- 底本
- Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg014.humanitext-grc2:1172-1173
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
卢库鲁斯运用计谋占据基济科斯附近的要地并切断了米特里达梯的大军补给,陷入困境的米特里达梯随即出动庞大兵力与各类攻城机械对基济科斯发动总攻。
Λεύκιος δὲ Λεύκολλος ὑπατεύειν καὶ στρατηγεῖν αἱρεθεὶς τοῦδε τοῦ πολέμου τέλος μέν τι στρατιωτῶν ἦγεν ἐκ Ῥώμης, δύο δʼ ἄλλα τὰ Φιμβρίου καὶ ἐπʼ αὐτοῖς ἕτερα δύο προσλαβών, σύμπαντας ἔχων πεζοὺς τρισμυρίους καὶ ἱππέας ἐς χιλίους ἐπὶ ἑξακοσίοις, παρεστρατοπέδευε τῷ Μιθριδάτῃ περὶ Κύζικον. καὶ διʼ αὐτομόλων ἐπιγνοὺς εἶναι τῷ βασιλεῖ στρατιὰν μὲν ἀνδρῶν ἀμφὶ μυριάδας τριάκοντα, ἀγορὰν δὲ εἴ τι σιτολογοῦντες ἢ ἐκ θαλάσσης λάβοιεν,1 ἔφη πρὸς τοὺς ἀμφʼ αὑτὸν ἀμαχὶ λήψεσθαι τοὺς πολεμίους αὐτίκα, καὶ τοῦ ἐπαγγέλματος αὐτοῖς ἐνεκελεύετο μνημονεύειν. ὄρος δὲ ἰδὼν εὔκαιρον ἐς στρατοπεδείαν, ὅθεν αὐτὸς μὲν εὐπορήσειν ἔμελλεν ἀγορᾶς, τοὺς δὲ πολεμίους ἀποκλείσειν, ἐπεχείρει καταλαβεῖν ὡς ἐν τῷδε τὴν νίκην ἀκίνδυνον ἕξων. μιᾶς δʼ οὔσης ἐς αὐτὸ διόδου στενῆς, ὁ Μιθριδάτης αὐτὴν ἐφύλαττεν ἐγκρατῶς, ὧδε καὶ Ταξίλου καὶ τῶν ἄλλων ἡγεμόνων αὐτῷ παραινούντων. Λεύκιος δὲ Μάγιος ὁ Σερτωρίῳ καὶ Μιθριδάτῃ τὰ ἐς ἀλλήλους διαιτήσας, ἀνῃρημένου τοῦ Σερτωρίου πρὸς Λεύκολλον ἐπεπόμφει κρύφα, καὶ πίστιν λαβὼν μετέπειθε τὸν Μιθριδάτην ὑπεριδεῖν Ῥωμαίων παροδευόντων τε καὶ στρατοπεδευόντων ὅπῃ θελήσειαν. τὰ γὰρ ὑπὸ Φιμβρίᾳ γενόμενα δύο τέλη βουλεύειν αὐτομολίαν, καὶ αὐτίκα τῷ βασιλεῖ προσέσεσθαι· τί οὖν χρῄζειν αὐτὸν ἀγῶνος καὶ φόνου,2 δυνάμενον ἀμαχὶ κρατῆσαι τῶν πολεμίων; οἷς ὁ Μιθριδάτης συνθέμενος ἀνοήτως μάλα καὶ ἀνυπόπτως, περιεῖδε Ῥωμαίους διὰ στενοῦ παροδεύοντας ἀδεῶς καὶ ἐπιτειχίζοντας αὑτῷ μέγα ὄρος, οὗ κρατοῦντες αὐτοὶ μὲν ὄπισθεν ἔμελλον ἀγορὰν ἀδεῶς ἐπάξεσθαι, Μιθριδάτην δὲ λίμνῃ καὶ ὄρεσι καὶ ποταμοῖς ἀποκλείσειν τῶν κατὰ γῆν ἁπάντων, ὅ τι μὴ γλίσχρως ποτὲ λάβοι, οὔτε ἐξόδους εὐρείας ἔτι ἔχοντα, οὔτε βιάζεσθαι δυνάμενον ἔτι Λεύκολλον ὑπὸ τῆς δυσχωρίας, ἧς κρατῶν κατεφρόνησεν. ὅ τε χειμὼν ἤδη πλησιάζων ἔμελλε καὶ τῶν ἀπὸ τῆς θαλάσσης αὐτὸν ἐν ἀπορίᾳ καταστήσειν. ἃ θεωρῶν ὁ Λεύκολλος τοὺς φίλους ἀνεμίμνησκε τῆς ὑποσχέσεως, καὶ τὸ ἐπαγγελθὲν ὡς παρὸν ἐδείκνυ.
