- 底本
- Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg014.humanitext-grc2:1279-1281
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
入春后卢库鲁斯进军卡贝拉,但在骑兵战中失利,遂在山地扎营等待补给。米特里达梯派骑兵试图截断罗马军的补给线,却在狭隘处惨败;闻讯恐慌的国王暗谋撤退,导致全军发生大溃散,其本人也在混乱中仓皇逃入山中。
ἱσταμένου δʼ ἦρος ὁ μὲν Λεύκολλος διὰ τῶν ὀρῶν ἐπὶ τὸν Μιθριδάτην ἐχώρει. προφυλακαὶ δʼ ἦσαν ἐκείνῳ κωλύειν τε Λεύκολλον, καὶ διαπυρσεύειν οἱ συνεχῶς, εἴ τι γίγνοιτο. καὶ ἦρχε τῆσδε τῆς φυλακῆς ἐκ Μιθριδάτου τις ἀνὴρ τοῦ βασιλείου γένους, ὄνομα Φοῖνιξ· ὅς, ἐπεὶ Λεύκολλος ἐπέλαζε, Μιθριδάτῃ μὲν διεπύρσευσεν, ἐς δὲ Λεύκολλον ηὐτομόλησε μετὰ τῆς δυνάμεως. καὶ ὁ Λεύκολλος ἀδεῶς ἤδη τὰ ὄρη διεξελθὼν ἐς Κάβειρα κατέβη. γενομένης δʼ αὐτῷ τε καὶ Μιθριδάτῃ τινὸς ἱππομαχίας, ἡττώμενος αὖθις ἐς τὸ ὄρος ἀνέθορεν. ὁ δὲ ἵππαρχος αὐτοῦ Πομπώνιος ἐς Μιθριδάτην τετρωμένος ἀνήχθη· καὶ πυθομένῳ βασιλεῖ τίνα χάριν οἱ περισωθεὶς δύναιτο ἀποδοῦναι, εἰ μέν, ἔφη, σὺ φίλος γένοιο Λευκόλλῳ, πάνυ πολλοῦ ἀξίαν· εἰ δʼ ἐχθρὸς εἴης, οὐδὲ βουλεύσομαι.1 ὧδε μὲν ὁ Πομπώνιος ἀπεκρίνατο· καὶ αὐτὸν τῶν βαρβάρων κτείνειν ἀξιούντων, ὁ βασιλεὺς εἶπεν οὐκ ἐξυβριεῖν ἐς ἀτυχοῦσαν ἀρετήν. ἐκτάσσων δὲ συνεχῶς, οὐ κατιόντος ἐς μάχην τοῦ Λευκόλλου, περιιὼν ἀνάβασιν ἐπʼ αὐτὸν ἐζήτει. καί τις ἀνὴρ ἐν τούτῳ Σκύθης, ὄνομα Ὀλκάβας, αὐτόμολος ὢν ἐς Λεύκολλον ἐκ πολλοῦ, καὶ παρὰ τήνδε τὴν ἱππομαχίαν πολλοὺς περισώσας, καὶ διʼ αὐτὸ παρὰ τοῦ Λευκόλλου τραπέζης τε καὶ γνώμης καὶ ἀπορρήτων ἀξιούμενος, ἧκεν ἐπὶ τὴν σκηνὴν αὐτοῦ περὶ μεσημβρίαν ἀναπαυομένου, καὶ ἐσελθεῖν ἐβιάζετο, βραχὺ καὶ σύνηθες ἐπὶ τοῦ ζωστῆρος ἐγχειρίδιον περικείμενος. κωλυόμενος δʼ ἠγανάκτει, καὶ χρείαν τινὰ ἐπείγειν ἔλεγεν ἐξαναστῆσαι τὸν στρατηγόν. τῶν δὲ θεραπευτήρων οὐδὲν εἰπόντων χρησιμώτερον εἶναι Λευκόλλῳ τῆς σωτηρίας, ἐπέβη τὸν ἵππον αὐτίκα καὶ ἐς τὸν Μιθριδάτην ἐξήλασεν, εἴτε ἐπιβουλεύων καὶ δόξας ὑποπτεύεσθαι, εἴτε σὺν