← 阿庇安

米特拉达梯战争

§1070-1071

米特里达梯进军誓师与卡尔基敦之战

米特里达梯率军进驻帕夫拉戈尼亚并誓师动员,随后侵入比提尼亚,在卡尔基敦大破罗马陆军并摧毁其舰队。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1070

ἀρχομένου δʼ ἦρος ἀπόπειραν τοῦ ναυτικοῦ ποιησάμενος, ἔθυε τῷ στρατίῳ Διὶ τὴν συνήθη θυσίαν, καὶ Ποσειδῶνι λευκῶν ἵππων ἅρμα καθεὶς ἐς τὸ πέλαγος ἐπὶ Παφλαγονίας ἠπείγετο, στρατηγούντων αὐτῷ Ταξίλου τε καὶ Ἑρμοκράτους. ὡς δʼ ἀφίκετο, ἐδημηγόρησε τῷ στρατῷ περί τε τῶν προγόνων μάλα σεμνολόγως καὶ περὶ αὑτοῦ μεγαληγόρως, ὅτι τὴν ἀρχὴν ἐκ βραχέος ἐπὶ πλεῖστον προαγαγὼν οὔποτε Ῥωμαίων ἡττηθείη παρών.1 εἶτα κατηγόρησεν αὐτῶν ἐς πλεονεξίαν καὶ ἀμετρίαν, ὑφʼ ἧς, ἔφη, καὶ τὴν Ἰταλίαν καὶ τὴν πατρίδα αὐτὴν δεδούλωνται.2 καὶ τὰς γενομένας οἱ τελευταίας συνθήκας ἐπέφερεν ὡς οὐκ ἐθέλουσιν ἀναγράψασθαι, καιροφυλακοῦντες αὖθις ἐπιθέσθαι. καὶ τοῦτο αἴτιον τοῦ πολέμου τιθέμενος, ἐπῆγε τὴν ἑαυτοῦ στρατιὰν ὅλην καὶ παρασκευήν, καὶ Ῥωμαίων ἀσχολίαν3 πολεμουμένων ὑπὸ Σερτωρίου κατὰ κράτος ἐν Ἰβηρίᾳ καὶ στασιαζόντων ἐς ἀλλήλους ἀνὰ τὴν Ἰταλίαν. διὸ καὶ τῆς θαλάσσης, ἔφη, καταφρονοῦσι λῃστευομένης πολὺν ἤδη χρόνον, καὶ σύμμαχος αὐτοῖς οὐδείς ἐστιν, οὐδʼ ὑπήκοος ἑκούσιος ἔτι. οὐχ ὁρᾶτε δʼ αὐτῶν, ἔφη, καὶ τοὺς ἀρίστους, ἐπιδεικνὺς Οὐάριόν τε καὶ τοὺς Λευκίους, πολεμίους μὲν ὄντας τῇ πατρίδι, συμμάχους δʼ ἡμῖν;

初春时节,他对海军进行了检阅,向战阵之神宙斯献上了惯常的祭品,并为波塞冬将一辆套着白马的战车沉入海中,随后以塔克西勒斯和赫尔摩克拉忒斯为将,进军帕夫拉戈尼亚。抵达后,他对军队发表演说,极庄严地述及其祖先,并自豪地谈及自身,声称自己将王土由狭小扩至至大,且每逢亲临战阵从未被罗马人击败过。随后他谴责罗马人的贪婪与放纵,说正是由于这贪婪与放纵,他们不仅奴役了意大利,甚至奴役了自己的祖国本身。他又提起与他订立的最后一份和约,称他们不愿将之立诸文字,乃是伺机再次来袭。他将此定为战争的原因,并在演说中列举了自己整支大军与战备,以及罗马人的无暇他顾——他们正被塞托利乌斯在伊比利亚全力攻打,且在整个意大利境内自相内讧。 “正因如此,”他说,“大海纵然久遭海盗劫掠,他们亦视若无睹;他们已无任何盟友,亦无自愿臣服之属民。难道你们未曾看见,”他说,“他们当中最杰出之人,”他指着瓦里乌斯与两位卢基乌斯说,“虽为本国之仇敌,却成了我们的盟友吗?”

