- 底本
- Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg009.humanitext-grc2:738-740
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
迦太基民众因猜疑将领背叛而迫使哈斯德鲁拔自杀,并下令汉尼拔重启战端。和谈破裂后,西庇阿抢占有利高地使汉尼拔军陷入缺水绝境,双方随即展开决战阵型。
Καρχηδονίων δʼ ἡ μὲν βουλὴ τὰ συμβάντα ὑπερησπάζετο, καὶ παρεκάλει τὸν δῆμον ἐμμεῖναι τοῖς ἐγνωσμένοις, τήν τε κακοπραγίαν σφῶν τὴν ἐς ἅπαντα διηγουμένη καὶ τὴν παροῦσαν ἀπορίαν στρατοῦ τε καὶ χρημάτων καὶ ἀγορᾶς. οἱ δέ, οἷον ὄχλος, ἀφρόνως ἡγοῦντο τοὺς στρατηγοὺς σφῶν διʼ ἑαυτοὺς ταῦτα Ῥωμαίοις συντίθεσθαι, ἵνα διʼ ἐκείνων δυναστεύσωσι τῆς πατρίδος· ὃ καὶ Ἀννίβαν νῦν καὶ Ἀσδρούβαν οὐ πρὸ πολλοῦ ποιῆσαί τε,1 καὶ τὸ στρατόπεδον νυκτὸς ἐγχειρίσαντα τοῖς πολεμίοις, μετʼ ὀλίγον καὶ ἑαυτὸν ἐθελῆσαι τῷ Σκιπίωνι ἐνδοῦναι ἐπὶ τῷδε προσπελάσαντα, κρύπτεσθαί τε νῦν ἐν τῇ πόλει. βοῆς δʼ ἐπὶ τούτῳ καὶ θορύβου γενομένου, τὴν ἐκκλησίαν τινὲς καταλιπόντες ἐζήτουν Ἀσδρούβαν περιιόντες. ὁ δʼ ἔφθασε μὲν ἐς τὸν τοῦ πατρὸς τάφον καταφυγὼν καὶ φαρμάκῳ διαχρησάμενος αὑτόν· οἱ δὲ κἀκεῖθεν αὐτοῦ τὸν νέκυν ἐξελόντες, καὶ τὴν κεφαλὴν αὐτοῦ ἀποτεμόντες περιέφερον ἐπὶ δόρατος ἀνὰ τὴν πόλιν. Ἀσδρούβας μὲν δὴ καὶ τὸ πρῶτον ἀδίκως ἐξεπεπτώκει, καὶ τὸ δεύτερον ψευδῶς διεβέβλητο ὑπὸ Ἄννωνος, καὶ τότε πρὸς Καρχηδονίων οὕτως ἀνῄρητο καὶ οὕτως ἀποθανὼν ὑβρίζετο.
迦太基元老院对达成的条款欢欣鼓舞,并规劝民众恪守所议定的内容,向他们详述了己方各方面的凄惨处境,以及目前军队、资金与粮饷的匮乏。然而,正如乌合之众的一贯表现,民众愚蠢地认为他们的将领与罗马人达成这些协议是出于私利,意图借助罗马人来统治祖国;他们指责不仅如今汉尼拔是如此,不久前的哈斯德鲁拔亦是如此——声称他曾在夜间将营垒拱手让予敌人,不久后又妄图按照此类条件前去向西庇阿投降,如今更隐匿在城中。群情激愤之下爆发出怒吼与骚乱,部分人离开公民大会四处搜寻哈斯德鲁拔。然而他已抢先一步逃入其父的陵墓,服毒自尽;但他们仍从墓中拖出他的尸体,割下首级,插在长矛上游街示众。哈斯德鲁拔起初蒙冤遭逐,继而又遭汉诺诬陷,此时便如此被迦太基人逼死,死后亦遭受如此凌辱。
