← 阿庇安

布匿战争

§853

西庇阿向迦太基提出讲和条件

哈斯德鲁拔哭泣着结束陈词后,西庇阿同幕僚商议,痛斥迦太基的背信弃义并彰显罗马的宽厚,随后提出了包括交出舰船与战象、缴纳赔款及限制疆界等严苛的和约条件。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§853

τοσαῦτʼ εἰπὼν ὁ ἔριφος ἐπέκλαυσεν. ὁ δὲ Σκιπίων μεταστησάμενος αὐτοὺς ἐβουλεύετο μετὰ τῶν ἀρίστων ἐπὶ πολύ. ὡς δʼ ἔκρινεν, ἐσκαλέσας αὐτοὺς ἔλεγεν ὧδε· ἐστὲ μὲν οὐδεμιᾶς συγγνώμης ἄξιοι, πολλάκις ἐς σπονδὰς ἡμῶν ὑβρίσαντες, καὶ τὰ τελευταῖα νῦν καὶ ἐς πρεσβείας ἁμαρτόντες οὕτω φανερῶς καὶ ἀθεμίτως ὡς μήτε ἐξαρνεῖσθαι μήτε ἀντιλέγειν ὅτι μὴ τῆς ἐσχάτης ἐστὲ τιμωρίας ἄξιοι.1 τί δὲ δεῖ κατηγορεῖν τῶν ὁμολογούντων; ἐς ἱκεσίας καταφεύγετε οἱ μηδʼ ὄνομα Ῥωμαίων ὑπολιπόντες ἄν, εἰ ὑμεῖς ἐκρατήσατε.2 ἀλλʼ ἡμεῖς μὲν οὐδέ ποθʼ ὑμῖν ὅμοια ποιήσομεν, ἐπεὶ καὶ τοὺς πρέσβεις ὑμῶν, ἔτι ὄντας ἐν Ῥώμῃ, παρεσπονδηκότων ὑμῶν καὶ ἐς πρέσβεις ἁμαρτόντων, ἥ τε πόλις ἀπέλυσε, κἀγὼ καταχθέντας ἐς τὸ στρατόπεδον πρὸς ὑμᾶς ἤδη πολεμοῦντας ἀπέπεμψα ἀπαθεῖς. χρὴ δʼ ὑμᾶς καταγιγνώσκοντας αὑτῶν, ὅ τι ἂν λάβητε, κέρδος ἡγεῖσθαι. λέξω δʼ ἅ μοι δοκεῖ, καὶ ἡ σύγκλητος ἐπιψηφιεῖ ἃ ἂν δοκιμάσῃ. δίδομεν ὑμῖν καὶ ἔτι τὴν εἰρήνην, ὦ Καρχηδόνιοι, ἢν τάς τε ναῦς τὰς μακρὰς παραδιδῶτε Ῥωμαίοις χωρὶς δέκα μόνων, καὶ τοὺς ἐλέφαντας ὅσους ἔχετε, καὶ ὅσα ἡρπάσατε πρῴην, ἢ τῶν ἀπολωλότων τιμήν, ἐμοῦ τὰ ἀμφίβολα κρίνοντος, καὶ αἰχμάλωτα πάντα καὶ αὐτομόλους, καὶ ὅσους Ἀννίβας ἐξ Ἰταλίας ἤγαγεν. ταῦτα μὲν ἐν τριάκοντα ἡμέραις ἀφʼ οὗ ἂν ἡ εἰρήνη κριθῇ· ἐν δʼ ἑξήκοντα ἡμέραις Μάγωνα χρὴ Λιγύων ἀποστῆναι, καὶ τὰς φρουρὰς ὑμᾶς ἐξαγαγεῖν ἐκ τῶν πόλεων ὅσαι τῶν Φοινικίδων τάφρων ἐκτός εἰσι, καὶ ὅσα αὐτῶν ἔχετε ὅμηρα, ἀποδοῦναι, καὶ ἐς Ῥώμην ἑκάστου ἔτους ἀναφέρειν Εὐβοϊκὰ τάλαντα διακόσια ἐπὶ πεντήκοντα ἐνιαυτούς. καὶ μήτε ξενολογεῖν ἀπὸ Κελτῶν ἢ Λιγύων ἔτι, μήτε Μασσανάσσῃ μηδὲ ἄλλῳ Ῥωμαίων φίλῳ πολεμεῖν, μηδὲ στρατεύειν τινὰ Καρχηδονίων ἐπʼ ἐκείνους ἀπό γε τοῦ κοινοῦ. τὴν δὲ πόλιν ὑμᾶς ἔχειν, καὶ τὴν χώραν ὅσην ἐντὸς τῶν Φοινικίδων τάφρων εἴχετε3 ἐμοῦ διαπλέοντος ἐς Λιβύην. Ῥωμαίων τε εἶναι φίλους καὶ συμμάχους κατὰ γῆν καὶ κατὰ θάλασσαν, ἢν ἀρέσκῃ ταῦτα τῇ βουλῇ. ἀρεσάντων δέ, Ῥωμαίους ἀναχωρεῖν ἐκ Λιβύης πεντήκοντα καὶ ἑκατὸν ἡμέραις. ἀνοχὰς δὲ ἢν ἐθέλητε λαβεῖν ἔστε πρεσβεύσητε ἐς Ῥώμην, δώσετε μὲν ἡμῖν αὐτίκα ὅμηρα πεντήκοντα καὶ ἑκατὸν παῖδας, οὓς ἂν αὐτὸς ἐπιλέξωμαι, δώσετε δὲ ἐς δαπάνην τῇ στρατιᾷ ἄλλα τάλαντα χίλια καὶ ἀγοράν. καὶ γενομένων τῶν σπονδῶν ἀπολήψεσθε τὰ ὅμηρα.

