ ἐκ τῶν δυνατῶν εἶχον αὐτάρκως, μεσοπύργιά τινα κατέλαβον, καὶ Ῥωμαίους ἔξωθεν ἐκάλουν τε καὶ ἀναβαίνοντας ἐδέχοντο. οὕτω μὲν ἑάλω Τιγρανόκερτα, καὶ πλοῦτος διηρπάζετο πολύς, οἷα πόλεως νεοκατασκεύου, φιλοτίμως συνῳκισμένης.

曼凯奥斯从提格兰诺刻尔塔城上目睹败局,对麾下受雇的希腊雇佣兵心生猜忌,解除了他们所有人的武装;他们惧怕被捕,便手持木棒集结同行并一同宿营。当曼凯奥斯率领全副武装的异族士兵向他们逼近时,他们将斗篷缠在左臂上充当盾牌,英勇地冲向敌兵;凡被击杀者,其武器立刻被他们瓜分。当他们按当时条件获得充足武装后,便占领了塔楼之间的几段城墙,向城外的罗马军呼喊,并接应登城者入内。提格兰诺刻尔塔便这般陷落,城中无数财宝被劫掠一空,因这是一座新建成且倾力营建的富庶之城。

语法注4 条
  1. 1284ἔστε Λεύκολλον καὶ Τιγράνην ἐπʼ ἀλλήλοις διακριθῆναι

    连词 ἔστε(直到……为止)后接宾格加不定式结构(A.c.I.),而非限定动词。这属于间接引语的影响延伸至时间从句中的现象,承接了由 ἠξίουν 所支配的主观想法。

  2. 1284συνταράσσειν αὐτὸν τὰς πόλεις νομίσαντος

    分词 νομίσαντος 在性、数、格上与前文 ὑπʼ αὐτοῦ 中的 αὐτοῦ(即提格兰)一致,作表示原因的伴随状况分词,并支配宾格加不定式结构 συνταράσσειν αὐτὸν τὰς πόλεις(其中 αὐτὸν 指第一个报告者)。

  3. 1285ᾧ τρόπῳ καὶ αὐτὸς ὑπὸ Λευκόλλου περὶ Κύζικον ἀμαχὶ κάμνων τὸν στρατὸν ἀπολέσαι

    关系从句 ᾧ τρόπῳ 中使用了不定式 ἀπολέσαι 而非限定动词。这是由于由 συνεβούλευε 所引出的间接引语(oratio obliqua)延伸渗透至关系从句内部,使得从句动词亦同化为不定式。

  4. 1285ὥστε καὶ ψέλια καὶ περιαυχένια παροδεύοντες ἔκτεινον

    引导结果从句的 ὥστε 后接直陈式未完成过去时 ἔκτεινον,表示在严厉禁止劫掠的命令下实际发生的历史事实(即士卒视金银饰物而不顾,持续杀敌)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg014.humanitext-grc2:1284-1286