- 底本
- Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg009.humanitext-grc2:746-747
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
汉尼拔试图重整努米底亚骑兵及丘陵驻军发起反扑,并与马萨纳萨直接交锋,但因部众误解其意图溃散而彻底告负,最终辗转逃往哈德鲁梅图姆收拢残部、整军备战。
καὶ ὁ Ἀννίβας ἐν τῇ φυγῇ θεασάμενος ἱππέων Νομάδων πλῆθος συνεστώς, προσδραμὼν ἠξίου μὴ προλιπεῖν αὐτόν, καὶ πείσας ἐπῆγε τοῖς διώκουσιν, ἐλπίσας ἐργάσεσθαί τινα παλινδίωξιν. πρώτοις δὲ Μασσυλίοις ἐντυχὼν ἐμάχετο, καὶ μόνος ἦν ἔτι οὗτος ὁ ἀγὼν Μασσανάσσου καὶ Ἀννίβου συνεστώτων. φερομένων δὲ καὶ τῶνδε ἐπʼ ἀλλήλους ὑπὸ προθυμίας, ἐς μὲν τὴν ἀσπίδα ὁ Μασσανάσσης ἠκόντισε βαλών, ὁ δὲ Ἀννίβας καὶ τότε ἔτυχε τοῦ ἵππου. καὶ ὁ Μασσανάσσης ἐκπεσὼν πεζὸς ἐπὶ τὸν Ἀννίβαν ὥρμα, τόν τε ἐπελαύνοντά οἱ πρὸ τῶν ἄλλων ἱππέα βαλὼν ἀπέκτεινεν. καὶ τῶν λοιπῶν τὰ ἀκόντια ἐς τὸν ἐλεφαντιστὴν1 ἐκδεχόμενος, ἓν τῶν ἐμπεπηγότων ἐξεῖλε, καὶ ἀκοντίσας ἐς τὸν Ἀννίβαν αὖθις οὐδʼ ὣς ἐπετύγχανεν, ἀλλὰ τὸν ἐγγὺς ἱππέα καὶ ὅδε ἀπέκτεινεν. ἕτερον δʼ ἐξέλκων ἐς τὸν βραχίονα ἐτρώθη, καὶ ὑπεχώρησεν ἐκ τῆς μάχης ἐπʼ ὀλίγον. Σκιπίων δὲ πυθόμενος ἔδεισε περὶ τῷ Μασσανάσσῃ, καὶ ἐς τὸ ἔργον ἠπείγετο· καὶ ηὗρε τὸν Μασσανάσσην ἐς τὴν μάχην αὖθις ἐπὶ ἵππου φερόμενον ἑτέρου, τὸ τραῦμα ἐπιδήσαντα. ὅ τε ἀγὼν ἦν ἴσος αὖθις αὐτοῖς καὶ πάνυ καρτερός, αἰδουμένων τοὺς στρατηγοὺς ἑκατέρων, ἕως ὁ Ἀννίβας ἐπί τινος λόφου θεασάμενος Ἴβηρας καὶ Κελτοὺς συνεστῶτας ἐξίππευσεν ὡς κἀκείνους ἐπάξων.2 τότε γὰρ οἱ μαχόμενοι, τῆς μὲν αἰτίας οὐ συνιέντες, τὴν δʼ ἀποχώρησιν αὐτοῦ φυγὴν ὑπολαβόντες εἶναι, τὸν ἀγῶνα μεθῆκαν ἑκόντες καὶ ἔφυγον ἀκόσμως, οὐχ ᾗπερ ἑώρων Ἀννίβαν, ἀλλʼ ὅπῃ τύχοιεν ἕκαστοι. καὶ οἱ μὲν οὕτω διελύθησαν, Ῥωμαῖοι δʼ αὐτούς, ὡς τετελεσμένης τῆς μάχης, ἐδίωκον ἀτάκτως, οὐδʼ αὐτοὶ τῆς Ἀννίβου προαιρέσεως συνιέντες.
