- 底本
- Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg009.humanitext-grc2:741-742
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
西庇阿采用留有通道的队形排布步骑兵以应对战象;双方阵列完毕后,西庇阿与汉尼拔各自督励将士,极力阐述此战的重大意义。
οὕτω μὲν Ἀννίβας ἐξέτασσε, Σκιπίωνι δʼ ἦσαν ἀμφὶ τοὺς δισμυρίους καὶ τρισχιλίους, ἱππεῖς δʼ Ἰταλῶν καὶ Ῥωμαίων χίλιοι καὶ πεντακόσιοι. συνεμάχει δὲ Μασσανάσσης ἱππεῦσι Νομάσι πολλοῖς, καὶ Δακάμας ἕτερος δυνάστης ἱππεῦσιν ἑξακοσίοις. τὸ μὲν οὖν πεζὸν ἐς τρεῖς καὶ ὅδε τάξεις ἐπέταττεν ὁμοίως Ἀννίβᾳ, λόχους δʼ ὀρθίους ἐποιεῖτο πάντας, ἵνα διʼ αὐτῶν οἱ ἱππεῖς εὐχερῶς διαθέοιεν.1 ἐφίστη δʼ ἑκάστῳ λόχῳ προμάχους κατὰ μέτωπον, οἳ ξύλα παχέα διπήχη μάλιστα, πυκνὰ καὶ τὰ πολλὰ αὐτῶν σεσιδηρωμένα, ἔμελλον ὡς καταπέλτας ἐκ χειρὸς ἐς τοὺς ἐλέφαντας ἐπιόντας ἀφήσειν.2 παρήγγελτο δʼ αὐτοῖς τε καὶ τοῖς ἄλλοις πεζοῖς ἐκκλίνειν τὴν ὁρμὴν τῶν θηρίων, καὶ περιθέοντας ἀκοντίζειν ἐς αὐτὰ συνεχῶς, καὶ προσπελάζοντας, ὅτε δύναιντο, ὑποτέμνειν τὰ νεῦρα. οὕτω μὲν οἱ πεζοὶ διετετάχατο τῷ Σκιπίωνι· τοὺς δʼ ἱππέας τοὺς μὲν Νομαδικοὺς ἐπέστησε τοῖς κέρασιν, εἰθισμένους τὴν τῶν ἐλεφάντων ὄψιν καὶ ὀδμὴν φέρειν, τοὺς δὲ Ἰταλικοὺς διὰ τὸ ἄηθες ὀπίσω πάντων, ἑτοίμους ἐπελθεῖν διὰ τῶν διαστημάτων, ὅτε τὴν πρώτην τῶν ἐλεφάντων ὁρμὴν ὑπομείνειαν οἱ πεζοί. παρʼ ἕκαστον δὲ τῶν ἱππέων τῶνδε ὑπηρέτης ἦν πολλὰ ἀκόντια φέρων, οἷς ἐπενόει τὰ θηρία ἀμύνεσθαι. οὕτω μὲν αὐτῷ καὶ ἡ ἵππος εἶχε, παρεδίδου δὲ τὸ μὲν δεξιὸν Λαιλίῳ, τὸ δὲ λαιὸν Ὀκταουίῳ. ἐν δὲ τοῖς μέσοις ἤστην αὐτός τε καὶ Ἀννίβας, κατὰ δόξαν ἀλλήλων, ἔχοντες ἀμφʼ αὑτοὺς ἱππέας, ἐπικουρεῖν ὅπῃ τι πονούμενον ἴδοιεν, ὁ μὲν Ἀννίβας τετρακισχιλίους, ὁ δὲ Σκιπίων δισχιλίους, καὶ τοὺς τριακοσίους Ἰταλοὺς οὓς αὐτὸς ὥπλισεν ἐν Σικελίᾳ.
