- 底本
- Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg009.humanitext-grc2:848-849
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
西庇阿在会战获胜后处置战利品、封赏有功人员并降服周边城镇,迦太基人得知战败后遂遣使请和。
Σκιπιων δε νίκην ἀριστην νενικηκως,1 τὰ μὲν ἄχρηστα τῆς λείας ἐνεπιμπρη διαζωσάμενος αὐτός, ὥσπερ εἰώθασι Ῥωμαίων οἱ στρατηγοι, χρυσίου δʼ ἐς Ῥώμην τάλαντα δέκα καὶ ἀργυριου δισχίλια καὶ πεντακόσια καὶ ἐλέφαντα εἰργασμένον καὶ τοὺς ἐπιφανεῖς τῶν αἰχμαλώτων ἔπεμπε, καὶ Λαίλιον ἐξαγγελοῦντα περὶ τῆς νίκης, ἐπὶ νεῶν.., τὰ δὲ λοιπὰ ἀποδόμενος τὴν τιμὴν ἐπιδιεῖλε τῷ στρατῷ, καὶ δῶρα τοῖς ἀριστεύσασιν ἐδίδου, καὶ Μασσανάσσην ἐστεφάνου καὶ τότε. καὶ τὰς πόλεις ἐπιὼν ἐχειροῦτο. τὸ μὲν δὴ τέλος τῆς Ἀννίβου τε καὶ Σκιπίωνος ἐν Λιβύῃ μάχης, τότε πρῶτον ἀλλήλοις ἐς χεῖρας ἐλθόντων, τοῦτʼ ἦν, ἀπέθανον δὲ Ῥωμαίων μὲν δισχίλιοι καὶ πεντακόσιοι, Μασσανάσσου δʼ ἔτι πλείονες,2 καὶ τῶν πολεμίων δισμύριοι καὶ πεντακισχίλιοι. αἰχμάλωτοι δʼ ἐλήφθησαν ὀκτακισχίλιοι καὶ πεντακόσιοι. καὶ Ἴβηρες ηὐτομόλησαν πρὸς Σκιπίωνα τριακόσιοι, καὶ Νομάδες πρὸς Μασσανάσσην ὀκτακόσιοι.
西庇阿取得了辉煌的胜利后,按照罗马将领们的惯例,亲自系紧战袍,焚毁了战利品中无用之物,并向罗马送去了十塔兰同黄金、两千五百塔兰同白银、雕琢的象牙以及俘虏中的显要人物,又派拉埃利乌斯乘船[……]去报告胜利的消息。至于其余物资,他在变卖后将所得价款分发给全军,赏赐立功之士,并于此时亦为马萨纳萨加冕。随后他巡行各地,降服了一座座城镇。汉尼拔与西庇阿在利比亚的会战便以此告终,这是他们首次相互正面交锋。罗马人阵亡两千五百人,马萨纳萨部下阵亡更多,敌军则阵亡两万五千人。俘获战俘八千五百人。另有三百名伊比利亚人投降西庇阿,八百名努米底亚人投奔马萨纳萨。
οὔπω δὲ οὔτε Καρχηδόνιοι τῶνδε οὔτε Ῥωμαῖοι πυθόμενοι, οἱ μὲν ἐπέστελλον Μάγωνι, ξενολογοῦντι ἔτι Κελτούς, ἐσβαλεῖν ἐς τὴν Ἰταλίαν, εἰ δύναιτο, ἢ ἐς Λιβύην μετὰ τῶν μισθοφόρων καταπλεῦσαι, οἱ δέ, τῶνδε τῶν γραμμάτων ἁλόντων καὶ ἐς Ῥώμην κομισθέντων, στρατιὰν ἄλλην καὶ ἵππους καὶ ναῦς καὶ χρήματα ἔπεμπον τῷ Σκιπίωνι. ὁ δὲ ἤδη τῇ Καρχηδόνι κατὰ μὲν τὴν γῆν ἐπέπεμπεν Ὀκτάουιον, ταῖς δὲ ναυσὶν αὐτὸς ἐπέπλει. καὶ οἱ Καρχηδόνιοι τὴν ἧσσαν Ἀννίβου πυθόμενοι, πρέσβεις ἐπὶ κελητίου προσέπεμπον τῷ Σκιπίωνι, ὧν ἡγοῦντο Ἄννων τε ὁ μέγας λεγόμενος καὶ Ἀσδρούβας ὁ ἔριφος· οἳ τὸ κηρύκειον ὑψηλὸν ἔστησαν ἐπὶ τῆς πρῴρας, καὶ τὰς χεῖρας ὤρεγον ἐς τὸν Σκιπίωνα ἱκετῶν τρόπον. ὁ δὲ αὐτοὺς ἐκέλευσεν ἥκειν ἐς τὸ στρατόπεδον καὶ ἐλθοῦσιν ἐφʼ ὑψηλοῦ προκαθήμενος ἐχρημάτιζεν.3 οἱ δὲ μετʼ οἰμωγῆς ἑαυτοὺς ἐρρίπτουν ἐς τὸ ἔδαφος, καὶ τῶν ὑπηρετῶν ἀνιστάντων καὶ λέγειν κελευόντων ὅ τι θέλοιεν, Ἀσδρούβας ὁ ἔριφος εἶπεν·
迦太基人与罗马人皆尚未获知这些消息时,前者派人指示仍在招募凯尔特雇佣军的马戈,若有可能便攻入意大利,抑或率领雇佣军航抵利比亚;而后者在此信函被截获并送抵罗马后,便向西庇阿增派了另一支军队、马匹、战船与经费。此时西庇阿已逼近迦太基,他派奥克塔维乌斯循陆路进发,自己则率战船从海上进发。迦太基人获悉汉尼拔的战败,遂派使节乘坐轻便小艇前往西庇阿处,使团由号称“大汉诺”的汉诺以及“小山羊”哈斯德鲁拔率领。他们在船头高树使节杖,如请愿者般向西庇阿伸出双手。西庇阿命他们前往营地,待其抵达后,他端坐于高处接见并与之问话。使节们悲泣着扑倒在地,侍从们将他们扶起并命其陈述所求,于是“小山羊”哈斯德鲁拔开口说道:
- 848νίκην ἀριστην νενικηκως
同源宾语(cognate accusative)结构,动词 νενικηκώς 支配其同根名词 νίκην,用以强调取得了一场极其彻底的辉煌胜利。
- 848Μασσανάσσου δʼ ἔτι πλείονες
述语动词 ἀπέθανον 的主语为 πλείονες,属格 Μασσανάσσου 与前句的 Ῥωμαίων 相对,充当领属或所属属格,指“马萨纳萨麾下的阵亡者”。
- 849ἐλθοῦσιν ἐφʼ ὑψηλοῦ προκαθήμενος ἐχρημάτιζεν
与格分词 ἐλθοῦσιν 指代使节们,作动词 ἐχρημάτιζεν(接见、处理事务)的间接宾语;主格分词 προκαθήμενος 修饰主语西庇阿,表示其居高临下的接见姿态。
