← 阿庇安

米特拉达梯战争

§1177-1178

卢库鲁斯的海战胜利与围攻阿米索斯

卢库鲁斯筹建舰队收复沿海各城,并在利姆诺斯岛附近击溃并俘获米特里达梯诸将。米特里达梯遭遇风暴后借海盗轻舟逃脱并重整军力,而卢库鲁斯则大举推进,围攻阿米索斯和塞米斯库拉,战事异常激烈。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1177

Λεύκολλος δʼ ἐπεὶ τὸ κατὰ γῆν εἴργαστο διὰ τοῦ λιμοῦ, ναῦς ἐκ τῆς Ἀσίας ἀγείρας διέδωκε τοῖς ἀμφʼ αὑτὸν στρατηγοῦσιν. καὶ Τριάριος μὲν Ἀπάμειαν εἷλεν ἐπιπλεύσας, καὶ πολλὴ τῶν Ἀπαμέων συμφυγόντων ἐς τὰ ἱερὰ ἐγένετο σφαγή· Βάρβας δὲ Προυσιάδα εἷλε τὴν πρὸς τῷ ὄρει, καὶ Νίκαιαν ἔλαβε, τῶν Μιθριδάτου φρουρῶν ἐκφυγόντων. Λεύκολλος δὲ περὶ τὸν Ἀχαιῶν λιμένα τρισκαίδεκα ναῦς εἷλε τῶν πολεμίων. Οὐάριον δὲ καὶ Ἀλέξανδρον καὶ Διονύσιον περὶ Λῆμνον ἐν ἐρήμῃ νήσῳ καταλαβών, ἔνθα δείκνυται βωμὸς Φιλοκτήτου καὶ χαλκοῦς ὄφις καὶ τόξα καὶ θώραξ ταινίαις περίδετος, μνῆμα τῆς ἐκείνου πάθης, ἐπέπλει μὲν αὐτοῖς ῥοθίῳ τε πολλῷ καὶ μετὰ καταφρονήσεως, εὐσταθῶς δʼ ἐκείνων ὑπομενόντων ἔστησε τὴν εἰρεσίαν, καὶ κατὰ δύο ναῦς ἐπιπέμπων ἠρέθιζεν ἐς ἔκπλουν. οὐ σαλευόντων δʼ ἐκείνων ἀλλʼ ἀπὸ γῆς ἀμυνομένων, περιέπλευσε τὴν νῆσον ἑτέραις ναυσί, καὶ πεζοὺς ἐς αὐτὴν ἐκβιβάσας συνήλασε τοὺς ἐχθροὺς ἐπὶ τὰς ναῦς. οἱ δʼ ἐς μὲν τὸ πέλαγος οὐκ ἠφίεσαν, τὸν Λευκόλλου στρατὸν δεδιότες, παρὰ δὲ τὴν γῆν πλέοντες, ἔκ τε τῆς γῆς καὶ τῆς θαλάσσης ἀμφίβολοι γιγνόμενοι κατετιτρώσκοντο, καὶ φόνος πολὺς ἦν αὐτῶν καὶ φυγή. ἐλήφθησαν δʼ ἐν σπηλαίῳ κρυπτόμενοι Οὐάριός τε καὶ Ἀλέξανδρος καὶ Διονύσιος ὁ εὐνοῦχος. καὶ αὐτῶν ὁ μὲν Διονύσιος, πιὼν ὅπερ ἤγετο φάρμακον, αὐτίκα ἀπέθανε, Οὐάριον δʼ ἀναιρεθῆναι προσέταξε Λεύκολλος· οὐ γὰρ ἐδόκει Ῥωμαῖον ἄνδρα βουλευτὴν θριαμβεύειν.1 Ἀλέξανδρος δὲ ἐς τὴν πομπὴν ἐφυλάσσετο. καὶ Λεύκολλος περὶ τῶνδε Ῥωμαίοις ἐπέστελλε, τὰ γράμματα δάφνῃ περιβαλών, ὡς ἔθος ἐστὶν ἐπὶ νίκαις· αὐτὸς δὲ ἠπείγετο ἐς Βιθυνίαν.