卢基乌斯·卢库鲁斯被选为执政官兼此次战争的主帅,他从罗马率领了一支军团,又收编了芬布里亚的两个军团及另外两个军团,总共拥有三万步兵和约一千六百名骑兵,在基济科斯附近与米特里达梯对峙扎营。他通过逃兵得知国王拥有约三十万大军,但粮草唯靠就地搜掠或来自海上,便对身边的人说,他很快将不战而擒敌,并嘱咐他们牢记这一诺言。他见有一座适于扎营的山岭,从那里自己将粮饷充足,并能切断敌军补给,于是企图将其占领,以为凭此便可稳操胜券而无危险。但通往该山仅有一条狭径,米特里达梯在塔克西勒斯及其他将领的建议下严加把守。然而,曾为塞托利乌斯与米特里达梯调解交涉的卢基乌斯·马吉乌斯,在塞托利乌斯遇害后暗中遣使于卢库鲁斯;他在获得安全保证后,便劝诱米特里达梯放任罗马人行军并通过,并在他们愿意之处扎营。他说,原属芬布里亚的两个军团正密谋叛变,不日将归顺国王;既然能够不战而胜,他又何须经历恶战与杀戮呢?米特里达梯极其愚蠢且毫无戒备地听信了这些话,坐视罗马人毫无畏惧地穿过狭道,并占据了一座威逼自己的高山筑垒。罗马人控制了该山,自己便可从后方安全运粮,而借由湖泊、山峦与河流,切断米特里达梯陆上的一切补给(除了他偶能艰难获得的些许粮草),使他既不再有开阔的出路,又因地势险峻——那本为他所据却被他轻视的地势——而不再能强攻卢库鲁斯。加之冬季将临,亦必将使他在海上补给方面陷入绝境。卢库鲁斯看到这一切,便向友人们重提先前的许诺,并指出所承诺的景象已然呈现眼前。
ὁ δὲ Μιθριδάτης δυνηθεὶς ἂν ἴσως καὶ τότε διὰ τὸ πλῆθος διὰ μέσων ὤσασθαι3 τῶν πολεμίων, τούτου μὲν ὑπερεῖδε, Κυζίκῳ δὲ οἷς παρεσκεύασε πρὸς πολιορκίαν ἐπετίθετο, νομίσας ἐν τῷδε διορθώσειν τὴν δυσχωρίαν ὁμοῦ καὶ τὴν ἀπορίαν. οἷα δὲ εὐπορῶν στρατοῦ πολλοῦ, πᾶσιν ἔργοις ἐπεχείρει, τόν τε σταθμὸν ἀποτειχίζων τείχει διπλῷ, καὶ τὰ λοιπὰ τῆς πόλεως ἀποταφρεύων. χώματά τε ἤγειρε πολλά, καὶ μηχανὰς ἐπήγνυτο, πύργους καὶ χελώνας κριοφόρους, ἑλέπολίν τε ἑκατὸν πήχεων, ἐξ ἧς ἕτερος πύργος ἐπῇρτο καταπέλτας καὶ λίθους καὶ βέλη ποικίλα ἀφιείς. κατὰ δὲ τοὺς λιμένας δύο πεντήρεις ἐζευγμέναι πύργον ἕτερον ἔφερον, ἐξ οὗ γέφυρα, ὁπότε προσπελάσειαν ἐς τὸ τεῖχος, ὑπὸ μηχανῆς ἐξήλλετο. ὡς δʼ ἕτοιμα αὐτῷ πάντα ἐγεγένητο, πρῶτα μὲν τρισχιλίους αἰχμαλώτους Κυζικηνοὺς ἐπὶ νεῶν τῇ πόλει προσῆγεν, οἳ χεῖρας ἐς τὸ τεῖχος ὀρέγοντες ἐδέοντο σφῶν κινδυνευόντων φείσασθαι τοὺς πολίτας, μέχρι Πεισίστρατος αὐτοῖς, ὁ στρατηγὸς ὁ τῶν Κυζικηνῶν, ἀπὸ τοῦ τείχους ἐκήρυξε φέρειν τὸ συμβαῖνον ἐγκρατῶς, αἰχμαλώτους γεγονότας.
米特里达梯尽管凭借众多的兵力即便在当时或许仍能从中突破敌阵,却对此视而不见,反而以攻城所备之器械进攻基济科斯,以为借此便可同时解决地势不利与补给匮乏。由于兵力充裕,他开展了各种工程:以双重墙垣封锁泊地,并在该城其余部分挖掘壕沟。他又筑起多座土垒,架设攻城器械,包括塔楼、装有攻城槌的龟甲车,以及一座百肘高的攻城巨塔(破城者),巨塔上方升起另一座塔楼,发射弩箭、石块与各类投射物。在港口方向,两艘并联的五层桨战船载着另一座塔楼,一旦靠近城墙,一座便桥便通过机械装置从塔上弹出。当一切准备就绪,他首先用船将三千名被俘的基济科斯人押至城前;他们向城墙伸出双手,哀求市民怜惜他们这些身处危难之人,直至基济科斯的统帅佩西斯特拉托斯从城墙上向他们宣谕:既然已沦为战俘,就当坚毅忍受所降临的命运。
- 1172ἀγορὰν δὲ εἴ τι σιτολογοῦντες ἢ ἐκ θαλάσσης λάβοιεν
宾格 ἀγοράν 与前文由 ἐπιγνούς 统领的 στρατιάν 并列,作不定式结构的主语,其谓语部分可补出 εἶναι,由条件从句 εἴ τι ... λάβοιεν 加以限定。条件从句中的祈愿语气 λάβοιεν 属于间接引语中在过去时态后的转换(optativus obliquus),其在直接引语中对应于假设语气通则条件句(ἐάν τι ... λάβωσιν)。
- 1172τί οὖν χρῄζειν αὐτὸν ἀγῶνος καὶ φόνου
用于间接引语(oratio obliqua)中修辞性疑问句的“宾格加不定式”结构。在直接引语中本为直陈式疑问句(τί οὖν χρῄζεις...;),在转入间接引语后,主语变为宾格 αὐτόν,主干谓语变为不定式 χρῄζειν。
- 1173δυνηθεὶς ἂν ἴσως καὶ τότε διὰ τὸ πλῆθος διὰ μέσων ὤσασθαι
分词 δυνηθείς 与语气小词 ἄν 连用,表达与过去事实相反或过去的潜在可能性(相当于 ἐδυνήθη ἄν,“本来或许能够突破”)。它表示过去未能实现的可能性。
