← 阿庇安

布匿战争

§743-745

扎马战役的激战与罗马军的决定性胜利

扎马战役全面爆发;在击溃战象部队并经历激烈的步骑鏖战后,西庇阿与汉尼拔展开个人对决,罗马军最终击破汉尼拔的意大利老兵预备队,赢得了决定性的胜利。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§743

οὕτω παροξύνας τοὺς ἰδίους ἑκάτερος ἐς τὸν ἀγῶνα συνῄεσαν, Ἀννίβας μὲν σαλπίγγων κατάρξας, Σκιπίων δʼ ἀντηχεῖν κελεύσας.1 συνιόντων δʼ αὐτῶν οἱ μὲν ἐλέφαντες κατῆρχον τῆς μάχης, ἐς τὸ φοβερώτατον ἐσκευασμένοι καὶ τοῖς κέντροις ἐξοτρυνόμενοι πρὸς τῶν ἐπικαθημένων· περιθέοντες δʼ αὐτοὺς οἱ Νομάδες ἱππεῖς ἐσηκόντιζον ἀθρόως, μέχρι τρωθέντας τε καὶ φεύγοντας καὶ δυσπειθῶς ἤδη ἔχοντας ἀπήγαγον ἐκ τῆς μάχης οἱ ἐπιβάται. καὶ τάδε μὲν ἦν περὶ τοὺς ἀμφὶ τὰ κέρατα ἐλέφαντας· οἱ δʼ ἐν μέσῃ τῇ φάλαγγι τοὺς Ῥωμαίων πεζοὺς κατεπάτουν, ἀπείρους τε μάχης τοιᾶσδε ὄντας καὶ βαρεῖς ὑπὸ τῆς ὁπλίσεως, καὶ παρʼ αὐτὸ2 φεύγειν εὐκόλως ἢ διώκειν οὐ δυναμένους, ἕως ὁ Σκιπίων τοὺς ἱππέας τοὺς Ἰταλικούς, ὀπίσω τεταγμένους καὶ κουφότερον ἐσκευασμένους, ἐπαγαγὼν ἀποβῆναι τῶν ἵππων ταρασσομένων ἐκέλευσε, καὶ τοὺς ἐλέφαντας περιθέοντας ἐσακοντίζειν. πρῶτός τε αὐτὸς ἀποβὰς ἔτρωσε τὸν προπηδῶντα τῶν ἐλεφάντων. θαρρησάντων δὲ τῶν ἄλλων, καὶ τιτρωσκόντων ἤδη πανταχόθεν αὐτούς, καὶ οἵδε ὑπεχώρουν.

两位统帅各自如此激励本部将士后,便一同投入战阵:汉尼拔以号角声揭开战幕,西庇阿则下令鸣角相应。双方交锋之际,战象率先发起攻势;它们装配得极为骇人,并在象奴的刺棒催促下向前猛冲。然而,努米底亚骑兵策马绕其奔驰,密如雨下地投掷标枪,直至这些战象身负创伤、溃奔四散、完全不受驯服,象奴才将其引离战场。两翼战象的情形便是如此。至于中军方阵中的战象,则践踏着罗马步兵;这些步兵对这等战斗缺乏经验,又因沉重的甲胄所累,在此情势下既不能轻易规避,亦无法进行追击。于是西庇阿调来部署在后方且装备较轻的意大利骑兵;见其战马惊恐不安,便下令他们下马,徒步绕着战象投掷标枪。他本人率先下马,刺伤了领头冲来的战象。其他人见状勇气大振,亦从四面八方创伤巨兽,于是中路的战象亦纷纷后撤。