卢库鲁斯通过饥荒完成了陆上战事后,便从亚细亚行省征集战船,分派给身旁的各位将领。特里阿里乌斯率舰驶往并攻克了阿帕梅亚,大批逃入神庙的阿帕梅亚人惨遭屠杀;巴尔巴攻下了山旁的普鲁西亚斯,又因米特里达梯的守军弃城逃走而占领了尼西亚。卢库鲁斯自己在阿开亚人港附近缴获了敌军十三艘战船。他在利姆诺斯岛附近的荒岛上截住了瓦里乌斯、亚历山大和狄奥尼修斯——岛上展示着菲罗克忒忒斯的祭坛、青铜蛇、弓以及束有饰带的胸甲,以此作为他昔日苦难的纪念——起初他带着冲天的浪涛与轻蔑的神情向敌进逼;但见对方沉着坚守,他便下令停桨,每次派两艘战船前去诱敌出海。当敌军不出海而依陆防守时,他率其余战船绕过该岛,将步兵运送上岸,将敌人逼赶向其船只。敌军因惧怕卢库鲁斯的大军而不敢驶入外海,只得沿岸行驶,结果陷入陆海两面的夹击而死伤惨重,伤亡与溃逃者不计其数。藏身于洞穴中的瓦里乌斯、亚历山大及宦官狄奥尼修斯均被俘获。其中狄奥尼修斯服下随身携带的毒药立刻毙命;卢库鲁斯则下令将瓦里乌斯处决,因他认为带领一名罗马元老举行凯旋式实属不合体统。亚历山大则被留存下来以备在凯旋游行中展示。卢库鲁斯按照战胜的习俗用月桂枝包裹书信向罗马人报告捷报,自己则急行军前往比提尼亚。

§1178

Μιθριδάτῃ δʼ ἐς Πόντον ἐσπλέοντι χειμὼν ἐς δὶς ἐπιγίγνεται, καὶ τῶν ἀνδρῶν ἀμφὶ τοὺς μυρίους καὶ νῆες ἀμφὶ τὰς ἑξήκοντα διεφθάρησαν· αἱ δὲ λοιπαὶ διερρίφησαν, ὡς ἑκάστην ὁ χειμὼν ἐξήνεγκεν. αὐτὸς δὲ ῥηγνυμένης τῆς στρατηγίδος ἐς λῃστῶν σκάφος, ἀπαγορευόντων τῶν φίλων, ὅμως ἐνέβη. καὶ ἐς Σινώπην αὐτὸν οἱ λῃσταὶ διέσωσαν. ὅθεν ὁ μὲν ἐς Ἀμισὸν ἀπὸ κάλω διαπλέων,2 πρός τε τὸν κηδεστὴν Τιγράνην τὸν Ἀρμένιον καὶ ἐς Μαχάρην τὸν υἱόν, ἄρχοντα Βοσπόρου, περιέπεμπεν, ἐπικουρεῖν ἐπείγων ἑκάτερον. ἔς τε Σκύθας τοὺς ὁμόρους χρυσὸν καὶ δῶρα πολλὰ Διοκλέα φέρειν ἐκέλευεν. ἀλλʼ ὁ μὲν αὐτοῖς τε δώροις καὶ αὐτῷ χρυσίῳ πρὸς Λεύκολλον ηὐτομόλησε, Λεύκολλος δʼ ἐπὶ τῇ νίκῃ θρασέως προϊὼν ἐς τὸ πρόσθεν καὶ τὰ ἐν ποσὶν ἅπαντα χειρούμενος προυνόμευεν. οἷα δʼ εὐδαίμονος χώρας καὶ πολὺν χρόνον ἀπολεμήτου,3 τὸ μὲν ἀνδράποδον τεττάρων δραχμῶν αὐτίκα ἐγίγνετο, ὁ δὲ βοῦς μιᾶς, αἶγες δὲ καὶ πρόβατα καὶ ἐσθὴς καὶ τὰ λοιπὰ τούτων κατὰ λόγον. Λεύκολλος δʼ Ἀμισόν τε καὶ Εὐπατορίαν, ἥν τινα τῇ Ἀμισῷ παρῳκοδόμησεν ὁ Μιθριδάτης Εὐπατορίαν τε ὠνόμαζεν ἀφʼ ἑαυτοῦ καὶ βασίλεια ἡγεῖτο, περικαθήμενος ἐπολιόρκει, καὶ ἑτέρῳ στρατῷ Θεμίσκυραν, ἣ τῶν Ἀμαζόνων τινὸς ἐπώνυμος οὖσα παρὰ τὸν Θερμώδοντα ποταμὸν ἔστιν. τούτων δʼ οἱ μὲν τοῖς Θεμισκυρίοις ἐπικαθήμενοι πύργους ἐπῆγον αὐτοῖς καὶ χώματα ἐχώννυον καὶ ὑπονόμους ὤρυττον, οὕτω δή τι μεγάλους ὡς ἐν αὐτοῖς ὑπὸ τὴν γῆν ἀλλήλοις κατὰ πλῆθος ἐπιχειρεῖν· καὶ οἱ Θεμισκύριοι ὀπὰς ἄνωθεν ἐς αὐτοὺς ὀρύττοντες, ἄρκτους τε καὶ θηρία ἕτερα καὶ σμήνη μελισσῶν ἐς τοὺς ἐργαζομένους ἐνέβαλλον. οἱ δʼ ἀμφὶ τὴν Ἀμισὸν ἕτερον τρόπον ἐμόχθουν, ἀπομαχομένων αὐτοὺς τῶν Ἀμισέων4 καὶ πολλάκις ἐκθεόντων καὶ ἐς μονομαχίας προκαλουμένων. Μιθριδάτης δʼ αὐτοῖς πολλὴν ἀγορὰν καὶ ὅπλα καὶ στρατιὰν ἔπεμπεν ἐκ Καβείρων, ἔνθα χειμάζων στρατὸν ἄλλον συνέλεγεν. καὶ συνῆλθον αὐτῷ πεζοὶ μὲν ἐς τετρακισμυρίους, ἱππεῖς δὲ ἐς τετρακισχιλίους.

