- 底本
- Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg014.humanitext-grc2:1174-1176
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
基济科斯人击退了来自海上和陆上的猛烈攻势,并在献祭奇迹之牛的鼓舞下坚守城池;而米特里达梯的大军因入冬断粮陷入饥荒与瘟疫,最终在溃退途中遭卢库鲁斯军追击而惨败。
ὁ δὲ Μιθριδάτης ὡς ἀπέγνω τῆσδε τῆς πείρας, ἐπῆγε τὴν ἐπὶ τῶν νεῶν μηχανήν· καὶ ἥ τε γέφυρα ἐς τὸ τεῖχος ἐξήλατο ἄφνω, καὶ τέσσαρες ἀπʼ αὐτῆς ἄνδρες ἐξέδραμον. ᾧ δὴ καὶ μάλιστα καινοτρόπῳ φανέντι καταπλαγέντες1 οἱ Κυζικηνοὶ ἐπὶ μέν τι ὑπεχώρησαν, οὐκ ὀξέως δὲ ἑτέρων ἐπιδραμόντων ἀνεθάρρησάν τε καὶ τοὺς τέσσαρας κατέωσαν ἐς τὸ ἔξω, ταῖς τε ναυσὶ πῦρ καὶ πίσσαν ἐπιχέαντες ἠνάγκασαν πρύμναν τε κρούσασθαι καὶ ὑποχωρεῖν ὀπίσω μετὰ τοῦ μηχανήματος. ὧδε μὲν δὴ τῶν κατὰ θάλασσαν ἐπενεχθέντων ἐκράτουν οἱ Κυζικηνοί· τρίτα δʼ αὐτοῖς ἐπήγετο τῆς αὐτῆς ἡμέρας τὰ ἐν τῇ γῇ μηχανήματα ὁμοῦ πάντα, πονουμένοις τε καὶ μεταθέουσιν ἐς τὸ ἀεὶ βιαζόμενον. τοὺς μὲν οὖν κριοὺς λίθοις ἀπεκαύλιζον ἢ βρόχοις ἀνέκλων ἢ φορμοῖς ἐρίων τῆς βίας ἐξέλυον, τῶν δὲ βελῶν τοῖς μὲν πυρφόροις ὑπήντων ὕδατι καὶ ὄξει, τὰ δʼ ἄλλα προβολαῖς ἱματίων ἢ ὀθόναις κεχαλασμέναις τῆς φορᾶς ἀνέλυον, ὅλως τε οὐδὲν προθυμίας ἀνδρὶ δυνατῆς ἐξέλειπον. καὶ τάδε αὐτοῖς φερεπονώτατα δὴ κακοπαθοῦσιν ὅμως γε τοῦ τείχους ἐκαύθη τι καὶ συνέπεσεν ἐς ἑσπέραν.2 οὐ μὴν ἔφθασέ τις ἐσαλάμενος ἔτι θερμόν, ἀλλʼ αὐτὸ νυκτὸς αὐτίκα περιῳκοδόμησαν οἱ Κυζικηνοί. τῶν δὲ αὐτῶν ἡμερῶν πνεῦμα σφοδρὸν ἐπιγενόμενον περιέκλασε τὰ λοιπὰ τῶν μηχανημάτων τοῦ βασιλέως.