ὀργῇ, περιυβρίσθαι νομίζων. ἕτερόν τε Σκύθην, ὄνομα Σοβάδακον, ἐνέφηνε τῷ Μιθριδάτῃ βουλεύειν ἐς Λεύκολλον αὐτομολίαν. Σοβάδακος μὲν δὴ συνελαμβάνετο, Λεύκολλος δὲ τὴν κάθοδον τὴν ἐς τὸ πεδίον ἱπποκρατούντων τῶν πολεμίων ἐκτρεπόμενος, καὶ περίοδον ἑτέραν οὐχ ὁρῶν, ηὗρεν ἐν σπηλαίῳ κυνηγὸν ὀρείων ἀτραπῶν ἐπιστήμονα, ᾧ χρώμενος ἡγεμόνι κατὰ ὁδοὺς ἀτριβεῖς περιῆλθεν ὑπὲρ κεφαλῆς τοῦ Μιθριδάτου, καὶ κατῄει μὲν ἐκκλίνας καὶ τότε τὸ πεδίον διὰ τοὺς ἵππους, χαράδραν δὲ ὕδατος ἐν προβολῇ θέμενος ἐστρατοπέδευσεν. ἀπορῶν δʼ ἀγορᾶς ἐς Καππαδοκίαν ἔπεμπεν ἐπὶ σῖτον, καὶ ἐς τοὺς πολεμίους ἠκροβολίζετο, μέχρι, φευγόντων ποτὲ τῶν βασιλικῶν, ὁ Μιθριδάτης ἀπὸ τοῦ χάρακος ἐπιδραμὼν καὶ ἐπιπλήξας ἐπέστρεφεν αὐτούς, καὶ Ῥωμαίους οὕτω κατεφόβησεν ὡς ἄνω διὰ τῶν ὀρῶν φεύγοντας οὐδʼ ἀποστάντων αἰσθέσθαι τῶν πολεμίων ἐς πολύ,2 ἀλλʼ ἕκαστον ἡγεῖσθαι τὸν συμφεύγοντά οἱ καὶ ἐπιόντα ὄπισθεν εἶναι πολέμιον· οὕτω πάνυ κατεπεπλήγεσαν. καὶ ὁ Μιθριδάτης περὶ τῆσδε τῆς νίκης πανταχοῦ γράφων περιέπεμπεν. τῶν δʼ ἱππέων πολὺ μέρος, καὶ μάλιστα δὴ τὸ μαχιμώτατον, ἐφεδρεύειν ἔταξε τοῖς ἐκ τῆς Καππαδοκίας τὴν ἀγορὰν τῷ Λευκόλλῳ φέρουσιν, ἐλπίζων ἐν ἀπορίᾳ τροφῶν αὐτὸν γενόμενον πείσεσθαι οἷον αὐτὸς ἔπαθε περὶ Κύζικον.
初春时节,卢库鲁斯穿过山地向米特里达梯进军。米特里达梯设有前哨部队,既为阻挡卢库鲁斯,又为在有事时不断向王举烽火示警。统领这支哨兵的是米特里达梯麾下一位王室宗亲,名叫珀尼克斯;当卢库鲁斯逼近时,他虽向米特里达梯举火报讯,却率领部众投降了卢库鲁斯。于是卢库鲁斯毫无后顾之忧地穿过山地,下抵卡贝拉。在他与米特里达梯之间发生了一场骑兵交战,卢库鲁斯战败,再次退回山上。他的骑兵长官庞波尼乌斯负伤被俘,押送至米特里达梯面前;国王询问他若获饶恕能报以何种恩德,庞波尼乌斯回答: “若是你成为卢库鲁斯的朋友,则是极大的恩德;若是你依然与他为敌,我连想都不会去想。” 庞波尼乌斯作了这样的回答;当异族人要求将他处死时,国王表示不愿去侮辱遭受不幸的勇者。米特里达梯屡屡列阵,但见卢库鲁斯不下山交战,便绕行探寻攻上山去的道路。在此期间,有一名叫奥尔卡巴斯的斯基泰人,他投诚卢库鲁斯已久,并在先前的骑兵战中搭救过许多人,因而深得卢库鲁斯器重,得以同席共餐、参与谋划并知晓机密;正午卢库鲁斯歇息时,他来到其帐篷前强行欲入,腰带上佩着日常惯用的小短剑。受阻后他大为恼火,声称有紧急要事必须唤醒统帅。侍从们答道,对卢库鲁斯而言没有什么比他的安全更重要,他便立刻上马飞奔向米特里达梯处,不知是因为心怀图谋而自认受到怀疑,还是出于愤恨而认为遭受了侮辱。他还向米特里达梯告发另一位名叫索巴达库斯的斯基泰人图谋叛投卢库鲁斯;索巴达库斯随即被捕。