§744

καὶ γενομένης τῆς μάχης καθαρᾶς θηρίων, ὁ ἀγὼν ἐγίγνετο μόνων ἀνδρῶν τε καὶ ἵππων. τὸ μὲν οὖν δεξιὸν τὸ Ῥωμαίων, οὗ Λαίλιος ἐπεστάτει, τρέπεται τοὺς ἐναντίους Νομάδας, Μασσανάσσου βαλόντος αὐτῶν τὸν δυνάστην Μασσάθην· ὀξέως δʼ αὐτοὺς ὁ Ἀννίβας ἐπιδραμὼν συνέτασσε τὴν μάχην. τὸ δὲ λαιόν, ἔνθα Ῥωμαίων μὲν Ὀκτάουιος ἐπεστάτει, τῶν δὲ πολεμίων Κελτοὶ καὶ Λίγυες ἦσαν, ἐπόνει μάλα καρτερῶς ἑκατέροις. καὶ Σκιπίων μὲν ἔπεμπε Θέρμον τὸν χιλίαρχον ἐπικουρεῖν μετʼ ἐπιλέκτων· Ἀννίβας δʼ ἐπεὶ τὸ λαιὸν συνέστησεν, ἐς τοὺς Λίγυας καὶ Κελτοὺς μεθίππευεν, ἐπάγων ἅμα τὴν δευτέραν τάξιν Καρχηδονίων τε καὶ Λιβύων. κατιδὼν δʼ αὐτὸν ὁ Σκιπίων ἀντιπαρῆγε μεθʼ ἑτέρου στίφους. δύο δὲ στρατηγῶν ἀρίστων ἐς ἀγῶνα συνιόντων, ἔρις ἦν τῶν ὑφʼ ἑκατέρῳ λαμπρὰ καὶ δέος, καὶ προθυμίας οὐδετέροις τι ἐνέλιπε, σφοδροῦ καὶ ὀξέος ὄντος πόνου τε καὶ παρακελεύσεως.

当战场的巨兽被肃清之后,搏杀演变为单纯的兵马之战。由莱利乌斯统领的罗马军右翼,在马萨纳萨击毙敌方首领马萨特斯后击溃了当面的努米底亚人;但汉尼拔迅即驰援,整顿了他们的战线。而在左翼,由奥克塔维乌斯统帅罗马兵,敌方则是凯尔特人与利古里亚人,双方皆陷入了极为艰苦的恶战。西庇阿遂派遣军团长官塞尔穆斯率领精兵前往增援;汉尼拔在稳固左翼之后,亦策马驰向利古里亚人与凯尔特人处,同时调动迦太基人与利比亚人组成的第二线阵列向前推进。西庇阿望见他后,亦率领另一队人马相向迎击。两位名将亲自交锋,麾下将士皆涌起炽烈的竞胜之心与畏怯之情;在激烈严酷的鏖战与彼此的呼喊督厉声中,双方皆无半分懈怠。

§745

μακρᾶς δὲ καὶ ἀκρίτου τῆς μάχης οὔσης, οἱ στρατηγοὶ τοὺς κάμνοντας ἐλεοῦντες ὥρμων ἐπʼ ἀλλήλους ὡς ἐν σφίσι τῆς κρίσεως ταχυτέρας ἐσομένης.3 καὶ ἠκόντισαν ὁμοῦ, Σκιπίων μὲν Ἀννίβου τὴν ἀσπίδα, ὁ δʼ Ἀννίβας ἔτυχε τοῦ ἵππου. καὶ ὁ ἵππος ὑπὸ τῆς πληγῆς ἐξέφερεν ὀπίσω τὸν Σκιπίωνα, μέχρι περιβὰς ἕτερον ἵππον αὖθις ἐς τὸν Ἀννίβαν ἠκόντισεν. ἀλλʼ ἀπέτυχεν αὐτοῦ καὶ τότε, τὸν δὲ ἱππέα τὸν ἐγγὺς ἔβαλεν. ἧκε δʼ ἐν τούτῳ καὶ Μασσανάσσης πυθόμενος. καὶ οἱ Ῥωμαῖοι τὸν στρατηγὸν ὁρῶντες στρατιωτικῶς σφῶν ὑπερμαχόμενον, καρτερώτερον τοῖς πολεμίοις ἐνέπεσον καὶ ἐτρέψαντο καὶ φεύγοντας ἐδίωκον· οὐδὲ παριππεύοντος αὐτοῖς τοῦ Ἀννίβου καὶ δεομένου στῆναι καὶ τῆς μάχης αὖθις ἐς πεῖραν ἐλθεῖν ἔτι ἐπείθοντο. ἀπογνοὺς οὖν αὐτῶν ὁ Ἀννίβας τοὺς ἐξ Ἰταλίας οἱ συνελθόντας,4 ἐφεδρεύοντας ἔτι καὶ ἀτρεμοῦντας, ἦγεν ἐπὶ τὴν μάχην, ἐλπίσας Ῥωμαίοις ἅτε διώκουσιν ἀσυντακτοτέροις ἐπιπεσεῖσθαι. οἱ δὲ τὸ ἐνθύμημα αὐτοῦ θεασάμενοι, μετὰ σπουδῆς ἀλλήλους ἐκ τῆς διώξεως ἀνεκάλουν, καὶ συνετάσσοντο αὖθις ἐς μάχην. οὔτε δὲ ἵππων σφίσι παρόντων οὔτε ἀκοντίων ἔτι ὄντων, ξίφεσιν ἐς ἀλλήλους ἐχρῶντο καὶ συνεπλέκοντο. φόνος τε ἦν πολὺς ἐνθάδε μάλιστα καὶ τραύματα μέγιστα, καὶ πιπτόντων στόνος καὶ ἀναιρούντων μεγαλαυχία, μέχρι ποτὲ καὶ τούσδε ἐτρέψαντο οἱ Ἰταλοὶ καὶ φεύγουσιν εἵποντο, κρίσις τε ἦν λαμπρὰ τοῦ πολέμου.

