← 阿庇安

布匿战争

§955-956

迦太基城内的争议与汉尼拔劝和

迦太基城内贵族与民众就和平条件发生激烈争执,受召而来的汉尼拔劝告接受和约却招致民愤;在残余运粮船队遭遇风暴沉没后,绝望的迦太基人同意媾和,而担心统帅权被夺的西庇阿亦力促批准条约。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§955

ταῦτα τοῦ Σκιπίωνος εἰπόντος οἱ μὲν πρέσβεις ἔφερον ἐς Καρχηδόνα τοὺς λόγους, συνιόντος δὲ τοῦ πλήθους ἐς ἐκκλησίαν ἐπὶ πολλὰς ἡμέρας, τοῖς μὲν ἀρίστοις ἐδόκει τὰ προτεινόμενα δέξασθαι καὶ μὴ περὶ τινῶν ἀπειθοῦντας κινδυνεύειν περὶ ἁπάντων, τὸ δʼ ἀγοραῖον πλῆθος οὐ τὸ παρὸν δεινὸν ἐκλογιζόμενοι μᾶλλον ἢ τὴν ἀφαίρεσιν ὧν ἔχουσι, τοσήνδε οὖσαν, ἠπείθουν,1 καὶ ἠγανάκτουν εἰ ἐν λιμῷ τὸν σῖτον οἱ ἄρχοντες αἱροῦνται Ῥωμαίοις ἀντὶ τῶν πολιτῶν ἐς τὰς ἀνοχὰς παρασχεῖν, ἐφʼ ἕκαστόν τε αὐτῶν συνιστάμενοι πᾶσιν ἠπείλουν τὰς οἰκίας αὐτῶν διαρπάσειν καὶ καταπρήσειν. τέλος δʼ ἔγνωσαν Ἀννίβαν, ἔχοντα μὲν ἤδη πεζοὺς ἑξακισχιλίους ἱππέας δὲ πεντακοσίους, σταθμεύοντα δʼ ἐν πόλει Μαρθαμά, σύμβουλον ἐπὶ τοῖς παροῦσι καλεῖν. ὁ δʼ ἧκε, καὶ τῶν μετρίων δεδιότων μὴ φιλοπόλεμος ἀνὴρ ἐπιτρίψῃ τὸ πλῆθος, πάνυ σεμνῶς ἐκέλευε τὴν εἰρήνην δέχεσθαι. ὁ δὲ δῆμος καὶ τόνδε ὑπʼ ὀργῆς μανιώδους ἐβλασφήμει καὶ πᾶσιν ἠπείλει, μέχρι τῶν γνωρίμων τοὺς μὲν ἐς Μασσανάσσην καταφυγεῖν, τοὺς δὲ ἐς αὐτοὺς Ῥωμαίους αὐτομολῆσαι,2 τῆς πόλεως ἀπογνόντας.

西庇阿说完这番话后,使节们便将他的言词带回了迦太基。民众连日集结于公民大会,权贵要人认为应当接受所提出的条件,不可因在某些条款上违抗而危及全部;然而市井平民考虑的并非眼前的危局,而是被剥夺家业的数额何其庞大,因而拒绝服从。他们愤慨于在饥荒之中,执政长官们竟选择将粮食供给罗马人以换取休战,而不分给本国公民,他们聚集起来针对每一位长官,威胁要洗劫并焚毁他们所有人的宅邸。最终,他们决定召请汉尼拔来为眼下的局势出谋划策,此时他已率领六千步兵和五百骑兵驻扎在马塔玛城。汉尼拔到来,尽管温和派人士担心这位好战之人会把民众引向毁灭,但他却极其庄重地力主接受和平。然而狂怒的民众甚至将他也痛骂一番,并威胁所有人,以致有地位的人中有的逃奔马西尼萨寻求庇护,有的对城邦感到绝望而径直投奔了罗马人。

