- 底本
- Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg009.humanitext-grc2:634-637
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
迦太基民众因劫掠罗马补给船队并围攻使节而破坏停战协定,战火重燃,汉尼拔遂被召回统军。在扎马一带面临粮道被截与绝境的汉尼拔,借助马赛尼萨的出面调停与西庇阿达成新的和约条件,暂时得以自保。
οὕτω μὲν ἑάλω Νάρκη, Καρχηδονίων δε ὁ δῆμος ἄρτι τὰς συνθήκας πεποιημένοι,1 καὶ Σκιπίωνος αὐτοῖς ἔτι παρόντος, οὔπω τῶν ἰδίων πρέσβεων ἀπὸ Ῥώμης ἀνεστροφότων, ἀγορὰν Σκιπίωνος ὑπʼ ἀνέμων κατενεχθεῖσαν ἐς Καρχηδόνα διήρπασαν, καὶ τοὺς παραπέμποντας αὐτὴν ἔδησαν, πολλὰ τῆς βουλῆς ἀπειλούσης, καὶ παραινούσης μὴ λύειν συνθήκας ἄρτι γεγενημένας· οἱ δὲ καὶ ταῖς συνθήκαις ἐπεμέμφοντο ὡς ἀδίκως γενομέναις, καὶ τὸν λιμὸν ἔφασαν ἐνοχλεῖν ὑπὲρ τὰς παραβάσεις. Σκιπίων μὲν οὖν οὐκ ἠξίου πολέμου κατάρχειν μετὰ σπονδάς, ἀλλʼ ᾔτει δίκας ὡς φίλους ἁμαρτόντας· οἱ δὲ καὶ τοὺς πρέσβεις αὐτοῦ κρατεῖν ἐπενόουν, ἕως ἀφίκοιντο αὑτοῖς οἱ ἀπὸ Ῥώμης. ἀλλὰ τούσδε μὲν Ἄννων τε ὁ μέγας καὶ Ἀσδρούβας ὁ ἔριφος ἐξείλοντο τοῦ πλήθους καὶ προύπεμπον δύο τριήρεσιν· ἕτεροι δὲ Ἀσδρούβαν τὸν ναύαρχον ἔπεισαν, ὁρμοῦντα περὶ τὴν Ἀπόλλωνος ἄκραν, ὅταν ἀποστῶσιν αἱ προπομποὶ τριήρεις, ἐπιθέσθαι τοῖς τοῦ Σκιπίωνος. καὶ ὁ μὲν ἐπέθετο, καὶ τῶν πρέσβεών τινες ἐκ τοξευμάτων ἀπέθανον· οἱ δὲ λοιποὶ τιτρωσκόμενοί τε καὶ ἐρέσσοντες ἔφθασαν ἐς τὸν λιμένα τοῦ σφετέρου στρατοπέδου, καὶ ἐξήλαντο τῆς νεὼς ἤδη λαμβανομένης. παρὰ τοσοῦτον ἦλθον αἰχμάλωτοι γενέσθαι.2
纳尔克城便如此陷落了。然而,迦太基民众虽刚刚缔结和约,且西庇阿尚在他们近旁,他们自己的使节亦尚未自罗马返回,却将因风浪被卷至迦太基的西庇阿补给船队洗劫一空,并将护送船队的人员尽行拘禁。元老院虽屡加威胁并规劝他们切莫撕毁刚刚订立的和约,民众却指责该和约是不公正缔结的,并声称饥荒所迫远甚于对违约的顾虑。西庇阿认为在休战之后自己不宜率先开战,遂以对待犯错之友邦的态度要求赔偿;但迦太基人甚至图谋扣留他的使节,直至己方出使罗马的人员归来。然而大汉诺与“山羊”哈斯德鲁拔将使节从暴民手中救出,并派两艘三列桨战船护送他们离去;但另一些人却说服了停泊在阿波罗岬附近的舰队司令哈斯德鲁拔,让他在护送的三列桨战船离去后袭击西庇阿的人员。他遂发动进攻,使节中有数人中箭身亡;其余的人负伤奋力划桨,逃回了己方营垒的港口,并在船只行将陷落之际跃船脱身。他们与沦为战俘只差一线之隔。
ὧν οἱ ἐν ἄστει Ῥωμαῖοι πυθόμενοι τοὺς πρέσβεις τοὺς Καρχηδονίων, οἳ περὶ τῆς εἰρήνης ἔτι παρῆσαν, ἐκέλευον ἀποπλεῖν αὐτίκα ὡς πολεμίους. καὶ οἱ μὲν ἐξέπλεον, καὶ ὑπὸ τοῦ χειμῶνος ἐς τὸ τοῦ Σκιπίωνος στρατόπεδον κατήγοντο· Σκιπίων δὲ τῷ ναυάρχῳ, πυθομένῳ περὶ αὐτῶν ὅ τι δέοι ποιεῖν, οὐδὲν ὅμοιον, ἔφη, ταῖς Καρχηδονίων ἀπιστίαις,3 ἀλλʼ ἀπόπεμπε ἀπαθεῖς. μαθοῦσα δʼ ἡ γερουσία τὸν δῆμον ὠνείδιζε τῇ συγκρίσει, καὶ συνεβούλευε καὶ νῦν δεηθῆναι Σκιπίωνος τὰ μὲν συγκείμενα φυλάσσειν, δίκας δὲ τῶν ἡμαρτημένων παρὰ Καρχηδονίων λαβεῖν. οἱ δὲ καὶ αὐτῇ τῇ γερουσίᾳ δυσχεραίνοντες ἐκ πολλοῦ διὰ τὴν κακοπραγίαν, ὡς οὐκ εὖ τὰ συμφέροντα προορωμένῃ, καὶ ὑπʼ ἀνδρῶν δημοκόπων ἐρεθιζόμενοί τε καὶ ἐς ἀλόγους ἐλπίδας ἐπαιρόμενοι, τὸν Ἀννίβαν ἐκάλουν μεθʼ ἧς ἔχει στρατιᾶς.
