- 底本
- Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg009.humanitext-grc2:850
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
使节哈斯德鲁拔向西庇阿申辩,解释饥荒与民众盲动是导致毁约的无奈之举,并以迦太基的骤变与盛衰无常为由,恳求罗马展现宽容与克制以缔结和约。
ἐμοὶ μὲν ἔστιν, ὦ Ῥωμαῖοι, καὶ Ἄννωνι τῷδε, καὶ ὅσοι Καρχηδονίων ἔμφρονες, καθαρεύειν1 ἁμαρτημάτων ὧν ἡμῖν ἐπικαλεῖτε· τοὺς γὰρ πρέσβεις ὑμῶν, ἐς οὓς ἐξήμαρτεν ἡ πατρὶς ἄκουσα ὑπὸ λιμοῦ, περιεσώζομεν καὶ πρὸς ὑμᾶς ἐπέμπομεν. χρὴ δʼ ὑμᾶς μηδὲ Καρχηδονίων καταγιγνώσκειν ἁπάντων, οἵ γε τὴν εἰρήνην καὶ πρότερον ᾔτησαν καὶ λαβόντες προθύμως ὤμνυον. εἰσὶ δʼ αἱ πόλεις ἐπὶ τὸ χεῖρον εὐεπίστρεπτοι, καὶ τὸ πρὸς χάριν ἀεὶ παρὰ τοῖς πλήθεσιν ἐπικρατεῖ. ἃ καὶ ἡμεῖς ἐπάθομεν, οὔτε πεῖσαι δυνηθέντες τὸ πλῆθος οὔτʼ ἐπισχεῖν διὰ τοὺς ἐκεῖ μὲν διαβάλλοντας ἡμᾶς, παρὰ δὲ ὑμῖν τὴν παρρησίαν ἀφῃρημένους. μὴ δὴ ἀπὸ τῆς ὑμετέρας εὐπειθείας ἢ εὐβουλίας, ὦ Ῥωμαῖοι, τὰ παρʼ ἡμῖν κρίνετε, ἀλλʼ εἴ τῳ καὶ τὸ πεισθῆναι τοῖς ἐπιτρίβουσιν ἀδίκημα εἶναι δοκεῖ, τὸν λιμὸν ἐπίδεσθε, καὶ τὴν ἀνάγκην ἣ γέγονεν ἡμῖν ὑπὸ τοῦ πάθους. οὐ γὰρ δὴ τῶν αὐτῶν ἔργον ἑκούσιον ἦν2 ἄρτι μὲν περὶ εἰρήνης παρακαλεῖν, καὶ χρήματα τοσαῦτα διδόναι, καὶ τῶν νεῶν τῶν μακρῶν πλὴν ὀλίγων ἀφίστασθαι, καὶ τὸ πολὺ τῆς ἀρχῆς ὑμῖν παριέναι, καὶ περὶ τῶνδε ὀμνύναι τε καὶ ὁρκοῦν πέμψαντας ἐς Ῥώμην, ἔτι δʼ ὄντων τῶν ἡμετέρων πρέσβεων παρʼ ὑμῖν ἑκόντας ἁμαρτεῖν. ἀλλὰ μάλιστα μὲν θεῶν τις ἔβλαψε, καὶ ὁ χειμὼν ὁ τὴν ἀγορὰν ὑμῶν ἐς Καρχηδόνα καταγαγών· ἐπὶ δὲ τῷ χειμῶνι ὁ λιμὸς ἡμᾶς ἀφείλετο μὴ καλῶς ὑπὲρ τῶν ἀλλοτρίων φρονῆσαι,3 πάντων ἐνδεεῖς ὄντας. οὐδὲ λογισμὸν αἰτεῖν ἄξιον παρὰ πλήθους ἀσυντάκτου καὶ ἀτυχοῦντος. εἰ δὲ καὶ ὣς ἀδικεῖν ὑμῖν δοκοῦμεν, οὐκ ἀτυχεῖν, ὁμολογοῦμεν, καὶ διʼ αὐτὸ καὶ παρακαλοῦμεν. ἔστι δὲ τῶν μὲν οὐδὲν ἁμαρτόντων δικαιολογία, τῶν δʼ ἁμαρτόντων παράκλησις. ἐφʼ ᾗ ταχύτερός ἐστιν ὁ τῶν εὐτυχούντων ἔλεος, τὰ ἀνθρώπεια ὑφορωμένων, ὅταν αἴσθωνται διὰ τὰς αἰφνιδίους μεταβολὰς παρακαλοῦντας τοὺς ἐχθὲς ἀδικεῖν