§1071

ταῦτʼ εἰπὼν καὶ τὸν στρατὸν ἐρεθίσας ἐνέβαλεν ἐς Βιθυνίαν, Νικομήδους ἄρτι τεθνεῶτος ἄπαιδος καὶ τὴν ἀρχὴν Ῥωμαίοις ἀπολιπόντος. Κόττας δʼ ἡγούμενος αὐτῆς, ἀσθενὴς τὰ πολέμια πάμπαν, ἔφυγεν ἐς Χαλκηδόνα μεθʼ ἧς εἶχε δυνάμεως. καὶ Βιθυνία μὲν ἦν αὖθις ὑπὸ τῷ Μιθριδάτῃ, τῶν πανταχοῦ Ῥωμαίων ἐς Χαλκηδόνα πρὸς Κότταν συνθεόντων. ἐπιόντος δὲ καὶ τῇ Χαλκηδόνι τοῦ Μιθριδάτου, Κόττας μὲν ὑπʼ ἀπραξίας οὐ προῄει, Νοῦδος δὲ ὁ ναύαρχος αὐτοῦ, σὺν μέρει τινὶ στρατοῦ τὰ ὀχυρώτατα τοῦ πεδίου καταλαβὼν καὶ ἐξελαθείς, ἔφυγεν ἐπὶ τὰς πύλας τῆς Χαλκηδόνος διὰ θριγκίων πολλῶν πάνυ δυσχερῶς. ἀμφί τε τὰς πύλας ὠθισμὸς ἦν ἐσπηδώντων ὁμοῦ· ὅθεν οὐδὲν τοῖς διώκουσιν αὐτοὺς βέλος ἠτύχει. ὡς δὲ καὶ περὶ τῶν πυλῶν δείσαντες οἱ φύλακες τὰ κλεῖθρα καθῆκαν ἐς αὐτὰς ἀπὸ μηχανῆς,4 Νοῦδον μὲν καὶ τῶν ἄλλων ἡγεμόνων τινὰς καλῳδίοις ἀνιμήσαντο, οἱ δὲ λοιποὶ μεταξὺ τῶν τε φίλων καὶ τῶν πολεμίων ἀπώλλυντο, τὰς χεῖρας ἐς ἑκατέρους ὀρέγοντες. ὅ τε Μιθριδάτης τῇ φορᾷ τῆς εὐτυχίας χρώμενος ἐπῆγεν αὐτῆς ἡμέρας ἐπὶ τὸν λιμένα τὰς ναῦς, καὶ τὸ κλεῖθρον ἁλύσει χαλκῇ δεδεμένον ἀπορρήξας τέσσαρας μὲν ἐνέπρησε τῶν πολεμίων, τὰς δὲ λοιπὰς ἑξήκοντα ἀνεδήσατο, οὐδὲν οὔτε Νούδου κωλύοντος ἔτι οὔτε Κόττα, ἀλλʼ ἐς τὰ τείχη συγκεκλεισμένων. ἀπέθανον δὲ Ῥωμαίων μὲν ἐς τρισχιλίους, καὶ Λεύκιος Μάλλιος, ἀνὴρ ἀπὸ βουλῆς, Μιθριδάτου δὲ Βαστερνῶν τῶν πρώτων ἐσπεσόντων ἐς τὸν λιμένα εἴκοσιν.

言毕,他鼓动起军心,便攻入比提尼亚;当时尼科墨得斯刚无嗣而终,并将王位遗赠给了罗马人。统治该地的科塔在军事上全然无能,带着手头兵力逃往卡尔基敦。于是比提尼亚再次落入米特里达梯之手,各地的罗马人纷纷奔往卡尔基敦投奔科塔。当米特里达梯进逼卡尔基敦时,科塔因懦弱怠惰而不敢出战;然而他的海军指挥官努杜斯率一部分军队占据平原上的最坚固据点后被逐出,穿过重重石墙极艰难地逃往卡尔基敦城门。城门周围挤满了争相涌入的溃兵;因此追兵所射的飞矢无一落空。守兵亦因顾虑城门安危而通过机械装置将闸门放下,用绳索将努杜斯及其他部分将领吊了上去,而其余的人则向双方伸着双手,在友军与敌军之间丧命。米特里达梯乘胜利用这一运势,当天便率舰队逼近港口,斩断由铜链锁住的封锁栅,烧毁了敌军的四艘船只,并拖走了其余的六十艘;努杜斯与科塔已被困于城墙之内,再无任何阻拦。罗马人阵亡约三千人,其中包括元老院议员卢基乌斯·曼利乌斯;而米特里达梯军中,最早冲入港口的巴斯塔奈人阵亡了二十人。

语法注4 条
  1. 1070οὔποτε Ῥωμαίων ἡττηθείη παρών

    希求式 ἡττηθείη 是 ὅτι 引导的间接引语中的斜格希求式。现在分词 παρών 作表条件或时间的环境分词(“当他亲自在场时”),旨在将他不在场时部将的溃败与他亲自指挥的战役区分开来。

  2. 1070ὑφʼ ἧς, ἔφη, καὶ τὴν Ἰταλίαν καὶ τὴν πατρίδα αὐτὴν δεδούλωνται

    完成时中间态 δεδούλωνται 取主动及物含义,未明指的主语承前指代 αὐτῶν(罗马人):“他们使……屈服为奴”。因此,καὶ τὴν Ἰταλίαν καὶ τὴν πατρίδα αὐτήν 作对格直接宾语。虽然在形态上亦可作被动态理解,但结合演讲的修辞逻辑(罗马人的贪婪与放纵甚至反噬自身),取中间态的使役/及物义更为顺畅。

  3. 1070ἐπῆγε τὴν ἑαυτοῦ στρατιὰν ὅλην καὶ παρασκευήν, καὶ Ῥωμαίων ἀσχολίαν

    动词 ἐπάγω 虽常指“挥军进发”,但在此处用作修辞上的“(在演说中)提出/列举……作为论据或鼓动因素”,其对格宾语并列了“自身的整支大军与战备”与“罗马人的无暇他顾”。紧随其后由 διό 引出直接引语演说的延续,印证了此处的演说语境。

  4. 1071τὰ κλεῖθρα καθῆκαν ἐς αὐτὰς ἀπὸ μηχανῆς

    名词 τὰ κλεῖθρα 此处指城门的吊闸门/落道闸。介词短语 ἀπὸ μηχανῆς 表示守军借助机械装置(滑轮、绞盘或机关)将闸门迅速放下。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg014.humanitext-grc2:1070-1071