罗马城内的罗马人得知此事后,命令因和谈仍滞留在那里的迦太基使节作为敌人立刻起航离去。他们扬帆出海,却因暴风雨被吹至西庇阿的营垒。海军指挥官向西庇阿询问该如何处置他们,西庇阿说:“绝不可做出任何类似迦太基人背信弃义之举,将他们毫发无伤地送回。” 迦太基元老院闻知此事后,以此对照来谴责民众,并建议事到如今仍去恳求西庇阿维持原定条款,并就所犯之过失从迦太基人那里接受赔偿。但民众因屡遭败绩本就长期对元老院心怀怨怼,认为其未能妥善预见自身利益,又受到煽惑政客的挑唆而激起不切实际的幻想,遂召回汉尼拔及其统率的军队。
ὁ δὲ ὁρῶν τὸ μέγεθος τοῦ πολέμου, Ἀσδρούβαν αὐτοὺς ἐκέλευε σὺν τῇ παρούσῃ δυνάμει καλεῖν. Ἀσδρούβας μὲν δὴ τῆς καταδίκης αὐτῷ λυθείσης παρεδίδου τὸν στρατὸν Ἀννίβᾳ, καὶ οὐδʼ ὣς ἐπιφαίνεσθαι τοῖς Καρχηδονίοις ἐθάρρει, ἀλλʼ ἐκρύπτετο ἐν τῇ πόλει· Σκιπίων δὲ ναῦς τῇ Καρχηδόνι ἐπιστήσας εἶργεν αὐτοὺς ἀγορᾶς ἀπὸ θαλάσσης, οὐκ εὐποροῦντας οὐδʼ ἀπὸ τῆς γῆς ἀσπόρου διὰ τὸν πόλεμον γενομένης. τῶν δʼ αὐτῶν ἡμερῶν Ἀννίβου καὶ Σκιπίωνος ἱππομαχία γίγνεται περὶ Ζάμαν, ἐν ᾗ Σκιπίων ἐπλεονέκτει· καὶ ταῖς ἐπιούσαις ἀκροβολίσματα ἦν ἐς ἀλλήλους, ἕως αἰσθόμενος ὁ Σκιπίων Ἀννίβαν ἰσχυρῶς τε ἀπορούμενον καὶ περιμένοντα ἀγορὰν φερομένην, νυκτὸς ἔπεμψε Θέρμον χιλίαρχον ἐπὶ τοὺς ἄγοντας αὐτήν. καὶ λόφον ὁ Θέρμος ἐν στενῇ διόδῳ καταλαβών, ἔκτεινε τῶν Λιβύων ἐς τετρακισχιλίους καὶ ἐζώγρησεν ἑτέρους τοσούσδε, καὶ τὴν ἀγορὰν ἧκε φέρων τῷ Σκιπίωνι.