米特里达梯见这一企图落空,便调来战船上的机械;那座便桥突然弹向城墙,四名士兵自其上冲出。基济科斯人被这一极为罕见的景象所惊骇,一度稍有后撤;但见未有后续兵力迅速跟进,便重振勇气,将这四人推落城下,又向船只泼洒火焰与沥青,迫使战船倒桨并带着机械退去。基济科斯人就这样挫败了海上的攻势。作为当天的第三波攻击,陆上的所有机械同时被调集攻城,城内守军疲于奔命,不断奔向各处吃紧受压之处。他们用巨石砸断攻城槌,或用绳套将其拉弯,或用装满羊毛的袋子卸去其冲击力;对付火箭则用水和醋扑灭,对付其他飞弹则用悬垂的衣物或松垂的麻布阻缓其冲力,总之穷尽了人力所能及的一切努力。尽管他们如此坚忍地承受着苦难,但城墙仍有一处被烧毁,并在傍晚坍塌。然而,尚无人来得及趁余热跃入城内,基济科斯人便在夜间迅速在残垣周围筑起新墙。与此同时,一场突如其来的狂风摧毁了国王其余的攻城机械。
λέγεται δʼ ἡ πόλις ἐμπροίκιον ὑπὸ Διὸς τῇ κόρῃ δοθῆναι, καὶ σέβουσιν αὐτὴν οἱ Κυζικηνοὶ μάλιστα θεῶν. ἐπελθούσης δὲ τῆς ἑορτῆς, ἐν ᾗ θύουσι βοῦν μέλαιναν, οἱ μὲν οὐκ ἔχοντες ἔπλαττον ἀπὸ σίτου, μέλαινα δὲ βοῦς ἐκ πελάγους πρὸς αὐτοὺς διενήχετο, καὶ τὸ κλεῖθρον τοῦ στόματος ὑποδῦσά τε καὶ ἐς τὴν πόλιν ἐσδραμοῦσα ὥδευσεν ἀφʼ ἑαυτῆς ἐς τὸ ἱερὸν καὶ τοῖς βωμοῖς παρέστη. ταύτην μὲν οὖν οἱ Κυζικηνοὶ μετὰ χρηστῆς ἐλπίδος ἔθυον, οἱ δὲ φίλοι τῷ Μιθριδάτῃ συνεβούλευον ὡς ἱερᾶς τῆς πόλεως ἀποπλεῦσαι. ὁ δʼ οὐ πεισθεὶς ἐπὶ τὸ Δίνδυμον ὄρος ὑπερκείμενον ἀνῄει, καὶ χῶμα ἀπʼ αὐτοῦ ἐς τὴν πόλιν ἔχου, πύργους τε ἐφίστη, καὶ ὑπονόμοις τὸ τεῖχος ἀνεκρήμνη. τοὺς δʼ ἵππους ἀχρείους οἱ τότε ὄντας, καὶ ἀσθενεῖς διʼ ἀτροφίαν καὶ χωλεύοντας ἐξ ὑποτριβῆς, ἐς Βιθυνίαν περιέπεμπεν· οἷς ὁ Λεύκολλος περῶσι τὸν Ῥύνδακον ἐπιπεσὼν3 ἔκτεινε πολλούς, καὶ αἰχμαλώτους ἔλαβεν ἄνδρας μὲν ἐς μυρίους καὶ πεντακισχιλίους, ἵππους δʼ ἐς ἑξακισχιλίους καὶ σκευοφόρα πολλά. καὶ τάδε μὲν ἦν περὶ Κύζικον, τῷ δʼ αὐτῷ χρόνῳ Φρυγίαν Εὔμαχος Μιθριδάτου στρατηγὸς ἐπιτρέχων ἔκτεινε Ῥωμαίων πολλοὺς μετὰ παίδων καὶ γυναικῶν, Πισίδας τε καὶ Ἰσαύρους ὑπήγετο καὶ Κιλικίαν, μέχρι τῶν τις Γαλατικῶν τετραρχῶν Δηιόταρος ἐπιπολάζοντα αὐτὸν συνεδίωξε καὶ πολλοὺς διέφθειρεν.
相传该城为宙斯赠予其女(科瑞)的嫁妆,基济科斯人在诸神中对她尤为尊崇。当献祭黑牝牛的节日来临时,市民因无牛可用便用面粉塑牛;然而,一头黑牝牛竟从远海破浪向他们游来,潜过港口的栅栏窜入城中,自行走到圣所并伫立在祭坛旁。基济科斯人怀着美好的希冀将此牛献祭,而米特里达梯的谋士们则劝他以此城神圣为由解围撤军。他却不听劝告,登上俯瞰该城的丁迪穆斯山,从山上向城池筑起土垒,立起塔楼,并挖掘地道破坏城墙。他又将当时已无战力、因饥荒而虚弱、因蹄伤而跛行的战马遣送回比提尼亚;卢库鲁斯趁他们渡过林达库斯河时发起突袭,斩杀甚众,俘获约一万五千人、六千匹马以及大量辎重。 基济科斯周围的战况如此;与此同时,米特里达梯的将领欧马科斯侵袭弗里吉亚,屠杀了大批罗马人及其妇孺,并降服了皮西迪亚人、伊绍里亚人和基利基亚,直至加拉太四分领主之一的德约塔罗斯出兵追击其肆虐之军,杀伤甚众。
καὶ περὶ μὲν Φρυγίαν τοιάδε ἐγίγνετο, Μιθριδάτου δὲ χειμὼν ἐπιγενόμενος ἀφῄρητο καὶ τὴν ἐκ τῆς θαλάττης ἀγοράν, εἴ τις ἦν, ὥστε πάμπαν ὁ στρατὸς ἐλίμωττε, καὶ πολλοὶ μὲν ἀπέθνησκον, εἰσὶ δʼ οἳ καὶ σπλάγχνων ἐγεύοντο βαρβαρικῶς· οἱ δʼ ἄλλοι ποηφαγοῦντες ἐνόσουν. καὶ τὰ νεκρὰ σφῶν ἀγχοῦ ἄταφα ῥιπτούμενα λοιμὸν ἐπῆγεν ἐπὶ τῷ λιμῷ. διεκαρτέρει δʼ ὅμως ὁ Μιθριδάτης, ἐλπίζων ἔτι τὴν Κύζικον αἱρήσειν τοῖς χώμασι τοῖς ἀπὸ τοῦ Δινδύμου. ὡς δὲ καὶ ταῦθʼ ὑπεσύροντο οἱ Κυζικηνοί, καὶ τὰς ἐπʼ αὐτῶν μηχανὰς ἐπίμπρασαν, καὶ αἰσθήσει τοῦ λιμοῦ πολλάκις ἐπεκθέοντες τοῖς πολεμίοις ἀσθενεστάτοις γεγονόσιν ἐπετίθεντο, δρασμὸν ὁ Μιθριδάτης ἐβούλευε, καὶ ἔφευγε νυκτὸς αὐτὸς μὲν ἐπὶ τῶν νεῶν ἐς Πάριον, ὁ δὲ στρατὸς αὐτοῦ κατὰ γῆν ἐς Λάμψακον. περῶντας δʼ αὐτοὺς τὸν Αἴσηπον ὅ τε ποταμὸς τότε μάλιστα ἀρθεὶς μέγας, καὶ ἐπὶ τῷ ποταμῷ Λεύκολλος ἐπιδραμὼν ἔφθειρεν. ὧδε μὲν οἱ Κυζικηνοὶ πολλὴν βασιλέως παρασκευὴν διέφυγον, αὐτοί τε γενναίως ἀγωνισάμενοι, καὶ λιμῷ πιεσθέντος ὑπὸ Λευκόλλου.4 ἀγῶνά τε αὐτῷ θέμενοι μέχρι νῦν τελοῦσι, τὰ Λευκόλλεια καλούμενα. Μιθριδάτης δὲ τοὺς ἐς Λάμψακον ἐσφυγόντας, ἔτι τοῦ Λευκόλλου περικαθημένου, ναῦς ἐπιπέμψας ἐξεκόμισε σὺν αὐτοῖς Λαμψακηνοῖς. μυρίους δʼ ἐπιλέκτους ἐπὶ νεῶν πεντήκοντα Οὐαρίῳ, πεμφθέντι οἱ στρατηγεῖν ὑπὸ Σερτωρίου, καὶ Ἀλεξάνδρῳ τῷ Παφλαγόνι καὶ Διονυσίῳ τῷ εὐνούχῳ καταλιπών, ταῖς πλέοσιν αὐτῶν ἐς Νικομήδειαν ἔπλει. καὶ χειμὼν ἐπιγενόμενος πολλὰς ἑκατέρων διέφθειρεν.