米特里达梯在驶往本都途中遭遇了两次风暴,约一万人丧生,约六十艘战船被毁;其余船只则被暴风刮得四散漂流。米特里达梯自己的旗舰也逐渐解体,他不顾谋士们的阻拦毅然登上一艘海盗轻舟。海盗将他安全送至锡诺普。自该地起,他依靠纤绳拖曳航行至阿米索斯,并四处遣使前往其女婿亚美尼亚王提格兰以及统治博斯普鲁斯的儿子马哈雷斯处,敦促二人速来援助。他又命狄奥克勒斯携黄金及丰厚礼物前往邻近的斯基泰人处;但狄奥克勒斯却带着这些礼物和黄金直接投降了卢库鲁斯。卢库鲁斯乘胜大胆推进,一路扫平并劫掠眼前的一切土地。由于该地富庶且长期未遭兵燹,当时一名奴隶立时仅售四德拉克马,一头牛售一德拉克马,山羊、绵羊、衣物及其他物资的售价也依此类推。卢库鲁斯扎营包围攻打阿米索斯以及欧帕托里亚——这是米特里达梯在阿米索斯旁所建、以自身名字命名并作为王宫的城市——同时分出另一支军队包围位于特耳摩冬河畔、以一位亚马逊人命名的塞米斯库拉。围攻塞米斯库拉的部队调来攻城塔,筑起土垒,挖掘地下坑道,坑道之巨大竟使得双方大批兵力能在地底相互交战;塞米斯库拉人则从上方凿洞通入坑道,向正在劳作的士兵投掷野熊、其他猛兽以及蜂群。阿米索斯周围的围城部队则饱受另一种折磨,阿米索斯人奋勇抵抗,屡屡出城突袭并要求单挑决斗。米特里达梯从正在过冬并集结新军的卡贝拉源源不断地向他们输送大量补给、武器和军队。聚集到他麾下的步兵约达四万人,骑兵约达四千人。

语法注4 条
  1. 1177οὐ γὰρ ἐδόκει Ῥωμαῖον ἄνδρα βουλευτὴν θριαμβεύειν

    动词 θριαμβεύω 除用作不及物动词表“举行凯旋式”外,亦可作及物动词,意为“带领某人游街举行凯旋式”或“因战胜某人而举行凯旋式”,在此处其宾语为 Ῥωμαῖον ἄνδρα βουλευτήν。该不定式受非人称结构 οὐκ ἐδόκει(“被认为不妥/不合体统”)支配,说明了卢库鲁斯为何没有将身为罗马元老院议员的瓦里乌斯留作凯旋游行,而是下令立即处决。

  2. 1178ἀπὸ κάλω διαπλέων

    短语 ἀπὸ κάλω 为航海习语,字面意为“用绳索/以纤绳”(如习语 ἀπὸ κάλω πλεῖν),指船只靠陆上纤绳拖曳沿岸航行的方式。米特里达梯刚在风暴中失去主力船队并换乘轻舟,此处生动地描述了他借助岸边纤绳拖曳、沿海岸谨慎航向阿米索斯的情景。

  3. 1178οἷα δʼ εὐδαίμονος χώρας καὶ πολὺν χρόνον ἀπολεμήτου

    副词 οἷα 在此表示原因或状况,后接属格名词短语 εὐδαίμονος χώρας καὶ πολὺν χρόνον ἀπολεμήτου,省略了分词 οὔσης(或作为由 οἷα 直接支配的原因属格)。该句解释了后文物价极度低贱(奴隶与牲畜贱卖)的原因,即“因为该地区富庶且长期未遭兵乱”。

  4. 1178ἀπομαχομένων αὐτοὺς τῶν Ἀμισέων

    动词 ἀπομάχομαι 通常作不及物动词表示“防守战斗”,但此处带直接宾格宾语 αὐτούς(指卢库鲁斯的包围军),作及物动词用,意为“击退他们”或“迎击抵御他们”。整个短语构成属格绝对句,说明了围城战艰难的原因。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg014.humanitext-grc2:1177-1178