- 底本
- Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg014.humanitext-grc2:1282-1283
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
卢库鲁斯追击并清剿溃逃的敌军,米特里达梯借散落黄金得以逃脱并投奔提格兰,下令处决后宫眷属。卢库鲁斯平定黑海沿岸诸城,解放并重建锡诺佩与阿米索斯,整顿亚细亚行省税制并举行胜利庆典。
Λεύκολλος δὲ τῆς περὶ τὴν ἀγορὰν εὐπραγίας πυθόμενος, καὶ τὴν φυγὴν τῶν πολεμίων ἰδών, ἐπὶ μὲν τοὺς ἐκφυγόντας ἔπεμπε διώκειν ἱππέας πολλούς, τοῖς δὲ συσκευαζομένοις ἔτι κατὰ τὸ στρατόπεδον τοὺς πεζοὺς περιστήσας ἐκέλευε μὴ διαρπάζειν ἐν τῷ τότε μηδέν, ἀλλὰ κτείνειν ἀφειδῶς. οἱ δὲ σκεύη τε χρυσᾶ καὶ ἀργυρᾶ πολλὰ καὶ ἐσθῆτας πολυτελεῖς θεώμενοι ἐξέστησαν τοῦ παραγγέλματος. αὐτόν τε τὸν Μιθριδάτην οἱ καταλαμβάνοντες, ἡμίονόν τινα τῶν χρυσοφόρων ἐς τὸ σάγμα πατάξαντες, προπεσόντος τοῦ χρυσίου περὶ τόδε γενόμενοι διαφυγεῖν ἐς Κόμανα περιεῖδον·1 ὅθεν ἐς Τιγράνην ἔφυγε σὺν ἱππεῦσι δισχιλίοις. ὁ δὲ αὐτὸν ἐς ὄψιν οὐ προσέμενος, ἐν χωρίοις ἐκέλευσε διαίτης βασιλικῆς ἀξιοῦσθαι, ὅτε δὴ καὶ μάλιστα τῆς ἀρχῆς ἀπογνοὺς ὁ Μιθριδάτης Βάκχον εὐνοῦχον ἔπεμπεν ἐς τὰ βασίλεια, τὰς ἀδελφὰς αὐτοῦ καὶ τὰς γυναῖκας καὶ παλλακάς, ὅπῃ δύναιτο, ἀνελοῦντα. αἱ μὲν δὴ διεφθείροντο ξίφεσι καὶ φαρμάκοις καὶ βρόχοις, δεινὰ ποιοῦσαι· ταῦτα δʼ ὁρῶντες οἱ φρούραρχοι τοῦ Μιθριδάτου ἀθρόως ἐς τὸν Λεύκολλον μετετίθεντο, χωρὶς ὀλίγων. καὶ ὁ Λεύκολλος αὐτοὺς ἐπιὼν καθίστατο, καὶ τὰς ἐπὶ τοῦ Πόντου πόλεις περιπλέων ᾕρει, Ἄμαστρίν τε καὶ Ἡράκλειαν καὶ ἑτέρας.
卢库鲁斯得知粮食补给方面的战捷,又见敌军溃逃,便派遣众多骑兵追击逃窜之人,同时令步兵包围了营中仍在收拾行装者,命令他们当时切勿掠夺财物,而要毫不留情地杀戮。然而士卒们见到堆积如山的金银器皿与华美衣袍,便违背了号令。甚至那些即将擒获米特里达梯本人的人,因击破了一头载金骡子的鞍袋,在散落一地的黄金面前争相捡拾,竟坐视他逃往科马纳;他从那里率领两千骑兵逃往提格兰处。提格兰不愿召见他,仅下令在几处领地内以王室规格的饮食供奉他。此时米特里达梯对自己的王业彻底绝望,便派遣宦官巴克霍斯前往王宫,以任何可行的方式除掉他的姐妹、妻子与侍姬。这些妇人或被剑刺,或服毒,或自缢,死时悲痛号哭;米特里达梯麾下的守备长官们见此惨状,除少数人外,尽皆整队归降了卢库鲁斯。卢库鲁斯前去接管各处并做安置,又沿黑海沿岸航行,攻克了阿马斯特里斯、赫拉克利亚等城。
Σινώπη δʼ ἀντεῖχεν ἔτι καρτερῶς, καὶ διεναυμάχησεν οὐ κακῶς. πολιορκούμενοι δὲ τὰς ναῦς τὰς βαρυτέρας σφῶν διέπρησαν, καὶ ἐς τὰς κουφοτέρας ἐμβάντες ἀπέδρασαν. Λεύκολλος δὲ τὴν πόλιν εὐθὺς ἐλευθέραν ἠφίει διʼ ἐνύπνιον, ὃ τοιόνδε ἦν. Αὐτόλυκόν φασιν, ἐπὶ τὰς Ἀμαζόνας Ἡρακλεῖ συστρατεύοντα, ὑπὸ χειμῶνος ἐς Σινώπην καταχθῆναι καὶ τῆς πόλεως κρατῆσαι· ἀνδριάς τε σεβάσμιος τοῖς Σινωπεῦσιν ἔχρα, ὃν οἱ μὲν Σινωπεῖς οὐ φθάσαντες