δυναμένους. οἷα καὶ ἡ Καρχηδονίων πόλις, ἡ τῆς Λιβύης μεγίστη καὶ δυνατωτάτη ναυσὶ καὶ χρήμασιν ὁμοῦ καὶ ἐλέφασι καὶ στρατῷ πεζῷ τε καὶ ἱππικῷ, καὶ ὑπηκόοις πολλοῖς, ἑπτακοσίοις ἔτεσιν ἀνθήσασα, καὶ Λιβύης πάσης καὶ ἄλλων ἐθνῶν καὶ νήσων καὶ θαλάσσης τοσῆσδε ἄρξασα, καὶ ὑμῖν αὐτοῖς ἐς ἀμφήριστον ἐπὶ πλεῖστον ἐλθοῦσα, νῦν οὐκ ἐν τῇ θαλάσσῃ καὶ ταῖς ναυσίν, οὐδʼ ἐν τοῖς ἐλέφασι καὶ ἵπποις, οὐδʼ ἐν τοῖς ὑπηκόοις, ὧν πάντων ὑμῖν ἀφίσταται, τὴν ἐλπίδα τῆς σωτηρίας, ἀλλʼ ἐν αὐτοῖς ὑμῖν ἔχει4 τοῖς προπεπονθόσι κακῶς. ἃ χρὴ θεωροῦντας ὑμᾶς, καὶ τὴν ἐπʼ αὐτοῖς νέμεσιν φυλασσομένους, μετριοπαθῶς χρῆσθαι ταῖς εὐπραξίαις, καὶ τῆς σφετέρας αὐτῶν, ὦ Ῥωμαῖοι, μεγαλοφροσύνης καὶ τῆς Καρχηδονίων ποτὲ τύχης ἄξια πράσσειν, τάς τε τοῦ δαιμονίου μεταβολὰς ἀνεπιφθόνως ἐν ταῖς ἡμετέραις συμφοραῖς διατίθεσθαι, ἵνα καὶ πρὸς τοὺς θεοὺς ἀναμάρτητα ᾖ τὰ ὑμέτερα ὑμῖν, καὶ πρὸς ἀνθρώπους ἀξιέπαινα πάντας. οὐ γὰρ δὴ μὴ μετάθωνται γε καὶ νῦν οἱ Καρχηδόνιοι δέος ἔστιν,5 οἳ τοσήνδε μετάνοιαν καὶ δίκην τῆς πρὶν ἀγνωμοσύνης ὑφίστανται. ἔστι δʼ ἀναμαρτησίας τοῖς μὲν σώφροσιν ἡ εὐβουλία φυλακή, τοῖς δʼ ἁμαρτοῦσι τὸ προπαθεῖν καὶ μεταγνῶναι. βεβαιοτέρους τε εἰκός ἐστι τοὺς νενουθετημένους εἶναι τῶν ἀπειράτων. οὐδʼ ἄξιον Καρχηδονίοις ὑμᾶς ὠμότητα καὶ ἁμαρτίαν ἐπικαλοῦντας ταῦτα μιμεῖσθαι· τοῖς μὲν γὰρ ἀτυχοῦσιν ἑτέρων ἁμαρτημάτων ἄρχουσιν ὑπὸ τῆς ἀπορίας αἱ συμφοραί, τοῖς δʼ εὖ πράσσουσιν ἐν ἐξουσίᾳ τὸ φιλάνθρωπόν ἐστιν. οὐδʼ εὐκλεές, οὐδὲ συμφέρον ἐς τὴν ἀρχὴν ὑμῖν ἐστὶ πόλιν τοσήνδε καθαιρεῖν μᾶλλον ἢ περισώζειν. ἐστὲ δὲ ἀμείνονες μὲν ὑμεῖς τῶν ὑμετέρων συμφερόντων κριταί, ἡμεῖς δʼ ὑμῖν ἐς τὴν ἑαυτῶν σωτηρίαν δύο ταῦτα μάλιστα φέρομεν ἐκ πάντων, τὸ τῆς Καρχηδονίων ποτὲ ἀξίωμα ἀρχῆς, καὶ τὴν ὑμετέραν αὐτῶν ἐς πάντα μετριοπάθειαν, ἣ μετὰ τῶν ὅπλων ἐς τοσοῦτον ὑμᾶς ἐπῇρεν ἀρχῆς καὶ δυνάμεως. τίσι δὲ συνθήκαις, ἂν ἄρα διδῶτε τὴν εἰρήνην, χρησόμεθα περὶ αὐτῆς, περισσὸν λέγειν τοὺς ἐφʼ ὑμῖν τὰ ἑαυτῶν τιθεμένους.