汉尼拔以此种方式列阵,而西庇阿麾下则有步兵约两万三千人,意大利人及罗马人骑兵一千五百人。此外,马萨纳萨率众多努米底亚骑兵协同作战,另一位首领达卡马斯亦率骑兵六百人参战。因此,西庇阿如同汉尼拔一样将步兵排成三线,但将所有连队皆编为纵队,以便骑兵能轻松从中穿行。他在每个连队的正面配置了前哨战士,他们准备用手如弩炮般向冲来的战象投掷粗壮的木桩;这些木桩约两肘长,质地坚密,大多裹有铁皮。命令已传达给他们以及其余步兵:避开巨兽的猛冲,绕其四周不断投掷标枪,并在可能接近时割断其脚筋。西庇阿的步兵便如此布置就绪;至于骑兵,他将惯于承受战象容貌与气味的努米底亚骑兵置于两翼,而因生疏之故将意大利骑兵置于全军最后方,准备在步兵承受住战象的第一波冲击后,穿过间隔空隙发起进攻。在这些骑兵每人身旁皆有一名侍从携带着许多标枪,打算以此击退巨兽。他的骑兵部署便是如此,他将右翼交予莱利乌斯指挥,左翼交予奥克塔维乌斯。他本人与汉尼拔则按彼此的预料立于中军,身旁皆有骑兵护卫,以便在见到任何受困之处时前去救援——汉尼拔有骑兵四千,西庇阿则有两千骑,以及他在西西里亲自装备的三百名意大利人。
ἐπεὶ δὲ ἕτοιμα ἦν αὐτοῖς, ἐπέτρεχε τοὺς ἰδίους ἐπισπέρχων ἑκάτερος, ὁ μὲν Σκιπίων τοὺς θεοὺς κατακαλῶν ἐν ὄψει τῶν στρατευομένων, ἐς οὓς οἱ Καρχηδόνιοι παρεσπονδήκεσαν ὁσάκις ἔλυον τὰ συγκείμενα, καὶ τὴν στρατιὰν ἀξιῶν μὴ ἐς τὸ πλῆθος τῶν πολεμίων ἀφορᾶν, ἀλλʼ ἐς τὴν ἀρετὴν αὑτῶν, ᾗ καὶ πρότερον τῶνδε τῶν ἐχθρῶν πλειόνων ὄντων ἐπεκράτησαν ἐν τῇδε τῇ γῇ. εἰ δʼ ἔστι καὶ τοῖς νικήσασιν ἐπὶ τῷ μέλλοντι φόβος ἢ δέος ἢ ἀμφιβολία, πόσῳ ταῦτα τοῖς νενικημένοις πλεονάζειν ἀνάγκη.3 οὕτω μὲν ὁ Σκιπίων ἠρέθιζέ τε καὶ παρηγόρει τῆς ὀλιγότητος· ὁ δʼ Ἀννίβας τῶν τε ἐν Ἰταλίᾳ γεγονότων ἔργων ὑπεμίμνησκεν αὐτούς, ὡς λαμπρὰ καὶ μεγάλα πράξειαν, οὐκ ἐπὶ Νομάσιν ἀλλʼ ἐπὶ πᾶσιν Ἰταλοῖς κατὰ τὴν Ἰταλίαν, καὶ τὴν ὀλιγότητα τῶν ἐχθρῶν αὐτόθεν ἑστὼς ἐπεδείκνυε, καὶ παρεκάλει μὴ χείρους ὀλιγωτέρων ἐν οἰκείᾳ γῇ πλέονας ὄντας ὀφθῆναι.4 τὸν δὲ κίνδυνον τοῦ παρόντος ἀγῶνος καὶ τὸ μέγεθος ἑκάτερος τοῖς ἰδίοις ὑπερεπῆρεν, Ἀννίβας μὲν ὅτι Καρχηδόνα καὶ Λιβύην ἅπασαν ὁ ἀγὼν ὅδε κρινεῖ, ἢ δούλην εὐθὺς ἡσσωμένων εἶναι, ἢ ἐς τὸ ἔπειτα ἄρχειν ἁπάντων ὧν ἐπεκράτουν, Σκιπίων δʼ ὅτι νικωμένοις μὲν οὐδʼ ἀναχώρησις ἔστιν ἀσφαλής, ἐπικρατοῦσι δὲ ἀρχὴ μεγάλη προσγίγνεται καὶ ἀνάπαυλα πόνων τῶν παρόντων καὶ ἐς τὰ οἰκεῖα ἀπόπλους καὶ ἐς τὸ μέλλον εὔκλεια.