“小山羊”说完这些便放声大哭。西庇阿令他们退下,与诸位将领商议良久。待作出决断后,他召回使者,开口说道: “你们屡次践踏我们的休战协定,最近又对使节犯下了如此昭彰而悖理的罪行,以至于你们既不能否认,亦无法反驳自己罪当极刑,是以你们本不配得到任何宽恕。然而,对已经认罪之人又有何指责的必要?若获胜的是你们,连罗马人的名字也不会留下,如今你们却逃奔到求告之中。但我们绝不会以其人之道还治其人之身;因为此前你们背弃誓约、侵害使节之际,城邦释放了尚在罗马的贵国使节,而我自己亦将解送至营地的使节毫发无损地送还给早已处于交战状态的你们。你们既已自知有罪,便当将所能获得的一切皆视作收获。我将提出我认为妥当的条件,而元老院将对它认可的条款予以表决确认。 迦太基人啊,我们如今仍赐予你们和平,条件是:你们须向罗马人交出除仅留的十艘之外的全部战舰,交出你们所拥有的全部战象,归还不久前掠夺的一切财物,或按损失财物的价值折价偿还——其中存疑之项由我裁断——并交出全部战俘、逃兵,以及汉尼拔从意大利带回的所有人。这些须在和平协议确定之日起三十日内履行。在六十日内,马戈须撤出利古里亚,你们须从腓尼基堑壕之外的所有城市中撤出驻军,交还从这些城市索取的所有人质,并在五十年内每年向罗马输纳二百尤波亚塔兰同。此外,不得再从凯尔特人或利古里亚人中招募雇佣军,不得向马西尼萨或罗马的任何其他盟友开战,任何迦太基人亦不得受公命向他们出征。你们将保有自身的城邦,以及我渡海来到利比亚时你们在腓尼基堑壕之内所拥有的领土。若元老院同意这些条件,你们将在陆地与海洋上成为罗马人的朋友与盟友。条款一经批准,罗马军队将在一百五十日内撤出利比亚。但若你们希望在派遣使节前往罗马期间获得停战,你们须立即交给我们一百五十名童子作为人质——由我亲自挑选——并为军队开支额外提供一千塔兰同以及粮草。待和约正式达成,你们将领回这些人质。”

语法注3 条
  1. 853ἀντιλέγειν ὅτι μὴ τῆς ἐσχάτης ἐστὲ τιμωρίας ἄξιοι

    在充当表否定或抗辩动词 ἀντιλέγειν(反驳、争辩)宾语的名词性从句中,连词 ὅτι 后接否定词 μή,整体表达争辩的内容:“辩白说自己不配受极刑”。

  2. 853οἱ μηδʼ ὄνομα Ῥωμαίων ὑπολιπόντες ἄν, εἰ ὑμεῖς ἐκρατήσατε

    带有语气小词 ἄν 的主动不定过去时分词 ὑπολιπόντες 与后面的过去反事实条件从句(εἰ + 不定过去时直陈式 ἐκρατήσατε)相配合,充当主句结果从句,相当于限定动词结构 οἳ οὐδʼ ἂν ὑπελίπετε。

  3. 853τὴν δὲ πόλιν ὑμᾶς ἔχειν, καὶ τὴν χώραν ὅσην ἐντὸς τῶν Φοινικίδων τάφρων εἴχετε

    宾格加不定式结构(ὑμᾶς ἔχειν),体现了条约与法令文本中常见的规定性/命令性不定式用法,承接前文列举的一系列和约条款。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg009.humanitext-grc2:853