罗马人啊,对于我和这位汉诺,以及所有明智的迦太基人来说,完全可以无涉于你们所指控的那些罪愆;因为你们的使节——我们的城邦在饥荒迫使下非出于本意而冒犯了他们——正是由我们保全并送还给你们的。你们也不该谴责所有的迦太基人,他们先前既祈求和平,且在获准后亦欣然立誓。然而城邦极易滑向恶劣之途,迎合讨好之说在民众中又向来占据上风。这也是我们所遭遇的厄运:我们既未能说服民众,亦无法加以遏制,这全因那些在城中中伤我们、又在你们面前剥夺了我们直言进谏之权的人所致。因此,罗马人啊,切莫以你们自己的顺从或慎思来评判我们国内的情形;即使有人认为盲从于那些招致毁灭之人本身亦属不义,也请看看饥荒以及这场苦难带给我们的无可奈何之境。因为刚祈求和平、付出如此巨额钱财、除少数战船外放弃全部战舰、将帝国的大部分版图拱手让给你们、就这些条款宣誓并派人前往罗马使之立誓确认,却在我们的使节仍留在你们那里之际,故意去犯下罪愆,这断非同一群人的自愿之举。相反,这主要是某位神明降下的灾祸,以及将你们的运粮船吹抵迦太基的风暴所致;而在风暴之外,饥荒更使我们在陷于一无所有的绝境中,丧失了对他人财物保有公正理智的心智。向一群混乱无序且深陷不幸的民众索求理智,亦是不合情理的。 然而,若在你们看来我们即便如此仍是不义而非不幸,我们对此予以承认,并且正因如此我们才来哀求。对于未犯过错之人有辩白之理,而对于犯下过错之人则有求告之权。顺境之人对这种求告往往更容易动恻隐之心,因为他们怀着对人世沧桑的敬畏与戒惧,目睹昔日尚有能力施加伤害之人,由于突如其来的变故而沦为哀求者。迦太基城便是如此:它曾是利比亚最庞大之邦,在舰船、资财、战象以及步骑大军与众多属国方面皆最为雄强,昌盛达七百年之久,统治过全利比亚、其他诸族、众多岛屿以及如此辽阔的海疆,并曾与你们自身长期抗衡争霸;如今,它不再将生全的希望寄托于海洋与战船,亦不寄托于战象与战马,亦不寄托于臣民——它将这一切尽数让予你们——而是寄托于曾遭受过伤害的你们自身。你们应当明察这些事实,警惕伴随而来的天谴之祸,节制从容地运用胜利,罗马人啊,行出配得上你们自身胸襟、亦配得上迦太基昔日盛世的作为,在我们的灾难中不招嫉恨地处置神明降下的变故,好使你们的所作所为在诸神面前无可指摘,在所有世人面前备受赞誉。 迦太基人承受了如此深刻的悔悟,并为先前的悖理付出了如此的代价,断无惧怕他们如今还会改变心意之理。对于明智之人而言,慎思是保持无过的守护;而对于犯过之人而言,历经痛苦与觉悟反思乃是保障。受过诫勉惩戒之人,理当比未经磨难之人更为可靠。你们指责迦太基人残暴与过错,自己却起而效尤,这绝非应当;盖因不幸之人陷于困顿,其灾患往往成为新过错之端始,而得势之人施行仁德则操之在己。彻底摧毁这样一座城邑,而非将其保全,对你们的帝国而言既非光彩之举,亦非有利之事。固然,你们是自身利益更出色的裁决者;然而为了我们自身的获救,我们在所有事物中尤向你们提出这两点:一是迦太基往昔统治的尊严,二是你们自己在凡事上的节制克制——正是这种节制伴随你们的兵器,将你们提升至如此广大的帝国与权势。至于若你们应允赐予和平,我们将依据何等条约来对待它,对于已将自身命运全盘托付于你们之人而言,多言已是多余。
- 850ἐμοὶ μὲν ἔστιν... καθαρεύειν
ἔστιν 作无人称动词,与不定式 καθαρεύειν 连用,表示“得以……/有权……”。与格 ἐμοί、Ἄννωνι 以及关系分句 ὅσοι...(省略了与格先行词)为不定式的逻辑主语。
- 850οὐ γὰρ δὴ τῶν αὐτῶν ἔργον ἑκούσιον ἦν
表语属格 τῶν αὐτῶν(“同一些人的”)带有名词 ἔργον,其真正主语为后接的一连串并列不定式(παρακαλεῖν, διδόναι, ἀφίστασθαι, παριέναι, ὀμνύναι, ὁρκοῦν, ἁμαρτεῖν),表层逻辑为“做完上述诸事而后又蓄意犯错,绝非同一群人的自愿之举”。
- 850ἀφείλετο μὴ καλῶς ὑπὲρ τῶν ἀλλοτρίων φρονῆσαι
阻碍动词 ἀφαιρέομαι 后接带否定词 μή 的不定式(赘用否定 μή),意为“剥夺了我们……的能力/使我们无法公正考虑他人财物”。
- 850οἷα καὶ ἡ Καρχηδονίων πόλις... τὴν ἐλπίδα τῆς σωτηρίας... ἐν αὐτοῖς ὑμῖν ἔχει
包含长篇插入与修饰的长句。其核心骨架为 ἡ πόλις... τὴν ἐλπίδα τῆς σωτηρίας... ἐν αὐτοῖς ὑμῖν ἔχει(“这座城邑将获救的希望寄托于你们自身”),中间穿插了修饰城邦的分词短语(ἀνθήσασα, ἄρξασα, ἐλθοῦσα)以及 οὐκ ἐν... ἀλλʼ ἐν... 的强烈对照,构成长跨度的语序倒错与离隔。
- 850οὐ γὰρ δὴ μὴ μετάθωνται γε καὶ νῦν οἱ Καρχηδόνιοι δέος ἔστιν
从属小句 μὴ μετάθωνται(不定过去时虚拟式)依附于表示恐惧的名词 δέος,并由主干谓语 οὐ... δέος ἔστιν(“并无恐惧/担忧”)加以否定,全句意为“断无担忧迦太基人如今还会改变心意之理”。