ἐς φυγὴν ἐπαγαγέσθαι, ὀθόναις καὶ καλῳδίοις περιέδησαν· οὐδὲν δʼ ὁ Λεύκολλος εἰδὼς οὐδὲ προμαθὼν ἔδοξεν ὑπʼ αὐτοῦ κληθεὶς ὁρᾶν αὐτόν,2 καὶ τῆς ἐπιούσης τὸν ἀνδριάντα τινῶν περιβεβλημένον παραφερόντων ἐκλῦσαι κελεύσας, εἶδεν οἷον ἔδοξε νυκτὸς ἑωρακέναι. τὸ μὲν δὴ ἐνύπνιον τοιόνδε ἦν, Λεύκολλος δὲ καὶ Ἀμισὸν ἐπὶ τῇ Σινώπῃ συνῴκιζεν, ἐκφυγόντων μὲν ὁμοίως τῶν Ἀμισέων διὰ θαλάσσης, πυνθανόμενος δʼ ὑπʼ Ἀθηναίων αὐτοὺς θαλασσοκρατούντων συνῳκίσθαι, καὶ δημοκρατίᾳ χρησαμένους ἐπὶ πολὺ τοῖς Περσικοῖς βασιλεῦσιν ὑπακοῦσαι, ἀναγαγόντος δʼ αὐτοὺς ἐς τὴν δημοκρατίαν ἐκ προστάγματος Ἀλεξάνδρου πάλιν δουλεῦσαι τοῖς Ποντικοῖς. ἐφʼ οἷς ἄρα συμπαθὴς ὁ Λεύκολλος γενόμενός τε, καὶ φιλοτιμούμενός γε καὶ ὅδε ἐπὶ Ἀλεξάνδρῳ περὶ γένος Ἀττικόν, αὐτόνομον ἠφίει τὴν πόλιν καὶ τοὺς Ἀμισέας κατὰ τάχος συνεκάλει. ὧδε μὲν δὴ Σινώπην καὶ Ἀμισὸν Λεύκολλος ἐπόρθει τε καὶ συνῴκιζε, καὶ Μαχάρῃ τῷ παιδὶ τῷ Μιθριδάτου, Βοσπόρου τε βασιλεύοντι καὶ στέφανόν οἱ πέμψαντι ἀπὸ χρυσοῦ, φιλίαν συνέθετο, Μιθριδάτην δʼ ἐξῄτει παρὰ Τιγράνους. καὶ ἐς τὴν Ἀσίαν αὐτὸς ἐπανελθών, ὀφείλουσαν ἔτι τῶν Συλλείων ἐπιβολῶν,3 τέταρτα μὲν ἐπὶ τοῖς καρποῖς, τέλη δʼ ἐπὶ τοῖς θεράπουσι καὶ ταῖς οἰκίαις ὥριζεν. καὶ ἐπινίκια ἔθυεν ὡς δὴ τὸν πόλεμον κατωρθωκώς.
然而锡诺佩依然顽强抵抗,并在海战中打得颇有章法。被包围后,守军烧毁了较重的大船,登上轻巧的舟船遁走。卢库鲁斯因一个梦境,随即宣布该城为自由城邑。其梦境如下:相传随赫拉克勒斯远征亚马逊人的奥托吕科斯曾因风暴滞留锡诺佩并占领了该城;有一尊极受崇拜的神像向锡诺佩人降示神谕,他们在奔逃中不及带走,便用亚麻布与绳索将其层层捆绑。卢库鲁斯此前毫无耳闻,却在梦中仿佛蒙其呼唤而见到了他;次日见有人抬着被包裹的神像经过,命人解开,所见形象竟宛如夜间梦中所见。梦境大略如此。卢库鲁斯在锡诺佩之后又招抚重建了阿米索斯,尽管阿米索斯人同样泛舟逃遁;但卢库鲁斯获悉,该城昔日由掌握制海权时的雅典人所建,长久施行民主政体,后臣服于波斯诸王,虽依亚历山大之谕旨重归民主政体,却再度沦为本都诸王的奴仆。卢库鲁斯深感同情,且有意在对待雅典后裔之事上与亚历山大一竞高下,遂准予该城自治,并速召阿米索斯人归乡。卢库鲁斯便是这般既破袭又重建了锡诺佩与阿米索斯;他还与米特里达梯之子、统治博斯普鲁斯并向他进献金冠的马哈雷斯缔结友好,并向提格兰索要米特里达梯。卢库鲁斯本人则返回仍在偿付苏拉派征赋税的亚细亚行省,规定征收农作物的四分之一,并对奴仆与房屋课税。随后他献祭庆祝胜利,仿佛已然彻底平定了战事。
- 1282διαφυγεῖν ἐς Κόμανα περιεῖδον
动词 περιεῖδον(περιοράω 的不定过去时)接不定式 διαφυγεῖν,意为“坐视……发生”或“听任……逃脱”。指追兵因贪图散落的金子而放任国王逃往科马纳。
- 1283ἔδοξεν ὑπʼ αὐτοῦ κληθεὶς ὁρᾶν αὐτόν
此句为人称句结构,主语为前文的卢库鲁斯(ὁ Λεύκολλος)。动词 δοκέω 连带主格分词 κληθείς 和不定式 ὁρᾶν,构成古希腊语中表示梦中幻象的惯用表达:“他仿佛受到他的呼唤而见到了他”。
- 1283ὀφείλουσαν ἔτι τῶν Συλλείων ἐπιβολῶν
修饰 τὴν Ἀσίαν 的分词 ὀφείλουσαν 所带的属格 τῶν Συλλείων ἐπιβολῶν,表示债务的内容或属格部分用法,即“仍欠负着苏拉所赋课金(之部分)的亚细亚”。