Καρχηδόνιοι δʼ ἐπέστελλον Ἀννίβᾳ λῦσαι τὰς ἀνοχὰς καὶ πολεμεῖν Σκιπίωνι, κρῖναι δʼ ὅτι τάχιστα τὸν πόλεμον μάχῃ διὰ τὴν ἀπορίαν. ὁ μὲν δὴ πέμψας ἔλυσε τὰς ἀνοχάς, καὶ Σκιπίων Πάρθον τε, μεγάλην πόλιν, αὐτίκα προσπεσὼν εἷλε, καὶ πλησίον Ἀννίβου μετεστρατοπέδευεν. ὁ δὲ ἀνεζεύγνυε, τρεῖς τοῖς Ῥωμαίοις κατασκόπους ἐπιπέμψας, οὓς ὁ Σκιπίων ἔλαβέ τε καὶ οὐκ ἔκτεινεν, ὥσπερ ἔθος τοὺς κατασκόπους κτείνειν, ἀλλʼ ἐς τὸ στρατόπεδον καὶ τὰς ὁπλοθήκας καὶ τὰ μηχανήματα περιαχθῆναι κελεύσας, καὶ τὴν στρατιὰν γυμναζομένην ἰδεῖν, ἀπέλυσε φράζειν Ἀννίβᾳ περὶ ἑκάστων.2 ὁ δὲ ἠξίωσεν ἔτι συνελθεῖν ἐς λόγους Σκιπίωνι, καὶ συνελθὼν ἔλεγε Καρχηδονίους ἀγανακτῆσαι τῇ πρότερον εἰρήνῃ διὰ τὰ χρήματα, καὶ εἰ τοῦτο ἐκλυθείη, Σικελίας δὲ μόνον ἀξιοῖεν οἱ Ῥωμαῖοι καὶ Ἰβηρίας καὶ νήσων ὅσων ἄρχουσι κρατεῖν, ἔσεσθαι τὰς συνθήκας βεβαίους. ὁ δὲ πολύ, ἔφη, κέρδος Ἀννίβᾳ τῆς φυγῆς ἔσται τῆς ἐξ Ἰταλίας, εἰ ταῦτα προσλάβοι παρὰ Σκιπίωνος. καὶ ἀπηγόρευε πέμπειν ἔτι πρὸς αὐτόν. διαπειλησάμενοί τε ἀλλήλοις ἀνεζεύγνυον ἑκάτερος ἐς τὸ αὑτοῦ στρατόπεδον.
迦太基人随后传令汉尼拔撕毁休战协定并与西庇阿交战,且因补给匮乏而务必尽快以决战来裁定战争的胜负。汉尼拔遂派使者宣布休战终结,西庇阿旋即发动强攻夺取了大城帕尔托斯,并将营垒移至汉尼拔近旁。汉尼拔亦拔营移师,并向罗马军中派遣了三名间谍。西庇阿将他们捕获后,并未按处置间谍的惯例将其处死,反而下令带他们参观营地、军械库与攻城器械,并观摩部队操演,随后释放他们返回,让他们将所见一切如实禀报汉尼拔。汉尼拔仍要求与西庇阿当面会谈;双方会晤时,他表示迦太基人此前之所以对和约不满是由于赔款之故,若能免除此项,且罗马人仅要求保有西西里、伊比利亚及目前所统治的岛屿,则和约便可坚固不破。西庇阿答道:“若汉尼拔能从西庇阿手中得到这些条件,他从意大利败逃的收益可就太大了。”并严禁他再向自己派遣使节。两人互致威胁后,各自撤回己方营垒。
πόλις δʼ ἐγγὺς ἦν Κίλλα, καὶ παρʼ αὐτὴν λόφος εὐφυὴς ἐς στρατοπεδείαν, ὃν ἐπινοῶν ὁ Ἀννίβας προλαβεῖν, ἔπεμπέ τινας διαγράφειν τὸ στρατόπεδον, καὶ εὐθὺς ἀναστήσας ἐβάδιζεν ὡς ἔχων τὸν λόφον.3 Σκιπίωνος δʼ αὐτὸν φθάσαντός τε καὶ προλαβόντος, ἀποληφθεὶς ἐν πεδίῳ μέσῳ καὶ ἀνύδρῳ διετέλει τὴν νύκτα πᾶσαν ὀρύσσων φρέατα, καὶ ὁ στρατὸς αὐτῷ διαμώμενος τὴν ψάμμον ὀλίγον καὶ θολερὸν ἔπινον ἐπιμόχθως. ἀθεράπευτοί τε καὶ ἄσιτοι, καὶ ἐν τοῖς ὅπλοις ἔνιοι, διενυκτέρευσαν. ὧν ὁ Σκιπίων αἰσθανόμενος προσέβαλεν ἅμα ἕῳ κεκμηκόσιν ἐξ ὁδοῦ καὶ ἀγρυπνίας καὶ ἀνυδρίας. Ἀννίβας δʼ ἤχθετο μέν, οὐχ ὅτε βούλοιτο συνιὼν ἐς μάχην, ἑώρα δὲ ὡς εἴτε μένοι κατὰ χώραν, κακοπαθήσων ὑπὸ τῆς ἀνυδρίας, εἴτε φεύγοι, τὰ φρονήματα τῶν ἐχθρῶν ἀναστήσων καὶ πολλὰ πεισόμενος ὑπʼ αὐτῶν ἐπικειμένων. ὅθεν ἀναγκαῖον ἦν αὐτῷ μάχεσθαι. καὶ παρέτασσεν αὐτίκα ἄνδρας μὲν ἐς πεντακισμυρίους, ἐλέφαντας δὲ ὀγδοήκοντα. ἵστη δὲ πρώτους μὲν τοὺς ἐλέφαντας, ἐκ διαστημάτων, ἐφʼ ὅλου τοῦ μετώπου, φοβερώτατα σκευάσας. καὶ ὑπʼ αὐτοῖς ἦν τὸ τρίτον τῆς στρατιᾶς, Κελτοὶ καὶ Λίγυες· τοξόται τε αὐτοῖς ἀνεμεμίχατο πάντῃ καὶ σφενδονῆται Μαυρούσιοί τε καὶ Γυμνήσιοι. τούτων δʼ ὄπισθεν ἡ δευτέρα τάξις ἦν, Καρχηδόνιοί τε καὶ Λίβυες. τρίτοι δʼ ὅσοι ἐξ Ἰταλίας εἵποντο αὐτῷ. οἷς δὴ καὶ μάλιστα, ὡς πλέον δεδιόσιν, ἐθάρρει.4 ἡ δʼ ἵππος περὶ τὰ κέρατα ἦν.
附近有一座基拉城,城旁有一处适于扎营的高地,汉尼拔图谋先占此地,遂派人划定营地范围,旋即整军出发,仿佛已将高地据为己有。然而西庇阿先发制人,抢先占据了该高地;汉尼拔被困于无水之平原中央,整夜都在掘井,士兵们在沙土中挖掘,费尽周折方才饮得少许浑水。士兵们未经调养,未曾进食,有人甚至披甲露宿达旦。西庇阿察知此情,乘他们因行军、不眠与缺水而疲惫不堪之际,于破晓时分发动进攻。汉尼拔虽因不能在自己择定的时机交战而深感苦恼,但也明白若坚守原地必将因无水而受尽磨难,若退却则将助长敌人士气,且必遭尾随之敌重创。因此,他不得不决一死战。他随即排布了约五万人及八十头战象。他首先将披戴着最可怖装具的战象按一定间隔列于全线正面;战象之后是全军的三分之一兵力,即凯尔特人与利古里亚人,其中混编了遍布全线的毛利人与裸岛人弓箭手及投石手。在此之后为第二线部队,即迦太基人与利比亚人。第三线则是从意大利随他而来的部众,因这批人面临更严峻的恐惧,汉尼拔对其最为信赖。骑兵则布置在两翼。
- 738ὃ καὶ Ἀννίβαν νῦν καὶ Ἀσδρούβαν οὐ πρὸ πολλοῦ ποιῆσαί τε
关系代词 ὅ 充当宾格加不定式结构(Ἀννίβαν... Ἀσδρούβαν... ποιῆσαι)的宾语或内容指代,承接前文“将领谋求私利而与敌议和”这一指控,整体仍处于主句动词 ἡγοῦντο 所统辖的间接引语中。
- 739ἀπέλυσε φράζειν Ἀννίβᾳ περὶ ἑκάστων
不定式 φράζειν 附属于动词 ἀπέλυσε,作目的状语(“释放他们去向汉尼拔禀报各项事宜”)。
- 740ἐβάδιζεν ὡς ἔχων τὸν λόφον
连词 ὡς 连同分词 ἔχων 表示主观意图或表象(“仿佛已经占据了该高地一样进军”),而非客观事实。
- 740οἷς δὴ καὶ μάλιστα, ὡς πλέον δεδιόσιν, ἐθάρρει
与格关系代词 οἷς 受动词 ἐθάρρει 支配(意为“对他们最为信赖”),而 ὡς 与与格分词 δεδιόσιν 连用表示理由(“因为他们更加惧怕”),指这些随汉尼拔自意大利撤回的老兵对罗马的惩处尤为惧怕,故而拼死死战,因而最受汉尼拔信任。