汉尼拔在溃逃中望见一群集结在一起的努米底亚骑兵,便疾驰上前恳求他们切莫弃自己而去;在说服他们之后,他率领这队骑兵迎战追敌,期冀能发起反击。他首先遭遇马西利人并与之交锋,在马萨纳萨与汉尼拔对峙交锋之下,这已是唯一仍在继续的战斗。两人亦怀着极大的斗志相互直冲而来,马萨纳萨掷出标枪击中了对方的盾牌,而汉尼拔这一次又射中了对方的坐骑。马萨纳萨坠马后步行冲向汉尼拔,击杀了一名率先向他驰来的骑兵。他用象皮盾接下了其余众人的标枪,拔出其中一根刺入盾牌的标枪,再次向汉尼拔掷去,即便如此仍未命中,但他也击毙了靠近其身旁的骑兵。但在拔出另一根标枪时,他的手臂受了创伤,遂暂时退出了战斗。西庇阿得知后十分担忧马萨纳萨的安全,急忙赶往战场;他发现马萨纳萨已经包扎好伤口,换乘另一匹战马再度冲向战阵。在部属对各自将领的敬仰下,双方的战斗再度势均力敌、异常酷烈,直至汉尼拔望见一座小丘上集结着一些伊比利亚人与凯尔特人,便策马驰去,企图将他们亦调上前线。因为就在那一刻,鏖战的士卒不明缘由,误以为他的离去乃是逃跑,遂主动放弃战斗,溃乱奔逃,并未沿着他们所见汉尼拔离去的方向,而是各自四散奔逃。他们就这样离散了;而罗马人以为战事已告终结,亦毫无阵形地予以追击,他们自己同样未曾察觉汉尼拔的真实意图。
ὁ δʼ ἐπανῄει πεφραγμένος Ἴβηρσι καὶ Κελτοῖς ἀπὸ τοῦ λόφου. καὶ ὁ Σκιπίων αὖθις ἐκ τῆς διώξεως τοὺς Ῥωμαίους ἀνεκάλει μετὰ σπουδῆς, καὶ παρέτασσε πολὺ πλείονας τῶν ἀπὸ τοῦ λόφου καταβεβηκότων· ὅθεν αὐτῶν οὐ δυσχερῶς περιεγίγνετο. Ἀννίβας δὲ καὶ τῆσδε τῆς πείρας τελευταίας γενομένης ἀποτυχών, ἔφευγεν ἤδη σαφῶς ἀπογνοὺς ἅπαντα. καὶ αὐτὸν ἐδίωκον ἱππεῖς ἄλλοι τε πολλοὶ καὶ Μασσανάσσης, περιώδυνος ὢν ἐκ τοῦ τραύματος, ἀεί τε πλησιάζων, καὶ μέγα ποιούμενος αἰχμάλωτον Ἀννίβαν ἀγαγεῖν Σκιπίωνι. τὸν δὲ νὺξ ἐρρύσατο, καὶ σκότιος μετʼ εἴκοσιν ἱππέων, τῶν δυνηθέντων σὺν αὐτῷ συνανύσαι τὸν δρόμον, ἐς πόλιν κατέφυγεν ᾗ ὄνομα Θῶν, ἔνθα Βρεττίων ἔγνω καὶ Ἰβήρων ἱππέας πολλοὺς ἀπὸ τῆς ἥττης συμπεφευγότας. δείσας οὖν περὶ μὲν τῶν Ἰβήρων ὡς βαρβάρων ταχυέργων, περὶ δὲ Βρεττίων ὡς Ἰταλῶν ὁμοεθνῶν Σκιπίωνι, μὴ ἐς συγγνώμην ὧν ἐξήμαρτον ἐς τὴν Ἰταλίαν, προσαγάγωσιν αὐτὸν τῷ Σκιπίωνι,3 λαθὼν ἐξέφυγε μεθʼ ἑνὸς ἱππέως, ᾧ μάλιστʼ ἐπίστευεν. σταδίους δʼ ἀνύσας ἐς τρισχιλίους δύο νυξί τε καὶ ἡμέραις, ἧκεν ἐς πόλιν ἐπὶ θαλάσσης Ἀδρυμητόν, ἔνθα τι μέρος ἦν αὐτῷ στρατιᾶς σιτοφυλακοῦν. περιπέμπων δʼ ἐς τὰ πλησίον, καὶ τοὺς ἐκ τῆς μάχης διαφυγόντας ἀναλαμβάνων, ὅπλα καὶ μηχανήματα εἰργάζετο.
然而汉尼拔却在伊比利亚人与凯尔特人的护卫下从小丘返回。西庇阿遂急忙再度将追击的罗马将士召回,列出比从小丘下来的敌人庞大得多的阵列;因此轻而易举地压制了他们。当这最后的尝试亦告失败后,汉尼拔彻底陷入绝望,仓皇逃遁。许多骑兵以及马萨纳萨对他展开了追击;马萨纳萨虽因伤而剧痛,却始终紧随其后,将生擒汉尼拔献给西庇阿视为无上功勋。然而夜幕拯救了汉尼拔;他在黑暗中率领能够随其跑完全程的二十名骑兵,逃入了一座名为索恩的城镇。在那里他获悉许多布鲁蒂人与伊比利亚人的骑兵在败退后亦逃难至此。汉尼拔因惧怕伊比利亚人作为轻浮鲁莽的蛮族,布鲁蒂人作为与西庇阿同族的意大利人,可能会为了换取对其侵犯意大利之罪行的赦免而将自己引渡给西庇阿,遂偕同一名最为亲信的骑兵潜匿脱逃。他在两昼夜间奔驰了约三千斯塔德,抵达海滨城市哈德鲁梅图姆,其军队的一部正在该地把守粮草。他向邻近地区派出使者,收拢从战场逃散的人员,着手制造武器和器械。
- 746τὸν ἐλεφαντιστὴν
字面为阳性名词“驭象手”,此处通常被视为抄本讹误,校勘作 τὴν ἐλεφαντίνην(补足阴性名词 ἀσπίδα“盾”)或 τὸν ἐλεφάντινον(补足阳性名词 θυρεόν“盾”),意为“象皮盾”。紧随其后的 ἓν τῶν ἐμπεπηγότων(刺入其中的一根)证实了这一指代。
- 746ὡς κἀκείνους ἐπάξων
副词 ὡς 与将来时分词 ἐπάξων 连用,表示主语汉尼拔的主观企图或目的(“企图将他们亦调上前线”)。
- 747μὴ ἐς συγγνώμην ὧν ἐξήμαρτον ἐς τὴν Ἰταλίαν, προσαγάγωσιν αὐτὸν τῷ Σκιπίωνι
接在前面分词 δείσας 后的表示担忧的虚拟语气从句(μὴ... προσαγάγωσιν)。关系代词 ὧν 属于关系代词格同化(attraction)现象,由原宾格 ἃ 同化为省略的先行词 ἐκείνων 之属格。