卢库鲁斯因敌军占有骑兵优势而避免下到平原,又未见其他迂回通道,便在洞穴中找到一位熟悉山间小径的猎人;以他为向导沿着未开辟的小路绕到了米特里达梯的上方,此时他也因骑兵缘故避开平原而下,并在阵地前方设有一条水涧作为屏障扎下营寨。因缺乏粮草,他派人前往卡帕多西亚运粮,并与敌军展开小规模交战,直到有一次王室军队溃退时,米特里达梯从营寨中冲出,严厉训斥并使他们掉转回头,使罗马军大为恐慌,以致他们在向山上逃跑时,即使敌人早已停止追击,他们很久也未发觉,每个人都以为身边一同逃跑并从后赶上的人就是敌人;他们被吓到了这般地步。米特里达梯就此胜利四处发送捷书报讯。他又派出大批骑兵,特别是其中最骁勇善战者,去伏击从卡帕多西亚为卢库鲁斯运送给养的人,期望卢库鲁斯陷入粮草匮乏之境,遭受他自己在奇齐库斯曾遭受过的下场。
καὶ τὸ μὲν ἐνθύμημα μέγα ἦν, ἀποκλεῖσαι τροφῶν Λεύκολλον, ἐκ μόνης ἔχοντα Καππαδοκίας· οἱ δʼ ἱππεῖς οἱ βασιλέως τοῖς προδρόμοις τῶν σιτοφόρων ἐν στενῷ περιτυχόντες, καὶ οὐκ ἀναμείναντες ἐς εὐρυχωρίαν προελθεῖν, ἀχρεῖον ὡς ἐν στενῷ σφίσι τὴν ἵππον ἐποίησαν. ἐν ᾧ καὶ Ῥωμαῖοι φθάσαντες ἐξ ὁδοιπορίας ἐς μάχην παρασκευάσασθαι, τοὺς μὲν ἔκτειναν τῶν βασιλικῶν, βοηθούσης οἷα πεζοῖς τῆς δυσχωρίας, τοὺς δὲ ἐς τὰς πέτρας κατήραξαν, τοὺς δὲ διέρριψαν ὑποφεύγοντας. ὀλίγοι δὲ νυκτὸς ἐς τὸ στρατόπεδον διαδραμόντες τε καὶ μόνοι περιγενέσθαι λέγοντες, μέγα ὂν σφίσι τὸ συμβὰν μειζόνως διεθρόησαν. Μιθριδάτης δʼ αὐτὸ πρὸ τοῦ Λευκόλλου πυθόμενός τε, καὶ Λεύκολλον ἐλπίσας ἐπὶ τοσῇδε ἱππέων ἀπωλείᾳ αὐτίκα οἱ προσπεσεῖσθαι, φυγὴν ὑπʼ ἐκπλήξεως ἐπενόει, καὶ τόδε τοῖς φίλοις εὐθὺς ἐξέφερεν ἐν τῇ σκηνῇ. οἱ δέ, πρίν τι γενέσθαι παράγγελμα, νυκτὸς ἔτι, σπουδῇ τὰ ἴδια ἕκαστος ἐξέπεμπεν ἐκ τοῦ στρατοπέδου· καὶ ὠθουμένων περὶ τὰς πύλας σκευοφόρων πολὺ πλῆθος ἦν. ὅπερ ἡ στρατιὰ θεωμένη καὶ τοὺς φέροντας ἐπιγιγνώσκουσα, καὶ τοπάζουσα πολλὰ ἀτοπώτερα, σὺν δέει, καὶ ἀγανακτήσει τοῦ μηδὲν αὑτοῖς ἐπηγγέλθαι,3 τὸν χάρακα σφῶν ἐπιδραμόντες ἔλυον, καὶ διέφευγον ὡς ἐκ πεδίου πάντοθεν ἀκόσμως, ὅπῃ δύναιτο ἕκαστος αὐτῶν, ἄνευ στρατηγοῦ καὶ ἐπιστάτου παραγγέλματος. ὧν ὁ Μιθριδάτης ὀξύτερόν τε καὶ σὺν ἀταξίᾳ γιγνομένων αἰσθόμενος, ἐξέδραμεν ἐκ τῆς σκηνῆς ἐς αὐτοὺς καὶ λέγειν τι ἐπεχείρει, οὐδενὸς δʼ ἐσακούοντος ἔτι, συνθλιβεὶς ὡς ἐν πλήθει κατέπεσε, καὶ ἐς τὸν ἵππον ἀναβληθεὶς ἐς τὰ ὄρη σὺν ὀλίγοις ἐφέρετο.