汉尼拔洞察战局之重大,便要求他们将哈斯德鲁拔连同其现存部队一并召回。哈斯德鲁拔的判决被撤销后,便将军队移交予汉尼拔,即便如此他仍不敢在迦太基人面前现身,而是隐匿在城中。西庇阿则派战船封锁迦太基,切断其海上补给,而迦太基人从陆上亦不得供给,因土地因战事而荒芜无收。在同一时期,汉尼拔与西庇阿在扎马附近展开了一场骑兵战,西庇阿占了上风;其后数日双方互有小规模交火,直至西庇阿察觉汉尼拔已陷入极度匮乏且正在等待运送前来的补给,便在夜间派遣军团护民官瑟姆斯前去袭击运粮队。瑟姆斯在狭窄的隘道占领了一处高地,斩杀利比亚兵约四千人,生擒人数相当,并将粮秣补给缴获献给西庇阿。
ὁ δʼ Ἀννίβας ἐς ἔσχατον ἀφιγμένος ἀπορίας, καὶ τὸ παρὸν ἐπινοῶν ὅπως δύναιτο διαθέσθαι, πρέσβεις ἐς Μασσανάσσην ἔπεμπεν, ὑπομιμνήσκων τε τῆς ἐν Καρχηδόνι διατριβῆς καὶ παιδεύσεως, καὶ παρακαλῶν ἔτι οἱ συναγαγεῖν ἐς συνθήκας Σκιπίωνα· τὰ γὰρ πρότερα τοῦ δήμου καὶ τῶν ἀνοητοτέρων τοῦ δήμου ἁμαρτήματα γενέσθαι.4 ὁ δὲ τῷ ὄντι τεθραμμένος τε καὶ πεπαιδευμένος ἐν Καρχηδόνι, καὶ τὸ ἀξίωμα τῆς πόλεως αἰδούμενός τε καὶ φίλος ὢν ἔτι πολλοῖς ἐκεῖθεν, ἐδεήθη τοῦ Σκιπίωνος, καὶ συνήγαγεν αὐτοὺς αὖθις ἐς τοιάσδε συνθήκας ὥστε Καρχηδονίους τάς τε ναῦς καὶ τοὺς ἄνδρας, οὓς ἔλαβον Ῥωμαίοις ἀγορὰν φέροντας, ἀποδοῦναι, καὶ τὰ ἡρπασμένα ἅπαντα, ἢ τῶν ἀπολωλότων τιμὴν ἣν ἂν ὁρίσῃ Σκιπίων, ποινήν τε τοῦ ἀδικήματος χίλια τάλαντα ἐσενεγκεῖν, τάδε μὲν ἦν τὰ συγκείμενα, καὶ γενομένων ἀνοχῶν μέχρι αὐτὰ μάθωσι Καρχηδόνιοι, ὁ μὲν Ἀννίβας ἐξ ἀέλπτου περιεσώζετο,
汉尼拔陷入绝境,苦思如何摆脱眼前危局,遂遣使前往马赛尼萨处,提醒其昔日在迦太基生活受教之情分,恳求他再次出面使西庇阿与自己达成和议,声称先前的不端皆系民众及民众中之愚妄者所铸之错。马赛尼萨确曾受抚育教养于迦太基,敬重该城的声望尊严,且与城中许多人仍保有旧谊,遂向西庇阿进言乞求,使双方再次按如下条件达成和议:迦太基人须归还此前运送补给给罗马人时被掠的船只与人员,并归还全部被劫物资,若已灭失则按西庇阿核定之价赔偿,并缴纳一千塔兰同作为不法行径的罚金。以上便是商定的条款,双方在迦太基人得知条款前实现停火,汉尼拔遂出人意料地逃过了一劫。
- 634Καρχηδονίων δε ὁ δῆμος ἄρτι τὰς συνθήκας πεποιημένοι
语法主语为单数集合名词 ὁ δῆμος(民众),而其修饰分词却采用了阳性复数主格形式 πεποιημένοι,属于典型的意义一致(constructio ad sensum / synesis)修辞构词。
- 634παρὰ τοσοῦτον ἦλθον αἰχμάλωτοι γενέσθαι
短语 παρὰ τοσοῦτον ἦλθον 后接不定式 αἰχμάλωτοι γενέσθαι,构成一种固定习语,表示“差一点就成为战俘”或“与沦为俘虏仅一线之差”(παρά 接宾格表示极其微小的差距)。
- 635οὐδὲν ὅμοιον, ἔφη, ταῖς Καρχηδονίων ἀπιστίαις
西庇阿的答话中省略了表示命令或当为的动词(如 ποίησον 或 ποιητέον),属于精练的省略句结构,意为“[切莫做出]任何与迦太基人背信弃义相类似之事”。
- 637τὰ γὰρ πρότερα τοῦ δήμου καὶ τῶν ἀνοητοτέρων τοῦ δήμου ἁμαρτήματα γενέσθαι
承接前文 παρακαλῶν 引申出的间接引语“宾格加不定式”结构(主语为 τὰ πρότερα ἁμαρτήματα,动词为 γενέσθαι)。属格 τοῦ δήμου... 作表语性所属属格,意为“(先前的过失)是出于民众……的过错”。