当一切就绪之后,两位主帅各自奔走于本部军士之间督促激励。西庇阿在出征将士面前呼告诸神——即迦太基人每次撕毁协议时所背弃的那些神明——并要求军队不要顾忌敌人的数量,而要仰仗自身的勇气,他们此前便凭此勇气在这片土地上战胜了更为众多的这同一敌人;他又言,若连胜利者对未来尚存恐惧、畏惧或犹疑,那么失败者心中这类情绪必然更甚百倍。西庇阿以此激励并宽慰他们对兵力单薄的顾虑。汉尼拔则向部下重申他们在意大利所建树的功业,指出他们当时并非针对努米底亚人,而是在意大利全境对抗全意大利人,达成了何等辉煌而伟大的成就;他驻足就地指明敌人的寡少,规劝众人切莫在己方土地上以多敌寡却反被视作不如对方。两位主帅都向部下极力强调当前战局的危险与重大:汉尼拔指出,这场战役将决定迦太基及全利比亚的命运,若是战败便立沦为奴,若胜则今后将统领以往所管辖的一切;西庇阿则指出,对于战败者而言甚至连撤退亦非安全,但对战胜者而言,则将迎来庞大的帝国、对当前辛劳的止息、返航故土的旅程以及流芳后世的声誉。
- 741λόχους δʼ ὀρθίους ἐποιεῖτο πάντας, ἵνα διʼ αὐτῶν οἱ ἱππεῖς εὐχερῶς διαθέοιεν
λόχους ὀρθίους(纵深连队/纵队)指不采用横向密集的方阵,而是形成纵列,使各队之间留有明显的纵向通道。ἵνα 从句的主语 οἱ ἱππεῖς 指骑兵(及穿插策应的部队),意在使通道畅通以便机动驰骋应对战象。
- 741οἳ ξύλα παχέα διπήχη μάλιστα, πυκνὰ καὶ τὰ πολλὰ αὐτῶν σεσιδηρωμένα, ἔμελλον ὡς καταπέλτας ἐκ χειρὸς ἐς τοὺς ἐλέφαντας ἐπιόντας ἀφήσειν
此句以关系代词 οἵ 为主语,以 ἔμελλον ἀφήσειν(打算发射/投掷)为核心谓语,支配宾语 ξύλα...σεσιδηρωμένα。短语 ὡς καταπέλτας ἐκ χειρός 作状语,表示“如同徒手投射的弩炮弹丸一般”掷向迎面冲来的战象。
- 742εἰ δʼ ἔστι καὶ τοῖς νικήσασιν ἐπὶ τῷ μέλλοντι φόβος ἢ δέος ἢ ἀμφιβολία, πόσῳ ταῦτα τοῖς νενικημένοις πλεονάζειν ἀνάγκη
由真实条件句(εἰ ἔστι)与带程度与格(πόσῳ)的反诘推论句(πόσῳ...ἀνάγκη [ἐστί])构成的 a fortiori 结构。句中形成了 τοῖς νικήσασιν(胜利者,指此前累胜的罗马军)与 τοῖς νενικημένοις(已被击败者,指屡战屡败的迦太基军)的鲜明对比;ταῦτα 为不定式 πλεονάζειν 的主语。
- 742παρεκάλει μὴ χείρους ὀλιγωτέρων ἐν οἰκείᾳ γῇ πλέονας ὄντας ὀφθῆναι
被动不定式 ὀφθῆναι 受 παρεκάλει 支配。分词短语 πλέονας ὄντας 与隐匿的逻辑主语同格(“身为多数之人”),χείρους 作主语补足语(“劣于”),ὀλιγωτέρων 则为比较属格(“比更少的人”)。