战局久拖不决,胜负未分,两位统帅怜惜各自疲惫的部卒,遂直冲向对方,以为在他们彼此之间决胜更为快捷。他们同时掷出标枪:西庇阿击中了汉尼拔的盾牌,汉尼拔则命中了西庇阿的战马。战马因受创载着西庇阿向后退去,直到他换乘另一匹马,再次向汉尼拔掷出标枪。然而这一次他仍未命中汉尼拔,而是击中了其身旁的一名骑兵。正在此时,马萨纳萨闻讯亦赶到战场。罗马将士见主帅如一介士卒般为自己奋勇作战,遂以更凶猛的气势扑向敌军,击溃并追击逃跑的敌人;即便汉尼拔策马在其间巡游、恳求他们站稳脚跟并再次投入战斗,敌兵亦不再听从号令。汉尼拔见状对他们彻底绝望,便将随同自己从意大利归来、尚在待命而未曾行动的士兵引向战场,期冀能乘罗马人追击时阵形散乱之机予以突袭。但罗马人识破其企图,急忙彼此呼唤停止追击,重新整队投入战斗。由于他们既无战马,标枪亦已用尽,遂拔剑相向,展开肉搏。此处厮杀尤为惨烈,创伤最为可怖,倒地者的呻吟与斩杀者的狂呼交织在一起;直至最终,意大利人亦击溃了这支敌军并追击溃敌,从而为这场大战奠定了辉煌的决局。

语法注4 条
  1. 743Ἀννίβας μὲν σαλπίγγων κατάρξας, Σκιπίων δʼ ἀντηχεῖν κελεύσας

    主格分词 κατάρξας 与 κελεύσας 并列,作为部分同位语(整体与部分同位格,schema kath' holon kai meros)修饰分配性单数主语 ἑκάτερος(各自),而主要动词 συνῄεσαν 则使用复数以涵盖双方主语。

  2. 743παρʼ αὐτὸ

    前置词 παρά 接中性宾格代词 αὐτό,在此表示原因或结果(“因之”、“为此”,指代前文不熟悉战斗及重甲在身)。虽然在语境中亦可理解为时间/境况副词(“当时”、“当场”),但作为承接前文原因(ἀπείρους... βαρεῖς)的结果说明在逻辑上更为严密。

  3. 745ὡς ἐν σφίσι τῆς κρίσεως ταχυτέρας ἐσομένης

    连词 ὡς 引导属格绝对独立结构(τῆς κρίσεως... ἐσομένης),表示主句主语(两位将领)的主观意图或认知(“认为……在他们之间”)。ἐν σφίσι 是间接反身代词,意为“在他们彼此之间”或“由他们亲手”。

  4. 745τοὺς ἐξ Ἰταλίας οἱ συνελθόντας

    此处的 οἱ 并非复数主格关系代词(οἵ),而是第三人称单数与格代词(οἷ / οἱ = αὐτῷ)。它与复合分词 συνελθόντας 中的前缀 σύν- 呼应,意为“随同他(汉尼拔)从意大利同来的兵士”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg009.humanitext-grc2:743-745