弗里吉亚一带战事如此,而严冬的降临断绝了米特里达梯从海上获得哪怕一丝一毫补给的可能,致使全军陷入彻底的饥荒;许多人死于饥饿,甚至有人如同野蛮人一般吞食同胞内脏,其余之人则因食草而患病。弃置在侧的无人掩埋的尸体,在饥荒之上又引发了瘟疫。然而米特里达梯仍在坚持,依旧寄希望于借助丁迪穆斯山上的土垒攻陷基济科斯。待基济科斯人将这些土垒亦行挖空,焚毁其上的器械,并察觉敌军饥竭而屡次出击、攻打已极度虚弱的围城部队时,米特里达梯只得谋划溃逃:他本人夜间乘船逃往帕里翁,其陆军则沿陆路逃往拉姆普萨库斯。当他们渡过埃塞普斯河时,正值河水暴涨,加之卢库鲁斯在河畔引兵突袭,重创其部队。基济科斯人凭借英勇战斗,加之国王被卢库鲁斯以饥荒逼入绝境,终于逃脱了国王浩大军力的覆灭之危。他们为卢库鲁斯设立了竞技会,迄今仍在举行,称为“卢库鲁斯节”。米特里达梯趁卢库鲁斯仍在包围之际,派遣船只将逃入拉姆普萨库斯的人员连同拉姆普萨库斯市民一同接运撤出。他留下一万精兵和五十艘战船交给受塞托利乌斯派遣前来领军的瓦里乌斯、帕夫拉戈尼亚人亚历山大和宦官狄奥尼修斯,自己则率大部分船只驶向尼科米底亚。然而突如其来的冬日风暴摧毁了双方的大量船只。
- 1174ᾧ δὴ καὶ μάλιστα καινοτρόπῳ φανέντι καταπλαγέντες
关系代名词 ᾧ 指代前文战船上的便桥装置,作原因或手段与格修饰分词 καταπλαγέντες。καινοτρόπῳ 与表语性分词 φανέντι 连用构成表语,意为“被这一显得极其奇特/前所未见的事物所震慑”。
- 1174καὶ τάδε αὐτοῖς φερεπονώτατα δὴ κακοπαθοῦσιν ὅμως γε τοῦ τείχους ἐκαύθη τι καὶ συνέπεσεν ἐς ἑσπέραν
αὐτοῖς ... κακοπαθοῦσιν 为关涉(不利)与格,τάδε ... φερεπονώτατα 为分词 κακοπαθοῦσιν 的内动对格或副词性对格(“在他们忍受着这般极度艰辛的苦难之中”)。主句 τοῦ τείχους ... ἐκαύθη τι 中,τοῦ τείχους 为部分属格,修饰不定代词主语 τι(“城墙的一部分”)。
- 1175τοὺς δʼ ἵππους ἀχρείους οἱ τότε ὄντας... ἐς Βιθυνίαν περιέπεμπεν· οἷς ὁ Λεύκολλος περῶσι τὸν Ῥύνδακον ἐπιπεσὼν
句首的 τοὺς δʼ ἵππους ... ὄντας 作为动词 περιέπεμπεν 的直接宾语。接下来的关系代名词 οἷς 指代战马及伴行人员,作复合动词 ἐπιπεσών 所要求的与格补足语;περῶσι 是与 οἷς 保持性数格一致的分词(“渡过林达库斯河时”)。
- 1176αὐτοί τε γενναίως ἀγωνισάμενοι, καὶ λιμῷ πιεσθέντος ὑπὸ Λευκόλλου
文法上的不对称结构(破格结构)。与主语 οἱ Κυζικηνοί 一致的主格分词 αὐτοί ... ἀγωνισάμενοι,通过 καί 与省略了主语的独立属格结构 λιμῷ πιεσθέντος [τοῦ βασιλέως] 并列。这并置了基济科斯人得以解危的双重原因:市民自身的英勇抵抗以及国王被卢库鲁斯以饥荒所重创。