将仅能从卡帕多西亚获取补给的卢库鲁斯隔绝于粮草之外,这一设想固然宏大;然而国王的骑兵在一处狭隘地形遭遇了运粮队的先锋,却未等待部队进入开阔地带,因地形狭窄而使自身的骑兵失去了效用。在此期间,罗马军迅速从行军状态转为备战,借助对步兵有利的地势,斩杀了一部分王室军队,将一部分推下岩石,击溃了其余奔逃之人。少数人乘夜逃回营地,声称唯有自己幸免于难,将己方所遭遇的本已重大的变故进一步夸大传扬。米特里达梯比卢库鲁斯更早得知此事,料想卢库鲁斯在己方损失如此众多骑兵后必定立刻发起突袭,恐慌之中萌生退意,随即便在帐中将此打算告知亲信。亲信们在尚未发布命令之前,趁着夜色仓促将各自的私人物资运出营地;营门周围挤满了拥挤不堪的辎重队。全军见此情景,认出了那些运送物资的人,又产生了许多更为离奇的揣测,出于恐惧以及未向他们发布任何命令的愤慨,冲向己方营垒将其拆毁,如临开阔平原般四散溃逃,全无秩序,各自择路奔命,既无将领亦无军官的号令。米特里达梯察觉事态发生得如此迅疾且混乱,从帐中奔向众人试图说话,但再无人听从,他在人群中受推挤倒地,被扶上马后仅随同少数人奔逃向山中。
- 1279εἰ μέν, ἔφη, σὺ φίλος γένοιο Λευκόλλῳ, πάνυ πολλοῦ ἀξίαν· εἰ δʼ ἐχθρὸς εἴης, οὐδὲ βουλεύσομαι.
这是对前文 τίνα χάριν οἱ περισωθεὶς δύναιτο ἀποδοῦναι(若得生还可报以何种恩德)的回答。前半句的主句中省略了动词短语 χάριν ἀποδώσω(我将报以恩德),πάνυ πολλοῦ ἀξίαν 为修饰所省略之 χάριν 的宾格形容词短语(内含价值属格 πολλοῦ)。两组条件从句由 εἰ μέν... εἰ δέ... 构成对比,均使用祈愿语气(γένοιο, εἴης),而第二部分的结论句转用直陈式将来时(οὐδὲ βουλεύσομαι),表示决绝的否定意志。
- 1280ὡς ἄνω διὰ τῶν ὀρῶν φεύγοντας οὐδʼ ἀποστάντων αἰσθέσθαι τῶν πολεμίων ἐς πολύ
在以 οὕτω... ὡς 带不定式(αἰσθέσθαι)引导的结果从句内部,嵌入了属格独立结构(ἀποστάντων τῶν πολεμίων)。不定式 αἰσθέσθαι 的逻辑主语是承接上文 Ῥωμαίους 的宾格分词 φεύγοντας。否定词 οὐδέ 修饰不定式,表示“甚至在敌人远去之后也未曾察觉”。
- 1281ἀγανακτήσει τοῦ μηδὲν αὑτοῖς ἐπηγγέλθαι
由定冠词属格引导的完成时被动不定式短语 τοῦ μηδὲν αὑτοῖς ἐπηγγέλθαι 作名词 ἀγανακτήσει(愤怒)的补足语,表明其愤怒的缘由/内容(“没有给他们发布任何指令”)。否定词 μή(在 μηδέν 中)是不定式的常规否定形式,αὑτοῖς 是间接反身代词,指代士兵们自己。