§956

οἱ δὲ Καρχηδόνιοι πυθόμενοι σῖτον πολὺν ἐς ἐμπόριόν τι ὑπὸ Ἀννίβου σεσωρεῦσθαι, ὁλκάδας ἐπʼ αὐτὸν ἐξέπεμπον καὶ ναῦς μακράς, ἐγνωκότες, εἰ τὸν σῖτον λάβοιεν, ἐκστρατεῦσαι καὶ ὑπομεῖναι πᾶν ὅ τι ἂν ἡ τύχη κρίνῃ, μᾶλλον ἢ Ῥωμαίοις δουλεύειν ἑκόντες. ἐπεὶ δὲ ἄνεμός τε καὶ χειμὼν τὰς ναῦς συνέτριψαν, ἀπογνόντες ἁπάντων ἐμέμφοντο τοῖς θεοῖς ὡς ἐπιβουλεύουσι, καὶ συνετίθεντο τῷ Σκιπίωνι, καὶ ἐπρεσβεύοντο ἐς Ῥώμην. καὶ ὁ Σκιπίων ἔπεμπε τοὺς συμβουλεύσοντας κυροῦν τὰ συγκείμενα. λέγεται δὲ τοῦτο ἐσηγήσασθαι τῇ τε πόλει συμφέρειν ὑπολαβών, καὶ πυθόμενος Γναῖον Κορνήλιον Λέντλον τὸν ὕπατον ἐφεδρεύειν αὑτοῦ τῇ στρατηγίᾳ,3 τὴν δόξαν οὐκ ἐθέλων ἑτέρου γενέσθαι. προσέταξε γοῦν λέγειν ἀπιοῦσιν4 ὅτι βραδυνόντων Ῥωμαίων αὐτὸς ἐφʼ ἑαυτοῦ συνθήσεται.

迦太基人得知汉尼拔在某处商埠囤积了大量粮食,便派出商船和战船前去取粮,因为他们打定主意:倘若拿到粮食,就宁可出征并承受命运所裁决的一切,也不愿甘心臣服于罗马人。然而大风与风暴摧毁了船只,彻底绝望的迦太基人便怨怪神明故意与他们作对,于是同西庇阿达成和约,并派遣使节前往罗马。西庇阿亦派出人员建议批准已商定的条款。据说他之所以促成此事,是因为他既认为这对国家有利,同时又得知执政官格奈乌斯·科尔内利乌斯·伦图卢斯正觊觎他的统帅权,他不愿让此等荣耀落入他人之手。至少他曾命令出发之人传话:若罗马拖延,他将凭自身权力自行缔约。

语法注4 条
  1. 955τὸ δʼ ἀγοραῖον πλῆθος οὐ τὸ παρὸν δεινὸν ἐκλογιζόμενοι μᾶλλον ἢ τὴν ἀφαίρεσιν ὧν ἔχουσι, τοσήνδε οὖσαν, ἠπείθουν

    中性单数名词 πλῆθος 接合了阳性复数分词 ἐκλογιζόμενοι 及复数限定动词 ἠπείθουν,属于依意一致(constructio ad sensum)。此外,“οὐ A μᾶλλον ἢ B”表“与其说是A,不如说是B”,指出民众比起眼前的危险,更在意被剥夺财产之巨。

  2. 955μέχρι τῶν γνωρίμων τοὺς μὲν ἐς Μασσανάσσην καταφυγεῖν, τοὺς δὲ ἐς αὐτοὺς Ῥωμαίους αὐτομολῆσαι

    连词 μέχρι 支配对格与不定词构文(τοὺς μὲν καταφυγεῖν... τοὺς δὲ αὐτομολῆσαι),引出结果或时间界限(“直到……以至于……”)。属格 τῶν γνωρίμων 为部分属格,被 τοὺς μέν 与 τοὺς δέ 分割指代。

  3. 956ἐφεδρεύειν αὑτοῦ τῇ στρατηγίᾳ

    动词 ἐφεδρεύω(原义为作替补等待出场,引申为觊觎、图谋接替)支配所图谋之物的与格(τῇ στρατηγίᾳ)以及当前占有者的属格(αὑτοῦ),指伦图卢斯正谋求接替西庇阿的统帅职务。

  4. 956προσέταξε γοῦν λέγειν ἀπιοῦσιν

    现在分词与格 ἀπιοῦσιν 指“出发离去之人”(即前往罗马的使者),充当 λέγειν 的逻辑主语或受命者。意指西庇阿指示启程前往罗马的人向元老院传达:若罗马拖延,他将自行决断媾和。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg009.humanitext-grc2:955-956